De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Οὐ συμφέρει σοι, παιδίον, εἰς βίον ἄθλιον παρελθεῖν, ὃν ἔδει καὶ γεννώμενον φυγεῖν. Ἄπιθι ἐλεύθερος, ἀπαθὴς κακῶν. Μηδὲν ἀκούσῃς τῶν περὶ τῆς μητρὸς διηγημάτων.” Πάλιν δὲ μετενόει καί πως ἔλεος αὐτὴν τοῦ κατὰ γαστρὸς εἰσῄει. “Βουλεύῃ τεκνοκτονῆσαι, πασῶν ἀσεβεστάτη, καὶ Μηδείας λαμβάνεις λογισμούς;

Ἀλλὰ καὶ τῆς Σκυθίδος ἀγριωτέρα δόξεις· ἐκείνη μὲν γὰρ ἐχθρὸν εἶχε τὸν ἄνδρα, σὺ δὲ τὸ Χαιρέου τέκνον θέλεις ἀποκτεῖναι καὶ μηδὲ ὑπόμνημα τοῦ περιβοήτου γάμου καταλιπεῖν. Τί δ’ ἂν υἱὸς ᾖ; τί δ’ ἂν ὅμοιος τῷ πατρί; τί δ’ ἂν εὐτυχέστερος ἐμοῦ; Μήτηρ ἀποκτείνῃ τὸν ἐκ τάφου σωθέντα καὶ λῃστῶν;

Πόσων ἀκούομεν θεῶν παῖδας καὶ βασιλέων ἐν δουλείᾳ γεννηθέντας ὕστερον ἀπολαβόντας τὸ τῶν πατέρων ἀξίωμα, τὸν Ζῆθον καὶ τὸν Ἀμφίονα καὶ Κῦρον; Πλεύσῃ μοι καὶ σύ, τέκνον, εἰς Σικελίαν· ζητήσεις πατέρα καὶ πάππον καὶ τὰ τῆς μητρὸς αὐτοῖς διηγήσῃ. Ἀναχθήσεται στόλος ἐκεῖθεν ἐμοὶ βοηθῶν

p.42
Σύ,

τέκνον, ἀλλήλοις ἀποδώσεις τοὺς γονεῖς.” Ταῦτα λογιζομένῃ δι’ ὅλης τῆς νυκτὸς ὕπνος ἐπῆλθε πρὸς ὀλίγον. Ἐπέστη δὲ αὐτῇ εἰκὼν Χαιρέου πάντ’ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλ’ εἰκυῖα, καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο. Ἑστὼς δὲ “παρατίθεμαί σοι” φησίν, “ὦ γύναι, τὸν υἱόν.” Ἔτι δὲ βουλομένου λέγειν ἀνέθορεν ἡ Καλλιρρόη, θέλουσα αὐτῷ περιπλακῆναι. Σύμβουλον οὖν τὸν ἄνδρα νομίσασα θρέψαι τὸ παιδίον ἔκρινε.

Τῆς δὲ ὑστεραίας ἐλθούσῃ Πλαγγόνι τὴν αὑτῆς γνώμην ἐδήλωσεν. Ἡ δὲ τὸ ἄκαιρον τῆς βουλῆς οὐ παρέλαβεν, ἀλλ’ “ἀδύνατόν ἐστί σοι” φησίν, “ὦ γύναι, τὸ τέκνον θρέψαι παρ’ ἡμῖν· ὁ γὰρ δεσπότης ἡμῶν ἐρωτικῶς σου διακείμενος ἄκουσαν μὲν οὐ βιάσεται δι’ αἰδῶ καὶ σωφροσύνην, θρέψαι δὲ τὸ παιδίον οὐκ ἐπιτρέψει διὰ ζηλοτυπίαν, ὑβρίζεσθαι δοκῶν εἰ τὸν μὲν ἀπόντα περισπούδαστον ὑπολαμβανεις, ὑπερορᾷς δὲ παρόντος αὐτοῦ,

Κρεῖττον οὖν μοι δοκεῖ πρὸ τοῦ γεννηθῆναι τὸ παιδίον ἢ γεννηθὲν ἀπολέσθαι· κερδανεῖς γὰρ ὠδῖνας ματαίας καὶ κυοφορίαν ἄχρηστον. Ἐγὼ δέ σε φιλοῦσα συμβουλεύω τἀληθῆ.” Βαρέως ἤκουσεν ἡ Καλλιρρόη καὶ προσπεσοῦσα τοῖς γόνασιν αὐτῆς ἱκέτευεν ὅπως συνεξεύρῃ τινὰ τέχνην,