De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Ἄρειος πάγος εὐθὺς ἐκεῖ καὶ ἄρχοντες τυράννων βαρύτεροι. μᾶλλον Συρακουσίων Ἀθηναίους φοβηθῶμεν. χωρίον ἡμῖν ἐπιτήδειόν ἐστιν Ἰωνία, καὶ γὰρ πλοῦτος ἐκεῖ βασιλικὸς ἐκ τῆς μεγάλης Ἀσίας ἄνωθεν ἐπιρρέων καὶ ἄνθρωποι τρυφῶντες καὶ ἀπράγμονες· ἐλπίζω δέ τινας αὐτόθεν εὑρήσειν καὶ γνωρίμους.”

ὑδρευσάμενοι δὴ καὶ λαβόντες ἀπὸ τῶν παρουσῶν ὁλκάδων ἐπισιτισμὸν ἔπλεον εὐθὺ Μιλήτου, τριταῖοι δὲ κατήχθησαν εἰς ὅρμον ἀπέχοντα τῆς πόλεως σταδίους ὀγδοήκοντα, εὐφυέστατον εἰς ὑποδοχήν.

Ἔνθα δὴ Θήρων κώπας ἐκέλευσεν ἐκφέρειν καὶ μονὴν ποιεῖν τῇ Καλλιρόῃ καὶ πάντα παρέχειν εἰς τρυφήν. ταῦτα δὲ οὐκ ἐκ φιλανθρωπίας ἔπραττεν ἀλλʼ ἐκ φιλοκερδίας, ὡς ἔμπορος μᾶλλον ἢ λῃστής. αὐτὸς δὲ διέδραμεν εἰς ἄστυ παραλαβὼν δύο τῶν ἐπιτηδείων. εἶτα φανερῶς μὲν οὐκ ἐβουλεύετο ζητεῖν τὸν ὠνητὴν οὐδὲ περιβόητον τὸ πρᾶγμα ποιεῖν, κρύφα δὲ καὶ διὰ χειρὸς ἔσπευδε τὴν πρᾶσιν. δυσδιάθετον δὲ ἀπέβαινεν· οὐ γὰρ ἦν τὸ κτῆμα πολλῶν οὐδὲ ἑνὸς τῶν ἐπιτυχόντων, ἀλλὰ πλουσίου τινὸς καὶ βασιλέως, τοῖς δὲ τοιούτοις ἐφοβεῖτο προσιέναι.

γινομένης οὖν διατριβῆς μακροτέρας οὐκέτι φέρειν ὑπέμενε τὴν παρολκήν· νυκτὸς δὲ ἐπελθούσης καθεύδειν μὲν οὐκ ἐδύνατο, ἔφη δὲ πρὸς αὑτὸν “ἀνόητος, ὦ Θήρων, εἶ·

p.21
ἀπολέλοιπας γὰρ ἤδη τοσαύταις ἡμέραις ἄργυρον καὶ χρυσὸν ἐν ἐρημίᾳ, ὡς μόνος λῃστής.

οὐκ οἶδας ὅτι τὴν θάλασσαν καὶ ἄλλοι πλέουσι πειραταί; ἐγὼ δὲ καὶ τοὺς ἡμετέρους φοβοῦμαι μὴ καταλιπόντες ἡμᾶς ἀποπλεύσωσιν· οὐ δήπου γὰρ τοὺς δικαιοτάτους ἐστρατολόγησας, ἵνα σοι τὴν πίστιν φυλάττωσιν, ἀλλὰ τοὺς πονηροτάτους ἄνδρας ὧν ᾔδεις.

νῦν μὲν οὖν” εἶπεν “ἐξ ἀνάγκης κάθευδε, ἡμέρας δὲ ἐπιστάσης διαδραμὼν ἐπὶ τὸν κέλητα ῥῖψον εἰς θάλασσαν τὴν ἄκαιρον καὶ περιττήν σοι γυναῖκα καὶ μηκέτι φορτίον ἐπάγου δυσδιάθετον.” κοιμηθεὶς δὲ ἐνύπνιον εἶδε κεκλεισμένας τὰς θύρας.

ἔδοξεν οὖν αὐτῷ τὴν ἡμέραν ἐκείνην ἐπισχεῖν. οἷα δὲ ἀλύων ἐπί τινος ἐργαστηρίου καθῆστο, ταραχώδης παντάπασι τὴν ψυχήν.