De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Πρὸς δὲ τὴν Καλλιρρόην εἰσῆλθον αἱ ἄγροικοι γυναῖκες καὶ εὐθὺς ὡς δέσποιναν ἤρξαντο κολακεύειν. Πλαγγὼν δέ, ἡ τοῦ οἰκονόμου γυνή, ζῶον οὐκ ἄπρακτον, ἔφη πρὸς αὐτὴν “ζητεῖς μέν, ὦ τέκνον, πάντως τοὺς σεαυτῆς· ἀλλὰ καλῶς καὶ τοὺς ἐνθάδε νόμιζε σούς· Διονύσιος γάρ, ὁ δεσπότης ἡμῶν, χρηστός ἐστι καὶ φιλάνθρωπος. Εὐτυχῶς σε ἤγαγεν εἰς ἀγαθὴν ὁ θεὸς οἰκίαν.

Ὥσπερ ἐν πατρίδι διάξεις. Ἐκ μακρᾶς οὖν θαλάσσης ἀπόλουσαι τὴν ἄσιν· ἔχεις θεραπαινίδας.” Μόλις μὲν καὶ μὴ βουλομένην, προήγαγε δ᾽ ὅμως εἰς τὸ βαλανεῖον. Εἰσελθοῦσαν δὲ ἤλειψάν τε καὶ ἀπέσμηξαν ἐπιμελῶς καὶ μᾶλλον ἀποδυσαμένης κατεπλάγησαν· ὥστε ἐνδεδυμένης αὐτῆς θαυμάζουσαι τὸ πρόσωπον θεῖον πρόσωπον ἔδοξαν ἰδοῦσαι· ὁ χρὼς γὰρ λευκὸς ἔστιλψεν εὐθὺς μαρμαρυγῇ τινι ὅμοιον ἀπολάμπων· τρυφερὰ δὲ σάρξ, ὥστε δεδοικέναι

p.29
μὴ καὶ ἡ τῶν δακτύλων ἐπαφὴ μέγα τραῦμα ποιήσῃ.

Ἡσυχῆ δὲ διελάλουν πρὸς ἀλλήλας “καλὴ μὲν ἡ δέσποινα ἡμῶν καὶ περιβόητος· ταύτης δὲ ἂν θεραπαινὶς ἔδοξεν.” Ἐλύπει τὴν Καλλιρρόην ὁ ἔπαινος καὶ τοῦ μέλλοντος οὐκ ἀμάντευτος ἦν. Ἐπεὶ δὲ ἐλέλουτο καὶ τὴν κόμην συνεδέσμουν, καθαρὰς αὐτῇ προσήνεγκαν ἐσθῆτας· ἡ δὲ οὐ πρέπειν ἔλεγε ταῦτα τῇ νεωνήτῳ.

“Χιτῶνά μοι δότε δουλικόν· καὶ γὰρ ὑμεῖς ἐστέ μου κρείττονες.” Ἐνεδύσατο μὲν οὖν τι τῶν ἐπιτυχόντων· κἀκεῖνο δὲ ἔπρεπεν αὐτῇ καὶ πολυτελὲς ἔδοξε καταλαμπόμενον ὑπὸ κάλλους.

Ἐπεὶ δὲ ἠρίστησαν αἱ γυναῖκες, λέγει ἡ Πλαγγὼν “ἐλθὲ πρὸς τὴν Ἀφροδίτην καὶ εὖξαι περὶ σαυτῆς· ἐπιφανὴς δέ ἐστιν ἐνθάδε ἡ θεός, καὶ οὐ μόνον οἱ γείτονες, ἀλλὰ καὶ οἱ ἐξ ἄστεος παραγινόμενοι θύουσιν αὐτῇ. Μάλιστα δὲ ἐπήκοος Διονυσίῳ· ἐκεῖνος οὐδέποτε

παρῆλθεν αὐτήν.” Εἶτα διηγοῦντο τῆς θεοῦ τὰς ἐπιφανείας καί τις εἶπε τῶν ἀγροίκων “δόξεις, ὦ γύναι, θεασαμένη τὴν Ἀφροδίτην εἰκόνα βλέπειν σεαυτῆς.” Ἀκούσασα δὲ ἡ Καλλιρρόη δακρύων ἐνεπλήσθη καὶ λέγει πρὸς ἑαυτὴν “Οἴμοι τῆς συμφορᾶς, κἀνταῦθά ἐστιν Ἀφροδίτη θεὸς ἡ ἐμοὶ τῶν πάντων κακῶν αἰτία. Πλὴν ἄπειμι, θέλω γὰρ αὐτὴν πολλὰ μέμψασθαι.”

Τὸ δὲ ἱερὸν πλησίον ἦν τῆς ἐπαύλεως παρ’ αὐτὴν τὴν λεωφόρον. Προσκυνήσασα δὲ ἡ Καλλιρρόη καὶ τῶν ποδῶν λαβομένη τῆς Ἀφροδίτης “σύ μοι” φησὶ “πρώτη Χαιρέαν ἔδειξας, συναρμόσασα δὲ καλὸν ζεῦγος οὐκ ἐτήρησας· καίτοιγε ἡμεῖς σε ἐκοσμοῦμεν.

Ἐπεὶ δὲ οὕτως ἐβουλήθης, μίαν αἰτοῦμαι παρὰ σοῦ χάριν· μηδενί με ποιήσῃς μετ’ ἐκεῖνον ἀρέσαι.” Πρὸς τοῦτο ἀνένευσεν ἡ Ἀφροδίτη· μήτηρ γάρ ἐστι τοῦ

p.30
Ἔρωτος, καὶ πάλιν ἄλλον ἐπολιτεύετο γάμον, ὃν οὐδὲ αὐτὸν ἔμελλε τηρήσειν. Ἀπαλλαγεῖσα δὲ ἡ Καλλιρρόη λῃστῶν καὶ θαλάσσης τὸ ἴδιον κάλλος ἀνελάμβανεν, ὥστε θαυμάζειν τοὺς ἀγροίκους καθ’ ἡμέραν εὐμορφοτέρας αὐτῆς βλεπομένης.