De Chaerea et Callirhoe
Chariton of Aphrodisias
Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.
Τάλαντον οὖν ἀργυρίου προκομίσας ἠνάγκαζε λαβεῖν, ὁ δὲ Θήρων ἀκκισάμενος λαμβάνει. Κατέχοντος δὲ ἐπὶ δεῖπνον αὐτὸν τοῦ Λεωνᾶ ʽκαὶ γὰρ ἦν ὀψὲ τῆς ὥρασ̓ “βούλομαι” φησὶν “ἀφ’ ἑσπέρας εἰς τὴν πόλιν πλεῦσαι, τῇ δ᾽ ὑστεραίᾳ ἐπὶ τῷ λιμένι συμβαλοῦμεν.”
Ἐπὶ τούτοις ἀπηλλάγησαν. Ἐλθὼν δ’ ἐπὶ τὴν ναῦν ὁ Θήρων ἐκέλευσεν ἀραμένους τὰς ἀγκύρας ἀνάγεσθαι τὴν ταχίστην, πρὶν ἐκπύστους γενέσθαι. Καὶ οἱ μὲν ἀπεδίδρασκον ἔνθα τὸ πνεῦμα ἔφερε, μόνη δὲ Καλλιρρόη γενομένη ἤδη μετ’ ἐξουσίας τὴν ἰδίαν ἀπωδύρετο τύχην. “Ἰδοὺ” φησὶν “ἄλλος τάφος, ἐν ᾧ Θήρων με κατέκλεισεν, ἐρημότερος ἐκείνου μᾶλλον·
πατὴρ γάρ μοι ἂν ἐκεῖ προσῆλθε καὶ μήτηρ, καὶ Χαιρέας ἐπέσπεισε δακρύων· ᾐσθόμην ἂν καὶ τεθυεῶσα. Τίνα δὲ ἐνταῦθα καλέσω; Γινώσκεις. Τύχη βάσκανε, διὰ γῆς καὶ θαλάσσης τῶν ἐμῶν κακῶν οὐκ ἐπληρώθης, ἀλλὰ πρῶτον μὲν τὸν ἐραστήν μου σὺ φονέα ἐποίησας ʽΧαιρέας, ὁ μηδὲ δοῦλον μηδέποτε πλήξας, ἐλάκτισε καιρίως ἐμὲ τὴν φιλοῦσαν̓·
εἶτά με τυμβωρύχων χερσὶ παρέδωκας καὶ ἐκ τάφου προήγαγες εἰς θάλασσαν καὶ τῶν κυμάτων τοὺς πειρατὰς φοβερωτέρους ἐπέστησας. Τὸ δὲ περιβόητον κάλλος εἰς τοῦτο ἐκτησάμην, ἵν’ ὑπὲρ ἐμοῦ Θήρων ὁ λῃστ̔??ʼ
Ἐν ἐρημίᾳ πέπραμαι καὶ οὐδὲ εἰς πόλιν ἠνέχθην, ὡς ἄλλη τις τῶν ἀργυρωνήτων· ἐφοβήθης γάρ, ὦ Τύχη, μή τις ἰδὼν εὐγενῆ δόξῃ. Διὰ τοῦτο ὡς σκεῦος παρεδόθην οὐκ οἶδα τίσιν, Ἕλλησιν ἢ βαρβάροις ἢ πάλιν λῃσταῖς.” Κόπτουσα δὲ τῇ χειρὶ τὸ στῆθος εἶδεν ἐν τῷ δακτυλίῳ τὴν εἰκόνα τὴν Χαιρέου καὶ καταφιλοῦσα “ἀληθῶς ἀπόλωλα,
ὦ Χαιρέα” φησί, “τοσούτῳ διαζευχθεῖσα πάθει. Καὶ σὺ μὲν πενθεῖς καὶ μετανοεῖς καὶ τάφῳ κενῷ παρακάθησαι, μετὰ θάνατόν μοι τὴν σωφροσύνην μαρτυρῶν, ἐγὼ δὲ ἡ Ἑρμοκράτους θυγάτηρ, ἡ σὴ γυνή, δεσπότῃ σήμερον ἐπράθην.” Τοιαῦτα ὀδυρομένῃ μόλις ὕπνος ἐπῆλθεν αὐτῇ.
Λεωνᾶς δὲ κελεύσας Φωκᾷ τῷ οἰκονόμῳ πολλὴν ἐπιμέλειαν ἔχειν τῆς γυναικὸς αὐτὸς ἔτι νυκτὸς ἐξῆλθεν εἰς τὴν Μίλητον, σπεύδων εὐαγγελίσασθαι τῷ δεσπότῃ τὰ περὶ τῆς νεωνήτου, μεγάλην οἰόμενος αὐτῷ φέρειν τοῦ πένθους παραμυθίαν. Εὗρε δὲ ἔτι κατακείμενον τὸν Διονύσιον· ἀλύων γὰρ ὑπὸ τῆς λύπης οὐδὲ προῄει τὰ πολλά, καίτοι ποθούσης αὐτὸν τῆς πατρίδος, ἀλλὰ διέτριβεν ἐν τῷ θαλάμῳ, ὡς ἔτι παρούσης αὐτῷ τῆς γυναικός.