De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Εἰ δύναται, συγκριθήτω· μαθέτωσαν Ἕλληνες ὅτι εἰσὶν ἀλαζόνες.” Ἐν τούτῳ δὲ ἐπῆλθεν ὁ Διονύσιος καὶ μηνυθέντος αὐτῷ τὴν Φαρνάκου συγγενίδα παρεῖναι, καταπηδήσας ἐκ τοῦ ἵππου προσῆλθεν αὐτῇ φιλοφρονούμενος.

Ἐκείνη δὲ ὑπερυθριῶσα “θέλω” φησὶ “τὴν ἀδελφὴν ἀσπάσασθαι,” καὶ ἅμα τῇ ἁρμαμάξῃ προσῆλθεν. Οὔκουν δυνατὸν ἦν αὐτὴν ἔτι μένειν κεκαλυμμένην, ἀλλ’ ὁ Διονύσιος μὲν ἄκων καὶ στένων ὑπ’ αἰδοῦς τὴν Καλλιρρόην προελθεῖν ἠξίωσεν· ἅμα δὲ πάντες οὐ μόνον τοὺς ὀφθαλμοὺς ἀλλὰ καὶ τὰς ψυχὰς ἐξέτειναν καὶ μικροῦ δεῖν ἐπ’ ἀλλήλους κατέπεσον, ἄλλος πρὸ ἄλλου θέλων ἰδεῖν καὶ ὡς δυνατὸν ἐγγυτάτω γενέσθαι.

Ἐξέλαμψε δὲ τὸ Καλλιρρόης πρόσωπον, καὶ μαρμαρυγὴ κατέσχε τὰς ἁπάντων ὄψεις, ὥσπερ ἐν νυκτὶ βαθείᾳ πολλοῦ· φωτὸς αἰφνίδιον φανέντος· ἐκπλαγέντες δὲ οἱ βάρβαροι προσεκύνησαν καὶ οὐδεὶς ἐδόκει Ῥοδογύνην παρεῖναι. Συνῆκε δὲ καὶ ἡ Ῥοδογύνη τῆς ἥττης, καὶ μήτε ἀπελθεῖν δυναμένη μήτε βλέπεσθαι θέλουσα ὑπέδυ τὴν σκηνὴν μετὰ τῆς Καλλιρρόης,

παραδοῦσα αὑτὴν τῷ κρείττονι φέρειν. Ἡ μὲν ἁρμάμαξα προῄει συγκεκαλυμμένη, οἱ δὲ ἄνθρωποι, μηκέτι ἔχοντες Καλλιρρόην ὁρᾶν, κατεφίλουν τὸν δίφρον. Βασιλεὺς δὲ ὡς ἤκουσεν ἀφῖχθαι Διονύσιον, ἐκέλευσεν Ἀρταξάτην τὸν εὐνοῦχον ἀπαγγεῖλαι πρὸς αὐτὸν “ἐχρῆν μέν σε κατηγοροῦντα ἀνδρὸς ἀρχὴν μεγάλην πεπιστευμένου μὴ βραδύνειν· ἀφίημι δέ σοι τὴν αἰτίαν, ὅτι μετὰ γυναικὸς ἐβάδιζες.

Ἐγὼ δὲ νῦν μὲν ἑορτὴν ἄγω καὶ πρὸς ταῖς θυσίαις εἰμί· τριακοστῇ δὲ ὕστερον ἡμέρᾳ ἀκροάσομαι τῆς δίκης.” Προσκυνήσας ὁ Διονύσιος ἀπηλλάγη.

p.91

Παρασκευὴ οὖν ἐντεῦθεν ἐγίνετο ἐπὶ τὴν δίκην παρ’ ἑκατέρων ὥσπερ ἐπὶ πόλεμον τὸν μέγιστον Ἐσχίσθη δὲ τὸ πλῆθος τῶν βαρβάρων καὶ ὅσον μὲν ἦν σατραπικὸν Μιθριδάτῃ προσέθετο· καὶ γὰρ ἦν ἀνέκαθεν ἐκ Βάκτρων, εἰς Καρίαν δὲ ὕστερον μετῳκίσθη· Διονύσιος δὲ τὸ δημοτικὸν εἶχεν εὔνουν· ἐδόκει γὰρ ἀδικεῖσθαι παρὰ τοὺς νόμους εἰς γυναῖκα ἐπιβουλευθείς, καὶ ὃ μεῖζόν ἐστι, τοιαύτην.

Οὐ μὴν οὐδ’ ἡ γυναικωνῖτις ἡ Περσῶν ἀμέριμνος ἦν, ἀλλὰ κἀνταῦθα διῃρέθησαν αἱ πουδαί· τὸ μὲν γὰρ αὐτῶν ἐπ’ εὐμορφίᾳ μέγα φρονοῦν ἐφθόνει τῇ Καλλιρρόῃ καὶ ἤθελεν αὐτὴν ἐκ τῆς δίκης ὑβρισθῆναι, τὸ δὲ πλῆθος ταῖς οἰκείαις φθονοῦσαι τὴν ξένην εὐδοκιμῆσαι συνηύχοντο.

Τὴν νίκην δὲ ἑκάτερος αὐτῶν ἐν ταῖς χερσὶν ἔχειν ὑπελάμβανε· Διονύσιος μὲν θαρρῶν ταῖς ἐπιστολαῖς αἷς ἔγραψε Μιθριδάτης πρὸς Καλλιρρόην ὀνόματι Χαιρέου ʽζῆν γὰρ οὐδέποτε Χαιρέαν προσεδόκἀ, Μιθριδάτης δὲ Χαιρέαν ἔχων δεῖξαι ἐπέπειστο ἁλῶναι μὴ δύνασθαι. Προσεποιεῖτο δὲ δεδιέναι καὶ συνηγόρους παρεκάλει, ἵνα διὰ τὸ ἀπροσδόκητον λαμπροτέραν τὴν ἀπολογίαν ποιήσηται.

Ταῖς δὲ τριάκοντα ἡμέραις Πέρσαι καὶ Περσίδες οὐδὲν ἕτερον διελάλουν ἢ τὴν δίκην ταύτην, ὥστε, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὅλη ἡ Βαβυλὼν δικαστήριον ἦν. Ἐδόκει δὲ πᾶσιν ἡ προθεσμία μακρὰ καὶ οὐ τοῖς ἄλλοις μόνον ἀλλὰ καὶ αὐτῷ βασιλεῖ. Ποῖος ἀγὼν Ὀλυμπικὸς ἢ νύκτες Ἐλευσίνιαι προσδοκίαν τοσαύτην ἔσχον σπουδῆς;