Ονειροκριτικά

Artemidorus

Artemidorus. Artemidori Daldiani Onirocriticon. Pack, Roger E., editor. Leipzig: Teubner, 1963.

Ἔδοξέ τις ναύκληρος ἐν Μακάρων νήσοις εἶναι καὶ ὑπὸ τῶν ἡρώων κατέχεσθαι, ἔπειτα ἐλθόντα τὸν Ἀγαμέμνονα ἀπολῦσαι αὐτόν. ἀγγαρεία περιπεσὼν ὑπὸ τῶν ἐπιτρόπων τοῦ αὐτοκράτορος κατεσχέθη, ἔπειτα ἐντυχὼν τῷ βασιλεῖ ἀφείθη τῆς ἀγγαρείας.

Ἔδοξέ τις ἀποδημῶν τῆς οἰκείας τὴν κλεῖδα τοῦ οἰκήματος ἀπολωλεκέναι. ἀνακομισθεὶς εὗρε τὴν θυγατέρα ἐφθαρμένην· τρόπον γάρ τινα ἔλεγεν αὐτῷ τὸ ὄναρ οὐκ εἶναι ἐν ἀσφαλεῖ τὰ οἴκοι.

Ἔδοξέ τις ἐκ τῆς κεφαλῆς ἐκ αὐτοῦ ἐλαίαν πεφυκέναι. ἐφιλοσόφησεν εὐτόνως καὶ τοῖς λόγοις καὶ τῇ ἀσκήσει χρησάμενος

306
ἀκολούθως· καὶ γὰρ ἀειθαλὲς τὸ φυτὸν καὶ στερεὸν καὶ τῇ Ἀθηνᾷ ἀνάκειται. φρόνησις δὲ εἶναι νομίζεται ἡ θεός.

Ἔδοξέ τις τῷ ἡλίῳ συνανατέλλειν καὶ τῇ σελήνῃ συντρέχειν. ἀπήγξατο, καὶ οὕτως ὅ τε ἥλιος καὶ ἡ σελήνη ἀνίσχοντες ἔβλεπον αὐτὸν μετάρσιον ὄντα καὶ κρεμάμενον.

Ἔδοξέ τις τὸν δοῦλον αὐτοῦ, ὃν μάλιστα παρὰ τοὺς ἄλλους ἐτίμα, φανὸν γεγονέναι τοῦτον ὅνπερ λαμπτῆρα καλοῦσι. τυφλὸς ἐγένετο καὶ ὑπὸ τοῦ δούλου αὐτοῦ ἐκείνου ἐχειραγωγεῖτο καὶ τοῦτον τὸν τρόπον διʼ ἐκείνου τὸ φῶς ἔβλεπεν.

Ἔδοξέ τις ἐπὶ κύκλῳ τρίποδος διαπλεῖν πέλαγος μέγα. φεύγων ἀδικημάτων γραφὴν ἑάλω καὶ εἰς νῆσον κατεδικάσθη· τὸ γὰρ περιοχοῦν αὐτὸν ἦν περίρρυτον καὶ ἐοικὸς τῷ σχήματι νήσῳ.

[*](p.258)

Ἔδοξέ τις τὸ ἑαυτοῦ παιδίον ἀποδέρειν καὶ ποιεῖν ἀσκόν. τῇ ὑστεραίᾳ τὸ παιδίον αὐτοῦ εἰς ποταμὸν πεσὸν ἐπνίγη· καὶ γὰρ ἀπὸ νεκρῶν σαρκῶν ὁ ἀσκὸς γίνεται καὶ ὑγροῦ ἐστι δεκτικός.

Ἔδοξέ τις τοῦ οὐρανοῦ ἀστέρα ἐκπεσεῖν καὶ ἄλλον χαμόθεν ἀστέρα εἰς τὸν οὐρανὸν ἀναβῆναι. οὗτος ἦν οἰκέτης τινός. ἔπειτα ὁ δεσπότης αὐτοῦ ἀπέθανεν, ἡγούμενος δὲ ἐλεύθερός τε καὶ ἀδέσποτος εἶναι εὗρε παῖδα τοῦ προτέρου δεσπότου, ᾧ κατ’ ἀνάγκην ἐδούλευσεν. ὁ μὲν οὖν πεσὼν ἀστὴρ ἐσήμαινε τὸν ἀποθανούμενον, ὁ δὲ εἰς οὐρανὸν ἀνελθὼν τὸν ἐποψόμενον καὶ δεσπόσοντα αὐτοῦ.

307

Ἔδοξέ τις εἰς χοίνικα χέζειν. ἑάλω ἀδελφῇ τῇ ἑαυτοῦ μιγνύμενος· μέτρον γὰρ ἡ χοῖνιξ, τὸ δὲ μέτρον νόμῳ ἔοικε. τρόπον οὖν τινα παρενόμει παρὰ τὰ νενομισμένα κοινῇ τοῖς Ἕλλησι πράττων.

Ἔδοξέ τις ἐρωμένην τὴν ἑαυτοῦ ὁρᾶν ἐν σταμνίῳ ὀστρακίνῳ κειμένην. ἀπέθανεν ἡ ἐρωμένη αὐτοῦ σφαγεῖσα ὑπὸ δούλου δημοσίου. θάνατον μὲν γὰρ εἰκότως ἐσήμαινε τῇ γυναικὶ τὸ εἶναι ἐν τῷ ὀστρακίνῳ σκεύει· ὑπὸ δημοσίου δέ, ἐπεὶ καὶ τὸ σταμνίον δημόσιόν τε καὶ πᾶσιν ὑπηρετοῦν.

Ἔδοξέ τις τοῦ Σαράπιδος τὸ ὄνομα ἐγγεγραμμένον λεπίδι χαλκῇ περὶ τὸν τράχηλον δεδέσθαι ὥσπερ σκυτίδα. συνάγχῃ ληφθεὶς ἑπτὰ ἡμέραις ἀπέθανε· καὶ γὰρ χθόνιος ὁ θεὸς εἶναι νενόμισται καὶ τὸν αὐτὸν ἔχει λόγον τῷ Πλούτωνι, καὶ τὸ ὄνομα αὐτοῦ γράμματα ἑπτὰ ἔχει, καὶ καθʼ ὃ περιέκειτο τὴν σκυτίδα μέρος, κατʼ ἐκεῖνο τὸ μέρος νοσήσας ἀπέθανεν.

Ἔδοξέ τις ἐπὶ ξένης διατρίβων ἑστίαν οἰκοδομεῖν. ἀπέθανεν ἐπὶ ξένης ἔνθα ᾠκοδόμησεν εἰκότως· ἦν γὰρ σύμβολον τῆς ὅλης καταστάσεως καὶ τοῦ τέλους ἡ ἑστία, [*](p. 259) ἣν ἐπὶ ξένης οἰκοδομῶν ἔμελλεν ἕξειν τὸ τέλος.

Ἔδοξέ τις ἐπὶ ξένης διατρίβων ἑστίαν οἰκοδομεῖν καὶ ἀντὶ λίθων τὰ ἴδια βιβλία τῷ πηλῷ περιπλάσσειν, εἶτα

308
μεταδόξαν αὐτῷ καταβαλεῖν καὶ παύσασθαι οἰκοδομοῦντα. ἐνόσησε πονηρῶς καὶ εἰς ἔσχατον ἐλθὼν κίνδυνον μόλις ἐσώθη. τούτων τὰς αἰτίας φανερὰς οὔσας περισσὸν ἡγοῦμαι λέγειν.

Ἔδοξέ τις ὑπὸ γυναικὸς ἣν ἐκ πολλοῦ ἐγνώριζε διώκεσθαι βουλομένης περιβαλεῖν αὐτῷ τοὺς λεγομένους τῇ Ῥωμαίων φωνῇ φαινόλας μέσους λελυμένους ἐκ τῶν ῥαφῶν, καὶ τέλος οὐ βουλόμενος καταναγκασθῆναι. τούτου ἐρασθεῖσα ἡ γυνὴ ἐγήματο αὐτῷ οὐ βουλομένῳ καὶ διʼ ὀλίγων ἐτῶν ἀπηλλάγη αὐτοῦ διὰ τὸ λελύσθαι τοὺς φαινόλας.

Ἔδοξέ τις γυνὴ νοσοῦσα κυεῖν, ἤδη τε ὠδίνειν καὶ ἐγγὺς τοῦ τεκεῖν εἶναι, ἁψαμένην δέ τινα αὐτῆς, ἣν ᾤετο μὴ ἀπείρως ἔχειν τῶν περὶ τὰ τοιαῦτα, φάναι ‘νῦν μὲν οὐ τέξει, μετὰ δὲ μῆνας ἑπτὰ παιδάριον καλόν γε λίαν.’ ἐγένετο ἐν νόσῳ πάνυ κινδυνώδει, ὅθεν οὐκ ἂν ᾤετό τις αὐτὴν σωθῆναι, καὶ μὴ γενομένην ῥᾷον ὡς μὴ τέλεον ὑγιᾶναι. μετὰ ἑπτὰ ἡμέρας ἀπέθανεν εἰκότως· ἔμελλε γὰρ ἀποθήσεαθαι τὸ βάρος καὶ τὰς ἀλγηδόνας μετὰ τοὺς ἑπτὰ μῆνας. τὸ δὲ καλὸν παιδάριον ἦν ὁ θάνατος, ὅστις αἱρετώτερος ἦν διὰ τὸ ἄπονον τοῦ νοσώδους καὶ ταλαιπώρου βίου.

Ἔδοξέ τις ἑαυτὸν περαίνειν, ἀνὴρ οὐκ ἄσημος καὶ τελῶν μεγάλων μισθωτής. εἰς τοσοῦτο περιστάσεως ἦλθεν, ὥστε διʼ ἀπορίαν τε καὶ χρεῶν συνέχειαν ἑαυτὸν ἐξαγαγεῖν τοῦ βίου εἰκότως· ἦν γὰρ αὐτῷ τοσαύτη ἑτέρου σώματος [*](p. 260) ἐρημία καὶ ἀναλωμάτων ἀπορία κατ’ ὄναρ, ὥστε

309
τὴν ὄρεξιν εἰς ἑαυτὸν ἐπιστρέψαι ἢ διὰ τὸ μὴ εἶναι ἄλλο σῶμα ᾧ ἂν ἐχρήσατο ἢ διὰ τὸ μήτε βαίνειν δύνασθαι μήτε ἀναλίσκειν ἔχειν.

Ἔδοξέ τις τὸν δακτύλιον αὐτοῦ, ᾧ πάντα κατεσημαίνετο, ἐκβαλεῖν, εἶτα ζητῶν καταλαβεῖν τὸν ἐν αὐτῷ λίθον κατεαγμένον εἰς πολλά, ὥστε ἄχρηστον εἶναι. διέπεσεν αὐτῷ πάντα τὰ πράγματα ἡμερῶν πέντε καὶ πεντήκοντα.

Ἔδοξέ τις ἐπικύψας πονηρὸν ὄζοντας τοὺς περὶ τὸν ἀρχαῖον ὀμφαλὸν τόπους καταλαβεῖν. φάρμακον θανάσιμον ἑκὼν ἔπιεν οὐχ ὑπομένων περίστασιν ἀνάγκην τε χρεῶν· φόβῳ γὰρ τοῦ μὴ τὰ ἀναγκαῖα καὶ ἀπόκρυφα αὐτοῦ ἐξοζήσῃ καὶ ἐγνώσθη παρὰ τὸ δέον καὶ ἐκαύθη θᾶττον καὶ ἀπέθανεν.

Ἔδοξέ τις λαμπάδας ἀπὸ τῆς ἑστίας τῆς ἔνδον παρ᾽ αὐτῷ μὴ δύνασθαι ἀνάψαι καὶ ἀπὸ τοῦ οὐρανίου ἀνάψαι πυρός. ἐσταυρώθη καὶ κατὰ τοῦτον τὸν τρόπον τῷ οὐρανίῳ πυρὶ ἐθάλπετο.

Ἔδοξέ τις ἀδελφὴν ἔχων πλουσίαν ἅμα καὶ νοσοῦσαν πρὸ τῆς οἰκίας τῆς ἀδελφῆς συκῆν πεφυκέναι καὶ ἀπʼ αὐτῆς δρεπόμενος σῦκα μέλανα τὸν ἀριθμὸν ἑπτὰ ἐσθίειν. ἀπέθανεν ἡ ἀδελφὴ ἐπὶ κληρονόμῳ τῷ ἰδόντι τὸν ὄνειρον ἑπτὰ ἡμέρας ἐπιζήσασα. φανεροὶ οἱ λόγοι.

Ἔδοξέ τις ὑπὸ τοῦ στρατηγοῦ τῆς ἑαυτοῦ πόλεως ἐκβάλλεσθαι τῶν οἰκείων καὶ τοῦ γυμνασίου. τοῦτον ὁ πατὴρ ἐξέβαλε τῆς οἰκίας· ὃν γὰρ ἔχει λόγον ἐν τῇ πόλει στρατηγός, τὸν αὐτὸν ἐν τῇ οἰκίᾳ πατήρ.

310