De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

ʽΒούλευσαἰ λέγεις. Βεβούλευμαι. Φοβῇ φίλους ἐμοὺς ἡ φιλτάτη πάντων. Τολμήσει δὲ τίς εἰπεῖν ἀνάξιον τὸν ἐξ ἐμοῦ γεννώμενον, κρείττονα τοῦ πατρὸς ἔχοντα τὸν πάππον;” Ταῦτα ἅμα λέγων καὶ δακρύων προσῆλθεν αὐτῇ· ἡ δὲ ἐρυθριάσασα ἠρέμα κατεφίλησεν αὐτὸν καὶ “σοὶ μὲν” εἶπε “πιστεύω, Διονύσιε, ἀπιστῶ δὲ τῇ ἐμῇ τύχῃ, καὶ γὰρ πρότερον ἐκ μειζόνων ἀγαθῶν δι’ αὐτὴν κατέπεσον.

Φοβοῦμαι μὴ οὐδέπω μοι διήλλακται. Σὺ τοίνυν, καίπερ ὢν χρηστὸς καὶ δίκαιος, μάρτυρας ποίησαι τοὺς θεοὺς οὐ διὰ σαυτόν, ἀλλὰ διὰ τοὺς πολίτας καὶ συγγενεῖς, ἵνα μή τις ἔτι κακοηθέστερον εἰς ἐμέ τι συμβουλεῦσαι δυνηθῇ, γινώσκων ὅτι ὀμώμοκας. Εὐκαταφρόνητόν

ἐστι γυνὴ μόνη καὶ ξένη.” “Ποίουσ”

p.48
φησὶ “θέλεις ὅρκους θεῶν; ἕτοιμος γὰρ ὀμνύναι, εἰ δυνατόν, εἰς τὸν οὐρανὸν ἀναβὰς καὶ ἁψάμενος αὐτοῦ τοῦ Διός.” “Ὄμοσόν μοι” φησὶ “τὴν θάλασσαν τὴν κομίσασάν με πρός σε καὶ τὴν Ἀφροδίτην τὴν δείξασαν μέ σοι καὶ τὸν Ἔρωτα τὸν νυμφαγωγόν.” Ἤρεσε ταῦτα καὶ ταχέως ὤμοσεν.

Ἐγένετο μὲν οὖν ἐρωτικὸν πάθος· ἔσπευδε δὲ καὶ ἀναβολὴν οὐκ ἐπέτρεπε τοῖς γάμοις· ταμιεύεσθαι γὰρ δύσκολον ἐξουσίαν ἐπιθυμίας. Διονύσιος δὲ ἀνὴρ πεπαιδευμένος κατείληπτο μὲν ὑπὸ χειμῶνος καὶ τὴν ψυχὴν ἐβαπτίζετο, ὅμως δ’ ἀνακύπτειν ἐβιάζετο καθάπερ ἐκ τρικυμίας τοῦ πάθους.

Καὶ τότε οὖν ἐπέστησε τοιούτοις λογισμοῖς “ἐν ἐρημίᾳ μέλλω γαμεῖν ὡς ἀληθῶς ἀργυρώνητον. Οὐχ οὕτως εἰμὶ ἀχάριστος, ἴνα μὴ ἑορτάσω τοὺς Καλλιρρόης γάμους. Ἐν τούτῳ πρώτῳ τιμῆσαί με δεῖ τὴν γυναῖκα. Φέρει δέ μοι ἀσφάλειαν καὶ πρὸς τὰ μέλλοντα· πάντων γὰρ πραγμάτων ὀξύτατόν ἐστιν ἡ φήμη· δι’ ἀέρος ἄπεισιν ἀκωλύτους ἔχουσα τὰς ὁδούς· διὰ ταύτην οὐδὲν δύναται παράδοξον λαθεῖν· ἤδη τρέχει φέρουσα τὸ καινὸν εἰς Σικελίαν διήγημα ʽζῇ Καλλιρρόη, καὶ τυμβωρύχοι διορύξαντες τὸν τάφον ἔκλεψαν αὐτήν, καὶ

ἐν Μιλήτῳ πέπραται.ʼ Καταπλεύσουσιν ἤδη τριήρεις Συρακουσίων καὶ Ἑρμοκράτης στρατηγὸς ἀπαιτῶν τὴν θυγατέρα. Τί μέλλω λέγειν; ʽΘήρων μοι πέπρακε. ʼΘήρων δὲ ποῦ; Κἂν πιστευθῶ τὴν ἀλήθειαν, ὑποδοχεύς εἰμι λῃστοῦ. Μελέτα, Διονύσιε, τὴν δίκην. Τάχα δὲ ἐρεῖς αὐτὴν ἐπὶ τοῦ μεγάλου βασιλέως. Ἄριστον οὖν τότε λέγειν ʽἐγὼ γυναῖκα ἐλευθέραν ἐπιδημήσασαν οὐκ οἶδ’ ὅπως ἤκουσα· ἐκδομένην ἑαυτὴν ἐν τῇ πόλει φανερῶς κατὰ νόμους ἔγημα.ʼ

Πείσω δὲ ταύτῃ μᾶλλον καὶ τὸν πενθερὸν ὡς οὐκ ἀνάξιός

p.49
εἰμι τῶν γάμων. Καρτέρησον, ψυχή, προθεσμίαν σύντομον, ἵνα τὸν πλείω χρόνον ἀπολαύσῃς ἀσφαλοῦς ἡδονῆς. Ἰσχυρότερος γενήσομαι πρὸς τὴν κρίσιν, ἀνδρός, οὐ δεσπότου νόμῳ χρώμενος.”

Ἔδοξεν οὕτως καὶ καλέσας Λεωνᾶν “ἄπιθι” φησὶν “εἰς τὴν πόλιν καὶ μεγαλοπρεπῶς ἑτοίμασον τὰ πρὸς τὸν γάμον. Ἐλαυνέσθωσαν ἀγέλαι· σῖτος καὶ οἶνος διὰ γῆς καὶ θαλάσσης κομιζέσθω· δημοσίᾳ τὴν