De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Ἧκε τοίνυν εἰς τὸ ἱερόν, ὦ γύναι, καὶ πρὸς αὐτὸν εἰπὲ τὴν ἀλήθειαν, τίς οὖσα τυγχάνεις· οὐ γὰρ ἀτυχήσεις οὐδεμιᾶς δικαίας βοηθείας. Ἀλλὰ μόνον ἁπλῶς αὐτῷ διαλέγου, καὶ μηδὲν ἀποκρύψῃς τῶν ἀληθῶν· τοῦτο γὰρ αὐτοῦ ἐκκαλέσεται μᾶλλον τὴν εἴς σε φιλανθρωπίαν.” Ἄκουσα μὲν οὖν ἐβάδιζεν ἡ Καλλιρρόη, θαρροῦσα δ᾽ ὅμως διὰ τὸ ἐν ἱερῷ γενήσεσθαι τὴν ὁμιλίαν αὐτοῖς.

Ἐπεὶ δὲ ἧκεν, ἔτι μᾶλλον αὐτὴν ἐθαύμασαν ἅπαντες. Καταπλαγεὶς οὖν ὁ Διονύσιος ἄφωνος ἦν. Οὔσης δὲ ἐπὶ τὸ πλεῖστον σιωπῆς ὀψέ ποτε καὶ μόλις ἐφθέγξατο “τὰ μὲν ἐμὰ δῆλά σοι, γύναι, πάντα. Διονύσιός εἰμι, Μιλησίων πρῶτος, σχεδὸν δὲ καὶ τῆς ὅλης Ἰωνίας, ἐπ’ εὐσεβείᾳ καὶ φιλανθρωπίᾳ διαβόητος.

Δίκαιόν ἐστι καὶ σὲ περὶ σεαυτῆς εἰπεῖν ἡμῖν τὴν ἀλήθειαν·

p.35
οἱ μὲν γὰρ πωλήσαντές· σε Συβαρῖτιν ἔφασαν κατὰ ζηλοτυπίαν ἐκεῖθεν πραθεῖσαν ὑπὸ δεσποίνης.” Ἠρυθρίασεν ἡ Καλλιρρόη καὶ κάτω κύψασα ἠρέμα εἶπεν “ἐγὼ νῦν πρῶτον πέπραμαι· Σύβαριν δὲ οὐκ

εἶδον.” “Ἔλεγόν σοι” φησὶ Διονύσιος ἀποβλέψας πρὸς τὸν Λεωνᾶν “ὅτι οὐκ ἔστι δούλη· μαντεύομαι δὲ ὅτι καὶ εὐγενής.” “Εἶπόν μοι, γύναι, πάντα, καὶ πρῶτόν γε τοὔνομα τὸ σόν.” “Καλλιρρόη” φησίν ʽἤρεσε Διονυσίῳ καὶ τοὔνομἀ, τὰ δὲ λοιπὰ ἐσιώπα. Πυνθανομένου δὲ λιπαρῶς “δέομαί σου” φησίν, “ὦ δέσποτα, συγχώρησόν μοι τὴν ἐμαυτῆς τύχην σιωπᾶν.

Ὄνειρος ἦν τὰ πρῶτα καὶ μῦθος, εἰμὶ δὲ νῦν ὃ γέγονα, δούλη καὶ ξένη.” Ταῦτα λέγουσα ἐπειρᾶτο μὲν λανθάνειν, ἐλείβετο δὲ αὐτῆς τὰ δάκρυα κατὰ τῶν παρειῶν· προήχθη δὲ καὶ ὁ Διονύσιος κλάειν καὶ πάντες οἱ περιεστηκότες· ἔδοξε δ’ ἄν τις καὶ τὴν Ἀφροδίτην αὐτὴν σκυθρωποτέραν γεγονέναι. Διονύσιος δὲ ἐνέκειτο ἔτι μᾶλλον πολυπραγμονῶν καὶ “ταύτην αἰτοῦμαι παρά σου χάριν πρώτην.