De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Πρῶτον μὲν οὖν τὸν υἱὸν εἰς τὰς αὑτῆς ἀγκάλας ἐνέθηκε, καὶ ὤφθη θέαμα κάλλιστον, οἷον οὔτε ζωγράφος ἔγραψεν οὔτε πλάστης ἔπλασεν οὔτε ποιητὴς ἱστόρησε μέχρι

p.64
νῦν· οὐδεὶς γὰρ αὐτῶν ἐποίησεν Ἄρτεμιν ἢ Ἀθηνᾶν βρέφος ἐν ἀγκάλαις κομίζουσαν ʽἔκλαυσεν ὑφ̓ ἡδονῆς Διονύσιος ἰδὼν καὶ ἡσυχῆ τὴν Νέμεσιν προσεκύνησἐ· μόνην δὲ Πλαγγόνα προσμεῖναι κελεύσασα τοὺς λοιποὺς προύπεμψεν εἰς τὴν ἔπαυλιν.

Ἐπεὶ δὲ ἀπηλλάγησαν, στᾶσα πλησίον τῆς Ἀφροδίτης καὶ ἀνατείνασα χερσὶ τὸ βρέφος “ὑπὲρ τούτου σοι” φησίν, “ὦ δέσποινα, γινώσκω τὴν χάριν· ὑπὲρ ἐμαυτῆς γὰρ οὐκ οἶδα. Τότ’ ἄν σοι καὶ περὶ ἐμαυτῆς ἠπιστάμην χάριν, εἴ μοι Χαιρέαν ἐτήρησας. Πλὴν εἰκόνα μοι δέδωκας ἀνδρὸς φιλτάτου καὶ ὅλον οὐκ ἀφείλου μου Χαιρέαν.

Δὸς δή μοι γενέσθαι τὸν υἱὸν εὐτυχέστερον μὲν τῶν γονέων, ὅμοιον δὲ τῷ πάππῳ· πλεύσειε δὲ καὶ οὗτος ἐπὶ τριήρους στρατηγικῆς, καί τις εἴποι, ναυμαχοῦντος αὐτοῦ ʽκρείττων Ἑρμοκράτους ὁ ἔγγονος·̓ ἡσθήσεται μὲν γὰρ καὶ ὁ πατὴρ ἔχων τῆς ἀρετῆς διάδοχον, ἡσθησόμεθα δὲ οἱ γονεῖς αὐτοῦ καὶ τεθνεῶτες.

Ἱκετεύω σε, δέσποινα, διαλλάγηθί μοι λοιπόν· ἱκανῶς γάρ μοι δεδυστύχηται. Τέθνηκα, ἀνέζησα, λελῄστευμαι, πέφευγα, πέπραμαι, δεδούλευκα· τίθημι δὲ καὶ τὸν δεύτερον γάμον ἔτι μοι τούτων βαρύτερον. Ἀλλὰ μίαν ἀντὶ πάντων αἰτοῦμαι χάριν παρὰ σοῦ καὶ διὰ σοῦ παρὰ τῶν ἄλλων θεῶν· σῶζέ μου τὸν ὀρφανόν.” Ἔτι βουλομένην λέγειν ἐπέσχε τὰ δάκρυα.

Μικρὸν οὖν διαλιποῦσα καλεῖ τὴν ἰέρειαν· ἡ δὲ πρεσβῦτις ὑπακούσασα “τί κλάεισ” εἶπεν, “ὦ παιδίον, ἐν ἀγαθοῖς τηλικούτοις; ἤδη γὰρ καί σε ὡς θεὰν οἱ ξένοι προσκυνοῦσι. Πρῴην ἦλθον ἐνθάδε δύο νεανίσκοι καλοὶ παραπλέοντες· ὁ δὲ ἕτερος αὐτῶν θεασάμενός σου τὴν εἰκόνα, μικροῦ δεῖν ἐξέπνευσεν. Οὕτως ἐπιφανῆ σε ἡ Ἀφροδίτη πεποίηκεν.”

p.65

Ἔπληξε τὴν καρδίαν τῆς Καλλιρρόης τοῦτο καὶ ὥσπερ ἐμμανὴς γενομένη, στήσασα τοὺς ὀφθαλμοὺς ἀνέκραγε “τίνες ἦσαν οἱ ξένοι; πόθεν ἔπλεον; τί σοι διηγοῦντο;” Δείσασα δὲ ἡ πρεσβῦτις τὸ μὲν πρῶτον ἄφωνος εἱστήκει, μόλις δὲ ἐφθέγξατο “μόνον εἶδον αὐτούς, οὐδὲν ἤκουσα.” “Ποταποὺς εἶδες;

ἀναμνήσθητι τὸν χαρακτῆρα αὐτῶν.” Ἔφρασεν ἡ γραῦς οὐκ ἀκριβῶς μέν, ὑπώπτευσε δ’ ὅμως ἐκείνη τὴν ἀλήθειαν· ὃ γὰρ βούλεται τοῦθ’ ἕκαστος καὶ οἴεται. Βλέψασα δὲ πρὸς Πλαγγόνα “δύναται” φησὶν “ὁ δυστυχὴς Χαιρέας πλανώμενος ἐνθάδε παρεῖναι. Τί οὖν ἐγένετο; ζητήσωμεν αὐτόν, ἀλλὰ σιγῶσαι.”

Ἀφικομένη τοίνυν πρὸς Διονύσιον τοῦτο μόνον εἶπεν, ὅπερ ἤκουσε παρὰ τῆς ἱερείας· ἠπίστατο γὰρ ὅτι φύσει περίεργόν ἐστιν ἔρως κἀκεῖνος δι’ ἑαυτὸν πολυπραγμονήσει περὶ τῶν γεγονότων. Ὅπερ οὖν καὶ συνέβη. Πυθόμενος γὰρ ὁ Διονύσιος εὐθὺς ἐνεπλήσθη ζηλοτυπίας καὶ πόρρω μὲν ἦν τοῦ Χαιρέαν ὑποπτεύειν, ἔδεισε δὲ ἄρα μή τις λανθάνῃ κατὰ τοὺς ἀγροὺς ἐπιβουλὴ μοιχική· πάντα γὰρ ὑποπτεύειν αὐτὸν καὶ δεδιέναι τὸ κάλλος ἀνέπειθε τῆς γυναικός.

Ἐφοβεῖτο δὲ οὐ μόνον τὰς παρὰ ἀνθρώπων ἐπιβουλάς, ἀλλὰ προσεδόκα τάχα αὐτῷ καταβήσεσθαι καὶ θεὸν ἐξ οὐρανοῦ ἀντεραστήν. Καλέσας τοίνυν Φωκᾶν διηρεύνα “τίνες εἰσὶν οἱ νεανίσκοι καὶ πόθεν; ἆρά γε πλούσιοι καὶ καλοί; διὰ τί δὲ τὴν ἐμὴν Ἀφροδίτην προσεκύνουν; τίς ἐμήνυσεν αὐτοῖς;

τίς ἐπέτρεψεν;” Ὁ δὲ Φωκᾶς ἀπέκρυπτε τὴν ἀλήθειαν, οὐ Διονύσιον δεδοικώς, γινώσκων δὲ ὅτι Καλλιρρόη καὶ αὐτὸν ἀπολεῖ καὶ τὸ γένος αὐτοῦ, πυθομένη περὶ τῶν γεγονότων. Ἐπεὶ οὖν ἔξαρνος ἦν ἐπιδεδημηκέναι τινάς, οὐκ εἰδὼς ὁ Διονύσιος τὴν αἰτίαν

p.66
ὑπώπτευσε βαρυτέραν ἐπιβουλὴν καθ’ ἑαυτοῦ συνίστασθαι.

Διοργισθεὶς οὖν μάστιγας ᾔτει καὶ τροχὸν ἐπὶ Φωκᾶν, καὶ οὐ μόνον ἐκεῖνον ἀλλὰ καὶ τοὺς ἐν τοῖς ἀγροῖς ἅπαντας συνεκάλει μοιχείαν πεπεισμένος ζητεῖν. Αἰσθόμενος δὲ Φωκᾶς οἷ καθέστηκε δεινοῦ καὶ λέγων καὶ σιωπῶν “σοὶ” φησί, “δέσποτα,

ἐρῶ μόνῳ τὴν ἀλήθειαν.” Ὁ δὲ Διονύσιος πάντας ἀποπέμψας “ἰδοὺ” φησὶ “μόνοι γεγόναμεν. Μηδὲν· ἔτι ψεύσῃ, λέγε τἀληθὲς κἂν φαῦλον ᾖ.” “Φαῦλον μὲν” εἶπεν “οὐδέν ἐστιν, ὦ δέσποτα, μεγάλων γὰρ ἀγαθῶν φέρω σοι διηγήματα· εἰ δὲ σκυθρωπότερά ἐστιν αὐτῶν τὰ πρῶτα, διὰ τοῦτο μηδὲν ἀγωνιάσῃς μηδὲ λυπηθῇς, ἀλλὰ περίμεινον, ἕως οὗ πάντα ἀκούσῃς·