De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Ἡ δὲ θεράπαινα καὶ αὐτὴ περίφοβος ἠρέμα παρανοίξασα καὶ λαβομένη τῆς χειρὸς εἰσήγαγε. Ταῦτα θεασάμενος Χαιρέας οὐκέτι κατέσχεν ἀλλὰ εἰσέδραμεν ἐπ’ αὐτοφώρῳ

p.11
τὸν μοιχὸν ἀναιρήσων.

Ὁ μὲν οὖν παρὰ τὴν αὔλειον θύραν ὑποστὰς εὐθὺς ἐξῆλθεν, ἡ δὲ Καλλιρρόη καθῆστο ἐπὶ τῆς κλίνης ζητοῦσα Χαιρέαν καὶ μηδὲ λύχνον ἅψασα διὰ τὴν λύπην· ψόφου δὲ ποδῶν γενομένου πρώτη τοῦ ἀνδρὸς ᾔσθετο τὴν ἀναπνοὴν καὶ χαίρουσα αὐτῷ προσέδραμεν.

Ὁ δὲ φωνὴν μὲν οὐκ ἔσχεν ὥστε λοιδορήσασθαι, κρατούμενος δὲ ὑπὸ τῆς ὀργῆς ἐλάκτισε προσιοῦσαν. Εὐστόχως οὖν ὁ ποῦς κατὰ τοῦ διαφράγματος ἐνεχθεὶς ἐπέσχε τῆς παιδὸς τὴν ἀναπνοήν, ἐρριμμένην δὲ αὐτὴν αἱ θεραπαινίδες βαστάσασαι κατέκλιναν ἐπὶ τὴν κοίτην.

Καλλιρρόη μὲν οὖν ἄφωνος καὶ ἄπνους ἔκειτο νεκρᾶς εἰκόνα πᾶσι παρέχουσα, Φήμη δὲ ἄγγελος τοῦ πάθους καθ’ ὅλην τὴν πόλιν διέτρεχεν, οἰμωγὴν ἐγείρουσα διὰ τῶν στενωπῶν ἄχρι τῆς θαλάττης· καὶ πανταχόθεν ὁ θρῆνος ἠκούετο, καὶ τὸ πρᾶγμα ἐῴκει πόλεως ἁλώσει. Χαιρέας δὲ ἔτι τῷ θυμῷ ζέων δι᾽ ὅλης τῆς νυκτὸς ἀποκλείσας ἑαυτὸν ἐβασάνιζε τὰς θεραπαινίδας, πρώτην δὲ καὶ τελευταίαν τὴν ἅβραν.

Ἔτι δὲ καομένων καὶ τεμνομένων αὐτῶν ἔμαθε τὴν ἀλήθειαν. Τότε ἔλεος αὐτὸν εἰσῆλθε τῆς ἀποθανούσης καὶ ἀποκτεῖναι μὲν ἑαυτὸν ἐπεθύμει, Πολύχαρμος δ’ ἐκώλυε, φίλος ἐξαίρετος τοιοῦτος, οἷον Ὅμηρος ἐποίησε Πάτροκλον Ἀχιλλέως. Ἡμέρας δὲ γενομένης οἱ ἄρχοντες ἐκλήρουν δικαστήριον τῷ φονεῖ, διὰ τὴν πρὸς Ἑρμοκράτην τιμὴν ἐπισπεύδοντες τὴν κρίσιν.