De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

ἀλλ’ ἀδικήσει τὰ μέγιστα. Πρῶτον μὲν γάρ, ἂν ἀποδῶμεν αὐτὴν τοῖς προσήκουσιν, ἄδηλον ἣν ἕξουσι γνώμην περὶ τοῦ γεγονότος, καὶ ἀδύνατον μὴ ὑποπτευθῆναι τὴν αἰτίαν, δι’ ἣν ἤλθομεν ἐπὶ τὸν τάφον. Ἐὰν δὲ καὶ χαρίσωνται τὴν τιμωρίαν ἡμῖν οἱ τῆς γυναικὸς συγγενεῖς, ἀλλ’ οἱ ἄρχοντες καὶ ὁ δῆμος αὐτὸς οὐκ ἀφήσει τυμβωρύχους ἄγοντας καθ’ αὑτῶν τὸ φορτίον.

Τάχα δέ τις ἐρεῖ λυσιτελέστερον εἶναι πωλῆσαι τὴν γυναῖκα· τιμὴν γὰρ εὑρήσειν διὰ τὸ κάλλος. Ἔχει δὲ καὶ τοῦτο κίνδυνον. Ὁ μὲν γὰρ χρυσὸς οὐκ ἔχει φωνήν, οὐδὲ ὁ ἄργυρος ἐρεῖ πόθεν αὐτὸν εἰλήφαμεν. Ἔξεστιν ἐπὶ τούτοις πλάσασθαι καὶ διήγημα.

Φορτίον δὲ ἔχον ὀφθαλμούς τε καὶ ὦτα καὶ γλῶσσαν τίς ἂν ἀποκρύψαι δύναιτο; καὶ γὰρ οὐδὲ ἀνθρώπινον τὸ κάλλος, ἵνα λάθωμεν. Ὅτε δούλην ἐροῦμεν τίς αὐτὴν ἰδὼν τούτῳ πιστεύσει; Φονεύσωμεν οὖν αὐτὴν ἐνθάδε, καὶ μὴ περιαγάγωμεν καθ’ αὑτῶν τὸν κατήγορον.”

Πολλῶν δὲ τούτοις συντιθεμένων οὐδετέρᾳ γνώμῃ Θήρων ἐπεψήφισε. “Σὺ μὲν γὰρ” εἶπε “κίνδυνον ἐπάγεις, σὺ δὲ κέρδος ἀπολλύεις. Ἐγὼ δὲ ἀποδώσομαι τὴν γυναῖκα μᾶλλον ἢ ἀπολῶ· πωλουμένη μὲν γὰρ σιγήσει διὰ τὸν φόβον, πραθεῖσα δὲ κατηγορείτω τῶν μὴ παρόντων. Ἀλλ’ ἐμβαίνετε· πλέωμεν· ἤδη γάρ ἐστι πρὸς ἡμέραν.”

p.19

Ἀναχθεῖσα δὲ ἡ ναῦς ἐφέρετο λαμπρῶς· οὐδὲ γὰρ ἐβιάζοντο πρὸς κῦμα καὶ πνεῦμα τῷ μὴ προκεῖσθαί τινα πλοῦν ἴδιον αὐτοῖς, ἀλλὰ πᾶς ἄνεμος οὔριος αὐτοῖς ἐδόκει καὶ κατὰ πρύμναν εἱστήκει. Καλλιρρόην δὲ παρεμυθεῖτο Θήρων, ποικίλαις ἐπινοίαις πειρώμενος ἀπατᾶν.

Ἐκείνη δὲ ᾐσθάνετο τὰ καθ’ ἑαυτὴν καὶ ὅτι ἄλλως ἐσώθη· προσεποιεῖτο δὲ μὴ νοεῖν, ἀλλὰ πιστεύειν, δεδοικυῖα μὴ ἄρα καὶ ἀνέλωσιν αὐτὴν ὡς ὀργιζομένην. Εἰποῦσα δὲ μὴ φέρειν τὴν θάλασσαν, ἐγκαλυψαμένη καὶ δακρύσασα “σὺ μὲν” ἔφη, “πάτερ, ἐν ταύτῃ τῇ θαλάσσῃ τριακοσίας ναῦς Ἀθηναίων κατεναυμάχησας, ἥρπασε δέ σου τὴν θυγατέρα κέλης μικρὸς καὶ οὐδέν μοι βοηθεῖς.

Ἐπὶ ξένην ἄγομαι γῆν καὶ δουλεύειν με δεῖ τὴν εὐγενῆ· τάχα δὲ ἀγοράσει τις τὴν Ἑρμοκράτους θυγατέρα δεσπότης Ἀθηναῖος. Πόσῳ μοι κρεῖττον ἦν ἐν τάφῳ κεῖσθαι νεκράν· πάντως ἂν μετ’ ἐμοῦ Χαιρέας ἐκηδεύθη· νῦν δὲ καὶ ζῶντες καὶ ἀποθανόντες διεζεύχθημεν.”