Ονειροκριτικά

Artemidorus

Artemidorus. Artemidori Daldiani Onirocriticon. Pack, Roger E., editor. Leipzig: Teubner, 1963.

Τῶν δὲ συνθέτων ὀνείρων διελὼν τὰ κεφάλαια κατὰ μόνας ἕκαστον κρῖνε. οἷον εἴ τις δόξειε πλέειν εἶτα τοῦ πλοίου ἐξελθὼν ἐπὶ τῆς θαλάσσης περιπατεῖν, ἰδίᾳ μὲν τὸ πλέειν ἰδία δὲ τὸ ἐπὶ τῆς θαλάσσης περιπατεῖνκρῖνε· ἔχεις δὲ τὸ μὲν πλέειν ἐν τῷ δευτέρῳ βιβλίῳ, τὸ δὲ ἐπὶ τῆς θαλάσσης περιπτατεῖν ἐν τῷ τρίτῳ, ὅθεν λάμβανε τὰς κρίσεις.

Οὐδὲν τῶν ἀκινήτων περὶ τὸ σῶμα κείμενον ὠφελεῖ. ὁ ἐν Μαγνησία δόξας χάλκεα ἱμάτια περικεῖσθαι ὀρθῶς ἀπέθανεν. ἦν γὰρ αὐτὸν τὰ περιέχοντα ἀκίνητα καὶ οἷα τοῖς ἀγάλμασι περιτίθεται. ταῦτα δὲ οὐ ζῇ.

Ἀνδρόγυνον κωμῳδεῖν ἔδοξέ τις. ἐνόσησεν αὐτῷ τὸ αἰδοῖον. γάλλους ὁρᾶν ἔδοξέ τις. ἐνόσησεν αὐτῷ τὸ αἰδοῖον. τὸ μὲν πρῶτον διὰ τὸ ὄνομα οὕτως ἀπέβη, τὸ δὲ δεύτερον [*](p. 225) διὰ τὸ συμβεβηκὸς τοῖς ὁρωμένοις. καίτοι καὶ τὸ κωμῳδεῖν οἶσθα ὃ σημαίνει καὶ τὸ γάλλους ὁρᾶν. μέμνησο δὲ ὅτι, εἴτε κωμῳδεῖν εἴτε τραγῳδεῖν ὑπολάβοι τις καὶ μνημονεύοι, κατὰ τὴν ὑπόθεσιν τοῦ δράματος γίνεται καὶ τὰ ἀποτελέσματα.

Τὰ τῷ χρώματι ὅμοια εἰς ταὐτὸν ἀποβαίνει. Αἰθίοπά τις λαβὼν δῶρον μεθʼ ἡμέραν ἀνθράκων πλῆρες ἐδέξατο ἀγγεῖον.

Αἱ περιοχαὶ τῶν μυστηρίων ὅμοια τὰ ἀποτελέσματα ποιοῦσι καὶ ἐν χρόνῳ τοσούτῳ ὁρώμενα ἐν ὅσῳ τελεῖται

269
τὰ μυστήρια. γυνὴ ἔδοξε χορεύειν τῷ Διονύσῳ μεθυσθεῖσα. τὸ ἑαυτῆς παιδίον ἀπέκτεινεν ὂν τριετές. καὶ γὰρ ὁ περὶ Πενθέα καὶ Ἀγαυὴν λόγος τοιοῦτος, καὶ τῷ θεῷ τριετηρίδες ἄγονται ἑορταί.

Ὅτι τὸ ἐργάζεσθαι τῷ ζῆν τὸν αὐτὸν ἔχει λόγον, παρακείσθω σοι ὅδε ὁ ὄνειρος. γυνὴ ἔδοξεν ἱστὸν ἐξυφαγκέναι. τῇ ὑστεραίᾳ ἀπέθανεν οὐκέτι γὰρ εἶχεν ἔργον, τοῦτʼ ἔστιν οὐκέτι εἶχε τὸ ζῆν.

Οὔτε τὸ ἀπορρύπτεσθαι οὔτε τὸ περικεχρῖσθαί τινι τὸ πρόσωπον ἀγαθόν οὐκ ἀναμάρτητον γάρ φησιν εἶναι τὸν ἰδόντα. ὁ Πάφιος νεανίσκος ἔδοξε κατακεχρῖσθαι τὸ πρόσωπον, ὥσπερ αἱ γυναῖκες, καὶ ἐν θεάτρῳ καθέζεσθαι. μοιχεύων ἑάλω καὶ ἠσχημόνησεν. Ὅσα εἰς ἄλλο ἐστὶν εὔχρηστα, εἰς ἄλλο δαπανηθέντα ἄχρηστα γίνεται. ὁ Κρητικὸς ἔμπορος ἔδοξε τὸ πρόσωπον [*](p. 226) οἴνῳ νίπτεσθαι, καὶ εἶπέ τις αὐτῷ τῶν περὶ ταῦτα δεινῶν ‘ἐργάσει ἐκ τοῦ οἴνου καὶ τὰ δάνεια τὰ σεαυτοῦ ἀποπλυνεῖς.’ τὸ δὲ ἄρα ἦν οὐ τοιοῦτον, ἀλλʼ ὁ οἶνος αὐτῷ διεφθάρη· τὸ γὰρ ἀπόνιμμα ἄποτον καὶ ἄχρηστον εἰς τὸ λοιπόν.