De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

εἶτά με τυμβωρύχων χερσὶ παρέδωκας καὶ ἐκ τάφου προήγαγες εἰς θάλασσαν καὶ τῶν κυμάτων τοὺς πειρατὰς φοβερωτέρους ἐπέστησας. Τὸ δὲ περιβόητον κάλλος εἰς τοῦτο ἐκτησάμην, ἵν’ ὑπὲρ ἐμοῦ Θήρων ὁ λῃστ̔??ʼ

p.26
μεγάλην λάβῃ τιμήν.

Ἐν ἐρημίᾳ πέπραμαι καὶ οὐδὲ εἰς πόλιν ἠνέχθην, ὡς ἄλλη τις τῶν ἀργυρωνήτων· ἐφοβήθης γάρ, ὦ Τύχη, μή τις ἰδὼν εὐγενῆ δόξῃ. Διὰ τοῦτο ὡς σκεῦος παρεδόθην οὐκ οἶδα τίσιν, Ἕλλησιν ἢ βαρβάροις ἢ πάλιν λῃσταῖς.” Κόπτουσα δὲ τῇ χειρὶ τὸ στῆθος εἶδεν ἐν τῷ δακτυλίῳ τὴν εἰκόνα τὴν Χαιρέου καὶ καταφιλοῦσα “ἀληθῶς ἀπόλωλα,

ὦ Χαιρέα” φησί, “τοσούτῳ διαζευχθεῖσα πάθει. Καὶ σὺ μὲν πενθεῖς καὶ μετανοεῖς καὶ τάφῳ κενῷ παρακάθησαι, μετὰ θάνατόν μοι τὴν σωφροσύνην μαρτυρῶν, ἐγὼ δὲ ἡ Ἑρμοκράτους θυγάτηρ, ἡ σὴ γυνή, δεσπότῃ σήμερον ἐπράθην.” Τοιαῦτα ὀδυρομένῃ μόλις ὕπνος ἐπῆλθεν αὐτῇ.

Λεωνᾶς δὲ κελεύσας Φωκᾷ τῷ οἰκονόμῳ πολλὴν ἐπιμέλειαν ἔχειν τῆς γυναικὸς αὐτὸς ἔτι νυκτὸς ἐξῆλθεν εἰς τὴν Μίλητον, σπεύδων εὐαγγελίσασθαι τῷ δεσπότῃ τὰ περὶ τῆς νεωνήτου, μεγάλην οἰόμενος αὐτῷ φέρειν τοῦ πένθους παραμυθίαν. Εὗρε δὲ ἔτι κατακείμενον τὸν Διονύσιον· ἀλύων γὰρ ὑπὸ τῆς λύπης οὐδὲ προῄει τὰ πολλά, καίτοι ποθούσης αὐτὸν τῆς πατρίδος, ἀλλὰ διέτριβεν ἐν τῷ θαλάμῳ, ὡς ἔτι παρούσης αὐτῷ τῆς γυναικός.

Ἰδὼν δὲ τὸν Λεωνᾶν ἔφη πρὸς αὐτὸν “μίαν ταύτην ἐγὼ νύκτα μετὰ τὸν θάνατον τῆς ἀθλίας ἡδέως κεκοίμημαι· καὶ γὰρ εἶδον αὐτὴν ἐναργῶς μείζονά τε καὶ κρείττονα γεγενημένην, καὶ ὡς ὕπαρ μοι συνῆν. Ἔδοξα δὲ εἶναι τὴν πρώτην

p.27
ἡμέραν τῶν γάμων καὶ ἀπὸ τῶν χωρίων μου τῶν παραθαλαττίων αὐτὴν νυμφαγωγεῖν, σοῦ μοι τὸν ὑμέναιον ᾅδοντος.” Ἔτι δὲ αὐτοῦ διηγουμένου,

Λεωνᾶς ἀνεβόησεν “εὐτυχὴς εἶ, δέσποτα, καὶ ὄναρ καὶ ὕπαρ. Μέλλεις ἀκούειν ταῦτα, ἃ τεθέασαι.” Καὶ ἀρξάμενος αὐτῷ διηγεῖται “προσῆλθέ μοί τις ἔμπορος πιπράσκων γυναῖκα καλλίστην, διὰ δὲ τοὺς τελώνας ἔξω τῆς πόλεως ὥρμισε τὴν ναῦν πλησίον τῶν σῶν χωρίων.

Κἀγὼ συνταξάμενος ἀπῆλθον εἰς ἀγρόν. Ἐκεῖ δὲ συμβαλόντες ἀλλήλοις ἔργῳ μὲν τὴν πρᾶσιν ἀπηρτίκαμεν· ἐγὼ γὰρ ἐκείνῳ τάλαντον δέδωκα· δεῖ δὲ ἐνταῦθα

γενέσθαι νομίμως τὴν καταγραφήν.” Ὁ δὲ Διονύσιος τὸ μὲν κάλλος ἡδέως ἤκουσε τῆς γυναικὸς ʽἦν γὰρ φιλογύνης ἀληθῶσ̓, τὴν δὲ δουλείαν ἀηδῶς· ἀνὴρ γὰρ βασιλικός, διαφέρων ἀξιώματι καὶ παιδείᾳ τῆς ὅλης Ἰωνίας, ἀπηξίου κοίτην θεραπαινίδος, καὶ “ἀδύνατον” εἶπεν, “ὦ Λεωνᾶ, καλὸν εἶναι σῶμα μὴ πεφυκὸς ἐλεύθερον. Οὐκ ἀκούεις τῶν ποιητῶν ὅτι θεῶν παῖδές εἰσιν οἱ καλοί, πολὺ δὲ πρότερον ἀνθρώπων εὐγενῶν; σοὶ δὲ ἤρεσεν ἐπ’ ἐρημίας· συνέκρινας γὰρ αὐτὴν ταῖς ἀγροίκοις.

Ἀλλ’ ἐπείπερ ἐπρίω, βάδιζε εἰς τὴν ἀγοράν· Ἄδραστος δὲ ὁ ἐμπειρότατος τῶν νόμων διοικήσει τὰς καταγραφάς.” Ἔχαιρεν ὁ Λεωνᾶς ἀπιστούμενος· τὸ γὰρ ἀπροσδόκητον ἔμελλε τὸν δεσπότην μᾶλλον ἐκπλήσσειν. Περιιὼν δὲ τοὺς Μιλησίων λιμένας ἅπαντας καὶ τὰς τραπέζας καὶ τὴν πόλιν ὅλην οὐδαμοῦ Θήρωνα εὑρεῖν ἐδύνατο.

Ἐμπόρους ἐξήταζε καὶ πορθμεῖς, ἐγνώριζε δὲ οὐδείς. Ἐν πολλῇ τοίνυν ἀπορίᾳ γενόμενος κωπήρεις λαβὼν παρέπλευσεν ἐπὶ τὴν ἀκτὴν κἀκεῖθεν ἐπὶ τὸ χωρίον· οὐκ ἔμελλε δὲ εὑρήσειν τὸν ἤδη πλέοντα. Μόλις οὖν καὶ βραδέως ἀπῆλθε πρὸς τὸν δεσπότην.