Ονειροκριτικά

Artemidorus

Artemidorus. Artemidori Daldiani Onirocriticon. Pack, Roger E., editor. Leipzig: Teubner, 1963.

Ὅσα ὁμοίως κινεῖται, ἐν τοῖς ὕπνοις βλεπόμενα τὸν αὐτὸν ἔχει λόγον. οἷον ἔδοξέ τις ὑπὸ δράκοντος δεδῆχθαι τὸν ἕτερον τῶν ποδῶν. ὑπὸ τροχοῦ ἐπλήγη ἐν ὁδῷ αὐτὸν

291
ἐκεῖνον τὸν πόδα, ὅνπερ ἐδόκει δεδῆχθαι· καὶ γὰρ ὁ τροχὸς εἰλούμενος ὅλῳ τῷ σώματι κινεῖται πορευόμενος ὥσπερ ὁ δράκων.

Ὅτι οἱ θεοὶ τοῖς δεσπόταις τὸν αὐτὸν ἔχουσι λόγον, καὶ ἐν τῷ περὶ θεῶν λόγῳ προείρηκα καὶ τὰ ἀποτελέσματα δέ σε οὐδὲν ἧττον διδάξει. καὶ τὸ νῦν εἰς ἐπίδειξιν τοῦ τοιούτου οὗτος ὁ ὄνειρος παρακείσθω. δοῦλος ἔδοξε μετὰ τοῦ Διὸς σφαιρίζειν. ἐφιλονείκησε τῷ δεσπότῃ καὶ ἐλευθερώτερον προσδιαλεγόμενος ἐμισήθη ὁ μὲν γὰρ Ζεὺς τὸν δεσπότην ἐσήμαινεν, ὁ δὲ σφαιρισμὸς τὴν ἐξ ἴσου ῥῆσιν καὶ φιλονεικίαν· φιλονείκως γὰρ οἱ σφαιρίζοντες παίζουσιν, ὁσάκις δʼ ἂν λάβωσι τὴν σφαῖραν, τοσαυτάκις ἀντικρούουσι. καὶ τὸ ὅλον δεσπόται γονεῖς διδάσκαλοι θεοὶ τὸν αὐτὸν ἔχουσι λόγον. καὶ υἱὸς καὶ υἱωνὸς καὶ πατὴρ καὶ πάππος καὶ θυγάτηρ καὶ ἐγγόνη καὶ μήτηρ καὶ μάμμη τὸν αὐτὸν ἔχουσι λόγον.

Ἔτι καὶ οἱ ἀδελφοὶ τοῖς ἐχθροῖς τὸν αὐτὸν ἔχουσιλόγον πρὸς τὰ ἀποτελέσματα καὶ οἱ ἐχθροὶ τοῖς ἀδελφοῖς. οὐ γὰρ ἐπʼ ὠφελείᾳ γίνονται ἀλλ᾿ ἐπὶ βλάβῃ ὥσπερ καὶ οἱ ἐχθροί, ἐπειδὴ ἃ μόνος τις ἔμελλεν ἕξειν, ταῦτα οὐ μόνος ἀλλ᾿ ἐξ ἡμισείας ἢ τρίτου μέρους μετὰ τῶν ἀδελφῶν [*](p. 245) ἔχει. ὁ Τιμοκράτης ἔδοξέ τινα τῶν ἀδελφῶν ἀποθανόντα κατορύττειν. οὐκ εἰς μακρὰν εἶδέ τινα τῶν ἐχθρῶν ἀποθανόντα. οὐ μόνον δὲ ἀδελφοὶ ἀποθνήσκοντες ἐχθρῶν ὄλεθρον σημαίνουσιν ἀλλὰ καὶ ζημίας προσδοκωμένης

292
λύσιν. οἷον Διοκλῆς ὁ γραμματικὸς φοβούμενος ἐξ ἐπηρείας ἀργύριον ἀπολέσαι τὸν ἀδελφὸν ἔδοξε τεθνάναι, καὶ ἀζήμιος ἔμεινεν.

Ὅτι οὔτε οἱ θεοὶ οὔτε ἄλλοι ἀξιόπιστοι ψεύδονται, ἀλλʼ οἷα ἂν λέγωσιν ἀληθῆ λέγουσιν, ἐν τῷ δευτέρῳ βιβλίῳ ἕκαστα διῄρηται. ἐπειδὴ δὲ πολλάκις οἱ ἄνθρωποι ῥηθέντων τινῶν αὐτοῖς καὶ μὴ ἀποβάντων οὕτως ἐξηπατῆσθαι νομίζουσι, παρακείσθω σοι καὶ οὗτος ὁ λόγος, ὡς ἄρα οἱ θεοὶ καὶ πάντες οἱ ἀξιόπιστοι πάντως μὲν ἀληθῆ λέγουσιν, ἀλλὰ ποτέ μὲν ἁπλῶς λέγουσι, ποτὲ δὲ αἰνίσσονται. ὅταν μὲν οὖν ἁπλῶς λέγωσιν, οὐδὲν πρᾶγμα παρέχουσιν οὐδὲ λέσχην διὰ τὸ ἁπλοῦν τῆς ῥήσεως· ὅταν δὲ αἰνίσσωνται καὶ μὴ ἁπλῶς λέγωσιν, ἑρμηνευτέον σοι τὰ αἰνίγματα. καὶ γὰρ εἰκὸς τούς θεοὺς τὰ πολλὰ διʼ αἰνιγμάτων λέγειν, ἐπειδὴ καὶ σοφώτεροι ὄντες ἡμῶν αὐτῶν οὐδὲν ἡμᾶς ἀβασανίστως βούλονται λαμβάνειν. οἷον ἔδοξέ τις λέγειν αὐτῷ τὸν Πάνα ῾ ἡ γυνή σοι φάρμακον δώσει διὰ τοῦ δεῖνος ὄντος γνωρίμου καὶ συνήθουςʼ. τούτου ἡ γυνὴ φάρμακον μὲν οὐκ ἔδωκεν, ἐμοιχεύθη δὲ ὑπʼ αὐτοῦ ἐκείνου διʼ οὗ ἐλέγετο φάρμακον δώσειν· καὶ γὰρ ἡ μοιχεία καὶ ἡ φαρμακεία λάθρα γίνονται καὶ ἀμφότεραι ἐπιβουλαὶ λέγονται, [*](p. 266) καὶ οὔτε ἡ μοιχευομένη οὔτε ἡ φάρμακον παρέχουσα φιλεῖ τὸν ἄνδρα. καὶ ἐπὶ τούτοις οὐκ εἰς μακρὰν ἡ γυνὴ

293
ἀπηλλάγη αὐτοῦ πάντων μὲν γὰρ ὁ θάνατός ἐστι λυτικός, τὸ δὲ φάρμακον τὸν αὐτὸν τῷ θανάτῳ λόγον ἔχει.