De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

δειλὸν εἰπὼν καὶ νεκρότερον τῆς τεθνεώσης, εἶτα ἐκέλευσε ἄλλον εἰσελθεῖν. Ἐπεὶ δὲ οὐδεὶς ὑπέμενεν, αὐτὸς εἰσῆλθε προβαλλόμενος τὸ ξίφος. Λάμψαντος δὲ τοῦ σιδήρου, δείσασα ἡ Καλλιρρόη, μὴ φονευθῇ, πρὸς τὴν γωνίαν ἐξέτεινεν ἑαυτὴν κἀκεῖθεν ἱκέτευε, λεπτὴν ἀφιεῖσα

p.17
φωνήν “ἐλέησον, ὅστις ποτ’ εἶ, τὴν οὐκ ἐλεηθεῖσαν ὑπ’ ἀνδρὸς οὐδὲ γονέων· μὴ ἀποκτείνῃς ἣν σέσωκας.”

Μᾶλλον ἐθάρρησεν ὁ Θήρων καὶ οἷα δεινὸς ἀνὴρ ἐνόησε τὴν ἀλήθειαν· ἔστη δὲ σύννους καὶ τὸ μὲν πρῶτον ἐβουλεύσατο κτεῖναι τὴν γυναῖκα, νομίζων ἐμπόδιον ἔσεσθαι τῆς ὅλης πράξεως· ταχεῖα δὲ διὰ τὸ κέρδος ἐγένετο μετάνοια καὶ πρὸς αὑτὸν εἶπεν “ἔστω καὶ αὐτὴ τῶν ἐνταφίων μέρος· πολὺς μὲν ἄργυρος ἐνταῦθα πολὺς δὲ χρυσός, τούτων δὲ πάντων

τὸ τῆς γυναικὸς τιμιώτερον κάλλος.” Λαβόμενος οὖν τῆς χειρὸς ἐξήγαγεν αὐτήν, εἶτα καλέσας τὸν συνεργὸν “ἰδοὺ” φησὶν “ὁ δαίμων, ὃν ἐφοβοῦ· καλός γε λῃστὴς φοβηθεὶς γυναῖκα. Σὺ μὲν οὖν φύλαττε ταύτην· θέλω γὰρ αὐτὴν ἀποδοῦναι τοῖς γονεῦσιν· ἡμεῖς δὲ ἐκφέρωμεν τὰ ἔνδον ἀποκείμενα, μηκέτι μηδὲ τῆς νεκρᾶς αὐτὰ τηρούσης.”

Ἐπεὶ δὲ ἐνέπλησαν τὸν κέλητα τῶν λαφύρων, ἐκέλευσεν ὁ Θήρων τὸν φύλακα μικρὸν ἀποστῆναι μετὰ τῆς γυναικός· εἶτα βουλὴν προύθηκε περὶ αὐτῆς. Ἐγένοντο δὲ αἱ γνῶμαι διάφοροι καὶ ἀλλήλαις ὑπεναντίαι.