De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Δὸς οὖν μοι σχολάζοντα σεαυτὸν καὶ ἀκούσῃ μεγάλα πράγματα ὅλῳ τῷ βίῳ σου διαφέροντα.” Τοιούτοις ῥήμασιν ὁ μιαρὸς ἐκεῖνος ἄνθρωπος τοῦ μειρακίου τὴν ψυχὴν ἀνακουφίσας καὶ μεστὸν ποιήσας ἐλπίδος καὶ φόβου καὶ πολυπραγμοσύνης, δεομένου λέγειν ὤκνει καὶ προυφασίζετο μὴ εἶναι τὸν καιρὸν ἐπιτήδειον τὸν παρόντα, δεῖν δὲ ἀναβολῆς καὶ σχολῆς μακροτέρας.

Ἐνέκειτο μᾶλλον ὁ Χαιρέας, ἤδη τι προσδοκῶν βαρύτερον· ὁ δ’ ἐμβαλὼν αὐτῷ τὴν δεξιὰν ἀπῆγεν εἴς τι χωρίον ἠρεμαῖον, εἶτα συναγαγὼν τὰς ὀφρῦς καὶ ὅμοιος γενόμενος λυπουμένῳ, μικρὸν δέ τι καὶ δακρύσας “ἀηδῶς μὲν” εἶπεν “ὦ Χαιρέα, σκυθρωπόν σοι πρᾶγμα μηνύω καὶ πάλαι βουλόμενος εἰπεῖν ὤκνουν· ἐπεὶ δὲ ἤδη φανερῶς ὑβρίζῃ καὶ θρυλεῖται πανταχοῦ τὸ δεινόν, οὐχ ὑπομένω

p.10
σιωπᾶν· φύσει τε γὰρ μισοπόνηρός εἰμι καὶ σοὶ μάλιστα εὔνους.

Γίνωσκε τοίνυν μοιχευομένην σου τὴν γυναῖκα, καὶ ἵνα τούτῳ πιστεύσῃς, ἕτοιμος ἐπ̓ αὐτοφώρῳ τὸν μοιχὸν δεικνύειν.” Ὣς φάτο· τὸν δ’ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα, ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν χεύατο κὰκ κεφαλῆς, χάριεν δ’ ᾔσχυνε πρόσωπον.

Ἐπὶ πολὺ μὲν οὖν ἀχανὴς ἔκειτο, μήτε τὸ στόμα μήτε τοὺς ὀφθαλμοὺς ἐπᾶραι δυνάμενος· ἐπεὶ δὲ φωνὴν οὐχ ὁμοίαν μὲν ὀλίγην δὲ συνελέξατο, “δυστυχῆ μὲν” εἶπεν “αἰτῶ παρὰ σοῦ χάριν αὐτόπτης γενέσθαι τῶν ἐμῶν κακῶν· ὅμως δὲ δεῖξον, ὅπως εὐλογώτερον ἐμαυτὸν ἀνέλω· Καλλιρρόης γὰρ καὶ ἀδικούσης φείσομαι.”

“Προσποίησαι” φησὶν “ὡς εἰς ἀγρὸν ἀπιέναι, βαθείας δὲ ἑσπέρας παραφύλαττε τὴν οἰκίαν· ὄψει γὰρ εἰσιόντα τὸν μοιχόν.” Συνέθεντο ταῦτα, καὶ ὁ μὲν Χαιρέας πέμψας ʽοὐ γὰρ αὐτὸς ὑπέμεινεν οὐδὲ εἰσελθεῖν’ “ἄπειμι” φησὶν “εἰς ἀγρόν·” ὁ δὲ κακοήθης ἐκεῖνος καὶ διάβολος συνέταττε τὴν σκηνήν.

Ἑσπέρας οὖν ἐπιστάσης ὁ μὲν ἐπὶ τὴν κατασκοπὴν ἦλθεν, ὁ δὲ τὴν ἅβραν τῆς Καλλιρρόης διαφθείρας ἐνέβαλεν εἰς τὸν στενωπόν, ὑποκρινόμενος μὲν τὸν λαθραίοις ἔργοις ἐπιχειρεῖν προαιρούμενον, πάντα δὲ μηχανώμενος ἵνα μὴ λάθοι· κόμην εἶχε λιπαρὰν καὶ βοστρύχους μύρων ἀποπνέοντας, ὀφθαλμοὺς ὑπογεγραμμένους, ἱμάτιον μαλακόν, ὑπόδημα λεπτόν· δακτύλιοι βαρεῖς ὑπέστιλβον. Εἶτα πολὺ περιβλεψάμενος τῇ θύρᾳ προσῆλθε, κρούσας δὲ ἐλαφρῶς τὸ εἰωθὸς ἔδωκε σημεῖον.

Ἡ δὲ θεράπαινα καὶ αὐτὴ περίφοβος ἠρέμα παρανοίξασα καὶ λαβομένη τῆς χειρὸς εἰσήγαγε. Ταῦτα θεασάμενος Χαιρέας οὐκέτι κατέσχεν ἀλλὰ εἰσέδραμεν ἐπ’ αὐτοφώρῳ

p.11
τὸν μοιχὸν ἀναιρήσων.

Ὁ μὲν οὖν παρὰ τὴν αὔλειον θύραν ὑποστὰς εὐθὺς ἐξῆλθεν, ἡ δὲ Καλλιρρόη καθῆστο ἐπὶ τῆς κλίνης ζητοῦσα Χαιρέαν καὶ μηδὲ λύχνον ἅψασα διὰ τὴν λύπην· ψόφου δὲ ποδῶν γενομένου πρώτη τοῦ ἀνδρὸς ᾔσθετο τὴν ἀναπνοὴν καὶ χαίρουσα αὐτῷ προσέδραμεν.

Ὁ δὲ φωνὴν μὲν οὐκ ἔσχεν ὥστε λοιδορήσασθαι, κρατούμενος δὲ ὑπὸ τῆς ὀργῆς ἐλάκτισε προσιοῦσαν. Εὐστόχως οὖν ὁ ποῦς κατὰ τοῦ διαφράγματος ἐνεχθεὶς ἐπέσχε τῆς παιδὸς τὴν ἀναπνοήν, ἐρριμμένην δὲ αὐτὴν αἱ θεραπαινίδες βαστάσασαι κατέκλιναν ἐπὶ τὴν κοίτην.

Καλλιρρόη μὲν οὖν ἄφωνος καὶ ἄπνους ἔκειτο νεκρᾶς εἰκόνα πᾶσι παρέχουσα, Φήμη δὲ ἄγγελος τοῦ πάθους καθ’ ὅλην τὴν πόλιν διέτρεχεν, οἰμωγὴν ἐγείρουσα διὰ τῶν στενωπῶν ἄχρι τῆς θαλάττης· καὶ πανταχόθεν ὁ θρῆνος ἠκούετο, καὶ τὸ πρᾶγμα ἐῴκει πόλεως ἁλώσει. Χαιρέας δὲ ἔτι τῷ θυμῷ ζέων δι᾽ ὅλης τῆς νυκτὸς ἀποκλείσας ἑαυτὸν ἐβασάνιζε τὰς θεραπαινίδας, πρώτην δὲ καὶ τελευταίαν τὴν ἅβραν.

Ἔτι δὲ καομένων καὶ τεμνομένων αὐτῶν ἔμαθε τὴν ἀλήθειαν. Τότε ἔλεος αὐτὸν εἰσῆλθε τῆς ἀποθανούσης καὶ ἀποκτεῖναι μὲν ἑαυτὸν ἐπεθύμει, Πολύχαρμος δ’ ἐκώλυε, φίλος ἐξαίρετος τοιοῦτος, οἷον Ὅμηρος ἐποίησε Πάτροκλον Ἀχιλλέως. Ἡμέρας δὲ γενομένης οἱ ἄρχοντες ἐκλήρουν δικαστήριον τῷ φονεῖ, διὰ τὴν πρὸς Ἑρμοκράτην τιμὴν ἐπισπεύδοντες τὴν κρίσιν.

Ἀλλὰ καὶ ὁ δῆμος ἅπας εἰς τὴν ἀγορὰν συνέτρεχεν, ἄλλων ἄλλα κεκραγότων· ἐδημοκόπουν δὲ οἱ τῆς μνηστείας ἀποτυχόντες καὶ ὁ Ἀκραγαντῖνος ὑπὲρ ἅπαντας, λαμπρός τε καὶ σοβαρός, οἷον διαπραξάμενος ἔργον ὃ μηδεὶς ἂν προσεδόκησε.

Συνέβη δὲ πρᾶγμα καινὸν καὶ ἐν δικαστηρίῳ μηδεπώποτε

p.12
πραχθέν· ῥηθείσης γὰρ τῆς κατηγορίας ὁ φονεὺς μετρηθέντος αὐτῷ τοῦ ὕδατος ἀντὶ τῆς ἀπολογίας αὐτοῦ κατηγόρησε πικρότερον καὶ πρῶτος τὴν καταδικάζουσαν ψῆφον ἤνεγκεν, οὐδὲν εἰπὼν τῶν πρὸς τὴν ἀπολογίαν δικαίων, οὐ τὴν διαβολήν, οὖ τὴν ζηλοτυπίαν, οὐ τὸ ἀκούσιον, ἀλλ’ ἐδεῖτο πάντων “δημοσίᾳ με καταλεύσατε· ἀπεστεφάνωσα τὸν δῆμον.

Φιλάνθρωπόν ἐστιν ἂν παραδῶτέ με δημίῳ. Τοῦτο ὤφειλον ἂν παθεῖν, εἰ καὶ θεραπαινίδα Ἑρμοκράτους ἀπέκτεινα. Τρόπον ζητήσατε κολάσεως ἀπόρρητον. Χείρονα δέδρακα ἱεροσύλων καὶ πατροκτόνων. Μὴ θάψητέ με, μὴ μιάνητε τὴν γῆν, ἀλλὰ τὸ ἀσεβὲς καταποντώσατε σῶμα.”

Ταῦτα λέγοντος θρῆνος ἐξερράγη, καὶ πάντες ἀφέντες τὴν νεκρὰν τὸν ζῶντα ἐπένθουν. Ἑρμοκράτης συνηγόρησε Χαιρέᾳ πρῶτος. “Ἐγὼ” φησὶν “ἐπίσταμαι τὸ συμβὰν ἀκούσιον ὄν. Βλέπω τοὺς ἐπιβουλεύοντας ἡμῖν. Οὐκ ἐφησθήσονται δυσὶ νεκροῖς,

οὐδὲ λυπήσω τεθνεῶσαν τὴν θυγατέρα. Ἤκουσα λεγούσης αὐτῆς πολλάκις ὅτι αὑτῆς μᾶλλον θέλει Χαιρέαν ζῆν. Παύσαντες οὖν τὸ περισσὸν δικαστήριον ἐπὶ τὸν ἀναγκαῖον ἀπίωμεν τάφον. Μὴ παραδῶμεν χρόνῳ τὴν νεκράν, μηδὲ ἄμορφον τῇ παρολκῇ ποιήσωμεν τὸ σῶμα. Θάψωμεν Καλλιρρόην ἔτι καλήν.”