Ονειροκριτικά
Artemidorus
Artemidorus. Artemidori Daldiani Onirocriticon. Pack, Roger E., editor. Leipzig: Teubner, 1963.
Ὅσοι τῶν θεῶν ταῖς τέχναις τῶν ὁρώντων ἁρμόζουσι, τούτους ἄμεινον ἰδεῖν ἢ τοὺς ἐναντίους· κακοὶ γάρ εἰσιν οἱ μὴ συλλαμβανόμενοι ταῖς τέχναις, οἷον ὑδραγωγοῖς ὁ Ἥφαιστος καὶ χαλκεῦσιν ὁ Ἀχελῴος καὶ πορνοβοσκοῖς ἡ Ἄρτεμις.
Ὅσα οἱ ἄρρενες θεοὶ τοῖς ἀνδράσι σημαίνουσι, ταῦτα καὶ αἱ θήλειαι ταῖς γυναιξίν.
Οἱ ἄρρενες θεοὶ ἀνδράσι συμφέρουσι μᾶλλον τῶν θηλειῶν καὶ αἱ θήλειαι γυναιξὶ μᾶλλον τῶν ἀρρένων.
Οἱ ἄρρενες θεοὶ θηλειῶν ἔχοντες ἐσθῆτα ἢ ἐνδύματα ἢ ἄλλο τι φόρημα γυναιξὶ μᾶλλον ἢ ἀνδράσι συμφέρουσιν, αἱ δέ θήλειαι ἀνδρείαν ἔχουσαι στολὴν ἀνδράσι μᾶλλον γυναιξὶ συμφέρουσιν.
Ἄνευ τῶν ἀναθημάτων καὶ τῶν ὅπλων οἱ θεοὶ βλεπόμενοι πονηροί.
Τῶν αἰσθητῶν θεῶν τοῖς πενιχροῖς οὐδεὶς οὐδενὶ συμφέρει, καὶ οἱ μείζονες τῶν θεῶν καὶ πρεσβύτεροι καὶ τῇ τάξει προύχοντες τοῖς βελτίοσι μᾶλλον ἢ τοῖς ταπεινοτέροις συμφέρουσιν.
Ὁ Ἥλιος ἅμα τοῖς ἄστροις βλεπόμενος ἀηδὴς καὶ ἄτοπος, εἰ μὴ ἄρχοι τῶν ἄστρων καὶ προάγοι· ὁ μὲν γὰρ περιἐχόμενος ὑπὸ τῶν ἄστρων ὑπὸ τῶν ἡττόνων τὸν ἰδόντα κακῶς παθεῖν προαγορεύει, ὁ δὲ ἄρχων τῶν ἄστρων καὶ [*](p. 248) προηγούμενος καὶ τῶν ἐχθρῶν ὑπέρτερον ἔσεσθαι σημαίνει καὶ τὴν ὑπάρχουσαν τύχην κρατύνει καὶ πρὸς τοῖς οὖσι καὶ ἄλλα προσκτήσασθαι σημαίνει. ἔοικε γὰρ τὸ μὲν μεῖζον καὶ κρεῖττον τῷ ἰδόντι, τὰ δὲ μικρότερα καὶ χείρονα τοῖς ἐχθροῖς καὶ τοῖς ἀρχομένοις.
Οἱ Ἥρωες καὶ αἱ Ἡρωίδες τοῖς θεοῖς τὸν αὐτὸν ἔχουσι λόγον πλὴν ὅσον δυνάμεως ἀπολείπονται· καὶ γὰρ τὰ ἀγαθὰ καὶ τὰ κακὰ ἥττονα σημαίνουσιν. ἀεὶ δὲ οἱ μὲν κατηφεῖς καὶ λιτοὶ καὶ μικροὶ βλεπόμενοι σημαίνουσιν Ἥρωας πλησίον τῆς τοῦ ἰδόντος οἰκίας ἱδρυμένους ἤτοι ἀτελέστους ἢ τελετῆς δεομένους ἢ πρός τινων ὑβριζομένους ἢ κατακεχωσμένους, οὓς χρὴ ἀνευρόντα τελέσαι καὶ τιμᾶν. ὅ τι δʼ ἂν οἱ Ἥρωες εἰαελθόντες εῖς οἰκίαν κακὸν πράξωσιν, ἐχθρῶν λῃστῶν ἔφοδον σημαίνουσι.
Δράκοντες οἱ μὲν εἰς ἄνδρας μεταβάλλοντες Ἥρωας αημαίνουσιν, οἱ δὲ εἰς γυναῖκας, Ἥρωίδας.
Ὅτι πολλὰ ἐκ τῶν ἐτύμων τῶν ὀνομάτων κριτέον, ἐντεῦθεν
Τὰ ἐν νεκυσίοις καὶ περιδείπνοις παρατιθέμενά τισιν οὔτε ἰδεῖν οὔτε φαγεῖν ἀγαθὸν οὔτε περιδειπνεῖσθαι νοσοῦσι μέν γὰρ ὄλεθρον μαντεύεται, ἐρρωμένοις δὲ θάνατόν τινος τῶν οἰκείων προαγορεύει. ὁ Σύρος ἔδοξε τῷ δεσπότῃ
Σκόπει δὲ καὶ ἐπὶ τῶν δοκούντων ἀποθνήσκειν μή ποτε ἀναβιοῦν νομίσῃ τις· οὐκέτι γὰρ τὰ ὑπὸ τοῦ θανάτου σημαινόμενα γίνεται. Λεωνᾶς ὁ Σύρος παλαιστὴς μέλλων ἀγωνίζεσθαι τὸν ἐν Ῥώμῃ ἀγῶνα ἔδοξε τεθνάναι καὶ ἐκφέρεσθαι, συναντήσαντα δὲ αὐτῷ τινα ἀλείπτην χαλεπαίνειν πρὸς τοὺς ἐκφέροντας ὅτι ταχέως καὶ κενοσπούδως αὐτὸν ἐκφέροιεν· δύνασθαι γὰρ αὐτὸν ἀναβιῶναι. ἔπειτα ἐλαίῳ θερμῷ καὶ ἐρίοις χρισάμενον κατὰ τοῦ στήθους ποιῆσαι αὐτὸν ἀναβιῶναι. οὗτος εὐημέρησε ἐν τῷ ἀγῶνι ἐπιφανῶς παλαίσας, μέλλων δὲ στεφανοῦσθαι ἐκωλύθη πρὸς τοῦ ἀλείπτου ἐπιπροσθεμένου τὴν ἐργασίαν [*](p. 250) τοῦ στεφάνου· λαβὼν γὰρ ἀργύριον οὐκ εἴασεν αὐτὸν περὶ τοῦ στεφάνου παλαίοντα διαγωνίσασθαι. Μένανδρος ὁ Σμυρναῖος εἰς Ὀλύμπια ἀνερχόμενος ἔδοξεν ἐν τῷ σταδίῳ τῷ Ὀλυμπίασι κατορωρύχθαι, καὶ ἐγένετο Ὀλυμπιονίκης.
Ὅσα νεκροῖς συντίθεται, ταῦτα οὔτε δοῦναι νεκρῷ οὔτε παρὰ νεκροῦ λαβεῖν ἀγαθόν ἢ γὰρ αὐτῷ τῷ ἰδόντι ἤ τινι τῶν τοῦ ἰδόντος ὀλέθρια γίνεται. τῶν δὲ ἄλλων ἓν οὐδὲν νεκρῷ ἃ δοῦναι συμφέρει, λαβεῖν δὲ πάντα καὶ ὁμοῦ καὶ κατὰ ἓν παρὰ νεκροῦ συμφέρει, μάλιστα δὲ τροφὰς καὶ ἀργύριον καὶ σκεύη καὶ ἱμάτια.
Ὅσα τῶν ἀγαθῶν καὶ ὅσα τῶν κακῶν τῶν περὶ τὸ σῶμα βλεπομένων οὐχ ὅλα ἀλλ᾿ ἐξ ἡμισείας βλέπεται, καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ ἥττονα ποιεῖ. οἷον ἡ τοῦ Διογνήτου γυνὴ ἔδοξεν ἐν τῇ δεξιᾷ μόνῃ παρειᾷ γένειον ἔχειν. καὶ σημαίνοντος τοῦ ὀνείρου πάσαις γυναιξὶ ταῖς γε μὴ ἀγάμοις μηδὲ ἀτέκνοις ἔτι καὶ ταῖς μὴ ἐν γαστρὶ ἐχούσαις χηρείαν, ἀπέβη αὐτῇ μήτε σὺν τῷ ἀνδρὶ εἶναι μήτε μὴν ἀπηλλάχθαι αὐτοῦ, ἀλλὰ πολλῷ χρόνῳ οἰκουρεῖν ὑπολειφθεῖσαν ἐν τῇ πατρίδι παρὰ τὴν τοῦ ἀνδρὸς ἀποδημίαν. οὐδὲν δὲ διαφέρει γυναικὶ ἐάν τε πώγωνα ἔχειν δοκῇ ἐάν τε ἀνδρὸς αἰδοῖα ἐάν τε στολὴν ἢ κουρὰν ἢ ἄλλο τι ἀνδρεῖον ἔχειν δοκῇ. τὰ αὐτὰ γὰρ ἀποβήσεται. ὁμοίως καὶ ἐπὶ ἀνδρῶν οὐδὲν διαφέρει ἐάν τε ὅλον τὸ σῶμά τις εἰς γυναῖκα μεταβεβληκέναι δόξῃ ἐάν τε μόνον γυναικείαν φύσιν ἔχειν ἐάν τε στολὴν ὑπόδεσιν ἢ ἐμπλέγματα γυναικεῖα· τὰ αὐτὰ γὰρ ἀποβήσεται. ἔστι δὲ ταῦτα οὐχ ὅμοια τοῖς ἡμιτελέσι [*](p.251) τῶν ἔργων οὐδὲ τῷ τοῦ Κίλικος ὀνείρῳ τοῦ τὸ πρόβατον δόξαντος κείρειν.
Τῶν ἀποβάσεων τὸ κεφάλαιον εὑρεῖν ἔστω σοι ἔργον, καὶ τὰ συμπτώματα τὰ ἀκολουθοῦντα πειρῶ μὲν εὑρίσκειν, ἀποτυχὼν δὲ μὴ ἄχθου. ὁ Κύπριος νεανίσκος ὄνειρον ὥρισεν ἀποβεβηκότα φιλονείκως. ἦν δὲ οὗτος ὁ ὄνειρος· γυνὴ ἐν γαστρὶ ἔχουσα ἔδοξε χῆνα τετοκέναι. ὃ κριτέον, εἰ μὲν ἱερέως εἴη ἡ γυνή, τὸ τεχθὲν ζήσειν
Ταῦτα μὲν οὖν, ὦ τέκνον, ἱκανῶς καὶ ἀνενδεῶς ἔχει, πάντων τῶν ἐν ὀνειροκρισίᾳ ἀπόρων λελυμένων καὶ οὕτως ὑπτίων κειμένων καὶ εὐεπιγνώστων σοι ἐσομένων. ἴσθι δὲ ὅτι οὐχὶ ὀνείρων ἀποβάσεις εἰπεῖν σοι τὸ προκείμενόν μοι ἦν ἀλλʼ ἀφωρισμένως καθʼ ἕκαστον ζήτημα τὰς ἐπιλύσεις συναγαγεῖν. αἱ δὲ ἀποβάσεις ἑκάστων παράκεινται εἰς ὑπόδειγμα. ἱστορίας δὲ ἕνεκεν ὅπως ἔχῃς ἀπονώτερον ταῖς τριβαῖς χρῆσθαι, πειράσομαι συναγαγὼν ὡς πλείστους ἀποβεβηκότας ὀνείρους ἄλλο σοι βιβλίον ποιῆσαι.
Ἀρτεμίδωρος Ἀρτεμιδώρῳ υἱῷ χαίρειν.
Ἄξιον μὲν ἴσως, ὦ τέκνον, ἐγκαλεῖν τῆς βραδυτῆτος [*](προοίμιον p. 253) ἡμῖν, εἰ διὰ ῥᾳθυμίαν ἐγένετο· ἐπεὶ δὲ τὸ προκείμενον ἦν ἱστορίαν ὀνείρων ἀποβεβηκότων συναγαγεῖν σοι, χαλεπὸν δὲ καὶ ἐργῶδες ἦν τῷ γε βουλομένῳ ἀξίους ἀναγραφῆς συναγαγεῖν ὀνείρους (τοὺς μὲν γὰρ τυχόντας καὶ πάνυ ῥᾴδιον καὶ ἐν βραχεῖ χρόνῳ παμπληθεῖς ἀναγράφειν, τοιούτους δέ, ὁποίους ἄν τις γράφων οὐ μόνον οὐκ αἰσχύνοιτο ἀλλὰ καὶ μέγα φρονεῖν ἐπʼ αὐτοῖς ἔχοι, οὐκ ἄνευ πόνου καὶ χρόνου οἷόν τʼ ἦν ἀθροῖσαι, καὶ μάλιστά γε μὴ ῥᾳδιουργῆσαι βουλομένῳ) τοιγαροῦν ἔν τε ταῖς πανηγύρεσι ταῖς κατὰ τὴν Ἑλλάδα καὶ ἐν Ἀσίᾳ καὶ πάλιν αὖ ἐν Ἰταλίᾳ ἐξεπίτηδες ἀγείρων ὅσους μάλιστα ἐδυνάμην εὑρὼν τοῦτό σοι τὸ βιβλίον μετὰ τὸν ἐν τοῖς ἔμπροσθεν πεπονημένοις μοι βιβλίοις πόνον ὠφελιμώτατον ἐσόμενον αὐτῷ τέ σοι καὶ εἴ τινι κοινωνήσειας ἀντιγράφου πεποίηκα. εὕροις δʼ ἂν καθʼ ἕκαστον τῶν ὀνείρων ψιλὰς τὰς ἀποβάσεις, ὡς ἀπέβησαν, ἄνευ σκηνῆς καὶ τραγῳδίας ἀναγεγραμμένας·
Ἔδοξέ τις τοῦ Ποσειδῶνος τοῦ ἐν Ἰσθμῷ τῇ βάσει ἁλύσει προσδεδέσθαι. ἱερεὺς ἐγένετο τοῦ Ποσειδῶνος· ἔδει γὰρ αὐτὸν ἀχώριστον εἶναι τῶν τῆς ἱερωσύνης τόπων.
Ἔδοξέ τις τὴν ἑαυτοῦ γυναῖκα προσαγαγὼν ὥσπερ τι ἱερεῖον ἀποθῦσαι καὶ τὰ κρέα κατακόπτων πιπράσκειν καὶ τὴν ἐμπολὴν αὐτῷ πάνυ πολλὴν γίνεσθαι. ἐπὶ δὲ τούτοις χαίρειν τε ἔδοξε καὶ τὸ συναγόμενον ἀργύριον ἀπὸ τοῦ κρεοπωλίου πειρᾶσθαι κρύπτειν διὰ τὸν τῶν περιισταμένων φθόνον. οὗτος τὴν ἑαυτοῦ γυναῖκα προαγωγεύων ἐπʼ αἰσχροῖς ἐπορίζετο, καὶ ἦν αὐτῷ τὸ ἔργον λυσιτελὲν μὲν εἰς πορισμόν, ἄξιον δὲ ἀποκρύπτεσθαι.
Ἔδοξέ τις εἰς γυμνάσιον τὸ ἐν τῇ πατρίδι ὂν αὐτοῦ εἰσελθὼν ἰδεῖν εἰκόνα ἰδίαν, ἥτις καὶ ὕπαρ ἦν ἀνακειμένη·
Ἔδοξέ τις λιβανωτῷ τὸν πρωκτὸν ἐκμάσσειν. ἀσεβείας ἑάλω, ἐπειδὴ ᾧ τοὺς θεοὺς τιμῶμεν ἐξύβρισεν. ἡ δὲ ὀδμὴ τὸ μὴ λαθεῖν αὐτὸν ἐσήμαινεν.