Ονειροκριτικά

Artemidorus

Artemidorus. Artemidori Daldiani Onirocriticon. Pack, Roger E., editor. Leipzig: Teubner, 1963.

Ἰσοψήφοις δὲ χρήσει, ὅταν καὶ χωρὶς τῶν ἰσοψήφων τὰ βλεπόμενα τοῦτο, ὅπερ ἂν τὰ ἰσόψηφα περιέχῃ, σημαίνῃ. [*](p. 217) οἷον γραῦς τοῖς νοσοῦσιν ὁρωμένη θανάτου γίνεται σύμβολον· ἔστι γὰρ ‘γραῦς’ ἑπτακόσια τέσσαρο καὶ ‘ἡ ἐκφορὰ’ ἑπτακόσια τέσσαρα. ἀλλὰ καὶ χωρίς τοῦ ἰσοψήφου ἡ γραῦς ἐκφορᾶς ἐστι σημαντικὴ αὐτή, μέλλουσα μὴ εἰς μακρὰν ἀποθνήσκειν. εἰ δέ ποτέ τινα ὄνειρον μηδενὶ τῶν ὀνειροκριτικῶν θεωρημάτων ὑποπίπτοντα μὴ δυνηθείης κρῖναι, μὴ ἀθυμήσῃς· καὶ γάρ εἰσί τινες πρὸ τῆς ἀποβάσεως ἄκριτοι, οὓς κρίνων μὲν ἐπιτυχὴς παρά γε ἐμοὶ εἶναι δόξεις, μὴ κρίνων δὲ οὐκ ἄτεχνος. οἷον ἔδοξέ τις στρατοπεδάρχης ἐπὶ τῇ μαχαίρᾳ αὐτοῦ γεγράφθαι ῑ θ. ἐγένετο πόλεμος ὁ Ἰουδαϊκὸς ἐν Κυρήνῃ, καὶ ἠρίστευσεν ἐν τῷ πολέμῳ ὁ ἰδὼν τὸν ὄνειρον, καὶ τοῦτο ἦν ὃ εἴπομεν, ἀπὸ μὲν τοῦ ῑ Ἰουδαίοις, ἀπὸ δὲ τοῦ κ Κυρηναίοις,

260
ἀπὸ δὲ τοῦ θ θάνατος. ἀλλὰ πρὸ μὲν τῆς ἀποβάσεως ἦν ἄκριτος, ἀποβάντων δὲ τῶν ἀποτελεσμάτων καὶ σφόδρα εὔκριτος. δοκεῖ δὲ μοι καὶ Ἀρίστανδρος Ἀλεξάνδρῳ τῷ Μακεδόνι πολιορκοῦντι Τύρον καὶ προσκαθημένῳ καὶ διὰ τὸν χρόνον ἀσχάλλοντι καὶ ἀνιωμένῳ δόξαντι ὄναρ ἐπὶ τῆς ἀσπίδος Σάτυρον παίζοντα ἰδεῖν ἐπιτυχῶς κρῖναι, ὅτι ἔτυχεν ἐν Τύρῳ τε ὢν καὶ πολεμοῦντι Τυπίους τῷ βασιλεῖ συνών· τὸ γὰρ ‘Σάτυρος’ ὄνομα εἰς τὸ ‘σὰ Τύρος’ διαλαβὼν προθυμότερον τὸν βασιλέα πολεμεῖν ἐποίησεν, ὥστε καὶ εἷλε τὴν πόλιν. ἔστι δὲ τούτοις ὅμοιον καὶ τὸ ὑπογεγραμμένον. ὁ Σύρος ὁ τοῦ Ἀντιπάτρου δοῦλος ὑποκάτω τῶν ποδῶν αὐτοῦ αὐτὰ τὰ πέλματα ἔδοξε μὴ ἔχειν. ζῶν κατεκάη.

Ἔτι τὸ δηλούμενον ὑπό τινος πάλιν αὖ ἐκείνου ἐστὶ αημαντικόν, [*](p. 218) ὑφʼ οὗ δηλοῦται. οἷον γυνὴ ἔδοξε τὰ ὄμματα ἀλγεῖν. ἐνόσησαν αὐτῆς οἱ παῖδες. ἄλλη γυνὴ ἔδοξεν αὐτῆς τοὺς παῖδας νοσεῖν. ἐνόσησαν αὐτῆς τὰ ὄμματα. Διογένης ὁ ναύκληρος τῆς ἀκάτου τὸ ἀντιπρόσωπον ἔδοξεν ἀπολωλεκέναι. οὐκ εἰς μακρὰν ὁ πρῳρεὺς αὐτοῦ ἀπέθανε. καὶ ἐν Μιλήτῳ τὸν πρῳρέα τις δόξας ἐκφέρειν καὶ κατορύττειν τῆς νεὼς ἀπώλεσε τὸ ἀντιπρόσωπτον. καὶ ὁ τὸν πατέρα δόξας νοσεῖν τὴν κεφαλὴν ἤλγησεν. ὅτι δὲ πατρός ἐστι σημαντικὴ ἠ κεφαλὴ οἶσθα ἀπὸ τοῦ πρώτου βιβλίου.

261

Καθόλου δὲ τῶν ἐν τῷ σώματι μερῶν τὰ μὲν ἄνω πρὸς τοὺς βελτίονας καὶ ἐντιμοτέρους λάμβανε, πάντα δὲ τὰ ὑποκάτω πρὸς τοὺς ἥττονας καὶ ὑποδεεστέρους τῶν μὲν ἐν κεφαλῇ ἐπὶ βλεφάρων καὶ ὀδόντων καὶ χειλῶν καὶ γλώττης τῶν δὲ ἐν ὅλῳ τῷ σώματι τὰ ὑπέρ ζώνην καὶ ὑπὸ ζώνην τὰ δεξιὰ πρὸς ἄρσενας ἢ πρεσβυτέρους τὰ δὲ ἀριστερὰ πρὸς θηλείας ἢ νεωτέρους ἢ νεωτέρας. περὶ δὲ ἑκάστου τὸ πρὸς εἶδος ἀπὸ τῆς περὶ σώματος καὶ τῶν ἐν τῷ σώματι μερῶν διαιρέσεως ἐκ τοῦ πρώτου λάμβανε βιβλίου.

Πάντα δὲ ἔμετον καὶ αἵματος καὶ τροφῆς καὶ φλέγματος τοῖς μὲν ἀπόροις εἰς ὠφέλειαν κρῖνε, τοῖς δὲ εὐπόροις εἰς βλάβην· οἱ μὲν γὰρ οὐκ ἂν ἀπολέσαιέν τι, εἰ μὴ κτήσαιντο πρότερον· οἱ δὲ ἔχοντές τι καὶ ἀπολλύουσι.

Πᾶσαι τροφαὶ τὰ αὐτὰ καὶ βλεπόμεναι αὐτὸ μόνον καὶ ἐσθιόμεναι σημαίνουσι πλὴν κρομμύων· ταῦτα δὲ βλεπόμενα μέν ἀγαθά, ἐσθιόμενα δὲ πονηρά.

Τοὺς πολλάκις ὁρωμένους ὀνείρους, εἰ μὲν ἐκ μικρῶν διαστημάτων βλέποιντο καὶ συνεχῶς, ἀεὶ τὸ αὐτὸ σημαίνειν νόμιζε, τούτου δὲ ἕνεκεν ὁρᾶσθαι πολλάκις, τοῦ μᾶλλον [*](p. 219) αὐτοῖς προσέχειν καὶ πιστεύειν· καὶ γὰρ ἡμεῖς ἐν τῇ συνηθείᾳ, ὅταν τι σπουδαῖον λέγωμεν, πολλάκις αὐτὸ λέγομεν. οὕτως οὖν καὶ ἡ ψυχή, ἢ ὅτι σπουδαῖα προαγορεύει

262
καὶ ἀξιόλογα καὶ οὐ πάρεργα, πολλάκις αὐτὰ δείκνυσιν, ἢ ὅτι πρὸ πολλοῦ τῆς ἀποβάσεως αὐτῶν ἤρξατο καὶ οὐ διαλείπει αὐτὰ ὁρῶσα. ὅταν δὲ μεγάλα τὰ διαστήματα τῷ αὐτῷ πολλάκις ὁρωμένῳ ὀνείρῳ, ἄλλοτε ἄλλα σημαίνειν τὸν αὐτὸν νόμιζε. ὥσπερ γὰρ εἰ πολλοὶ τὸν αὐτὸν ἴδοιεν ὄνειρον, διαφόρως ἑκάστῳ ἀποβήσεται διὰ τὸ μὴ πάντας ἐν τοῖς αὐτοῖς εἶναι πράγμασιν, οὕτω καὶ ἐὰν ἐπὶ διαφόροις τὸ αὐτό τις ἴδῃ, διαφόρως αὐτῷ ἀποβήσεται διὰ τὸ μὴ πάντως ἐν τοῖς αὐτοῖς εἶναι πράγμασιν. οἷον ἔδοξέ τις τὴν ῥῖνα ἀπολωλεκέναι, ἔτυχε δὲ ὢν μυροπώλης. ἀπώλεσε τὴν ἐνθήκην καὶ ἐπαύσατο μυροπωλῶν διὰ τὸ μὴ ἔχειν ῥῖνα· οὐκέτι γὰρ ἔχων τὸ δοκιμαστήριον τῶν μύρων εἰκότως οὐδὲ τῇ ἀπὸ τῶν μύρων ἐχρῆτο ἐργασίᾳ. ὁ αὐτὸς οὐκέτι μυροπωλῶν ἔδοξε ῥῖνα οὐκ ἔχειν. ἑάλω πλαστογραφήσας καὶ ἔφυγε τὴν ἑαυτοῦ ὅ τι γὰρ ἂν λείπῃ τῷ προσώπῳ, ἄτιμον αὐτὸ ποιεῖ ἔστι δὲ τὸ πρόσωπον τῆς αἰδοῦς καὶ τῆς ἐπιτιμίας εἰκών. εἰκότως οὖν κἀκεῖνος ἄτιμος ἐγένετο. ὁ αὐτὸς νοσῶν ἔδοξε ῥῖνα οὐκ ἔχειν, καὶ οὐκ εἰς μακρὰν ἀπέθανε· καὶ γὰρ τὰ κρανία τῶν ἀποθανόντων ῥῖνα οὐκ ἔχει. ἀλλὰ πρότερον μὲν ὡς ἐμπόρῳ εἰς τὰ μύρα ἀπέβη, δεύτερον δὲ ὡς ἐπιτίμῳ εἰς τὸ ἀξίωμα, τρίτον δὲ ὡς νοσοῦντι εἰς αὐτὸ τὸ σῶμα· καὶ οὕτως ὁ αὐτὸς ὄνειρος τῷ αὐτῷ τρὶς οὐχ ὁμοίως ἀπέβη.

Ἔτι καὶ τῶν σκευῶν καὶ τῶν ἐργαλείων ἕκαστον ἢ τέχνην σημαίνει τὸ περιεχόμενον ὑπʼ αὐτοῦ, ὡς πίθοι [*](p. 220) οἶνον ἔλαιον καὶ σιπύη πυροὺς κριθὰς κατὰ ἀναλογίαν

263
τὸ ὅμοιον ὂν τῇ χρήσει, ὡς ἐργαλεῖα πάντα φίλους καὶ τέκνα καὶ γονεῖς καὶ ταμεῖα τοὺς ταμίας καὶ κίσται καὶ θησαυροφυλάκια γυναῖκας καὶ οἰκονόμους.

Ἱππικὸς ἀνὴρ στρατείαν αἰτῶν παρὰ τοῦ βασιλέως ἔδοξε κληθεὶς πρός τινος ἐξελθεῖν τοῦ οἴκου ἔνθα ἦν καὶ καταβὰς δύο κλίμακας λαβεῖν ἀπὸ τοῦ καλέσαντος στέφανον ἐλαϊνὸν τοιοῦτον οἷον ἐν πομπαῖς φοροῦσιν ἱππεῖς Ῥωμαίων. καὶ πάνυ μὲν εὔθυμος ἦν, ἐθάρρουν τε τῷ ὀνείρῳ καὶ οἱ περὶ αὐτόν· ἀπέτυχε δὲ τῆς αἰτήσεως. ἔλαβε γὰρ τὸν στέφανον οὐκ ἀναβὰς ἀλλὰ καταβὰς τὰς κλίμακας, λέγομεν δὲ τὰς προκοπὰς ἀναβάσεις, τὸ δʼ ἐναντίον αὐταῖς καταβάσεις. ὁ δὲ στέφανος ἐποίησεν αὐτὸν γῆμαι παρθένον διὰ τὴν δέσιν καὶ ὅτι παρθένου ἐλαία· παρθένου γάρ ἐστι θεᾶς. τοῦτόν σοι τὸν ὄνειρον ὑπέγραψα, ἵνα μάθῃς ὅτι μὴ δεῖ ταῖς πρώταις φαντασίαις τῶν ὀνείρων προσέχειν, ἀλλ᾿ ὁμοῦ τῇ τάξει πάντων τῶν ὁραθέντων· οἱ γὰρ ἀπὸ μόνου τοῦ στεφάνου κρίνοντες οὐ προσέχοντες τῇ καταβάσει ἔπταισαν πάντες.

Οἱ ἀπὸ γένους τὸ γένος ὅλον σημαίνουσι, μάλιστα παῖδες· καὶ γὰρ ὅ τι ἂν ἄλλο σημαίνωσιν, ἅμα καὶ τὴν γενεὰν δηλοῦσιν. οἷον ἔδοξέ τις τὴν ἑαυτοῦ θυγατέρα κυρτὴν ἰδεῖν. ἀπέθανε τοῦ ἰδόντος ἡ ἀδελφὴ ὀρθῶς καὶ κατὰ λόγον· ἦν γὰρ αὐτῷ τὸ γένος οὐχ ὑγιές.

Πάντα τὰ περιεκτικὰ ἡμῶν αὐτῶν τὸν αὐτὸν ἔχει λόγον, ἱμάτιον οἰκία τεῖχος ναῦς καὶ τὰ ὅμοια. οἷον ξύλινον

264
[*](p. 221) ἱμάτιον ἔδοξέ τις περιβεβληῆσθαι. ἔτυχε πλέων καὶ ἐβραδυπλόησεν ἦν γὰρ αὐτῷ ξύλινον ἱμάτιον ἡ ναῦς. τὸ ἱμάτιόν τις ἔδοξε μέσον ἐρρωγέναι. συνετρίβη αὐτοῦ ἡ οἰκία τὸ γὰρ περιέχον αὐτὸν ἦν οὐχ ὑγιές. τὸν κέραμον τῆς οἰκίας ἔδοξέ τις ἀπολωλέναι. τὰ ἱμάτια ἀπώλεσε τὸ γὰρ σκέπον αὐτὸν οὐκέτι ἦν. τὸ τεῖχος ἔδοξέ τις διαρραγῆναι. ναύκληρος ἦν καὶ τὰ ἀμφιμήτρια τῆς νεὼς ἔπεσε. προσβάλλουσι γὰρ τῷ μὲν τείχει πολέμιοι τῷ δὲ πλοίῳ θάλασσα καὶ χειμών. πάντα δὲ ταῦτα καὶ πρὸς τὸ σῶμα τὴν ἀναφορὰν ἔχει. ὁ γοῦν δόξας τὸ ἱμάτιον ἐρρωγὸς ἰδεῖν εἰκότως ἐτρώθη κατ᾿ ἐκεῖνο τὸ μέρος, καθʼ ὃ καὶ περιβληθέντος τοῦ ἱματίου ἡ ῥαγὰς ἦν· ὥσπερ γὰρ αὐτῷ τὸ ἱμάτιον, οὕτω καὶ τῇ ψυχῇ αὐτοῦ τὸ σῶμα περιέκειτο.

Ἅμα τοῖς ἄλλοις ἀποτελέσμασιν οἱ δοῦλοι καὶ πρὸς τὸ σῶμα τῶν δεσποτῶν τὴν ἀναφορὰν ἔχουσιν. ὁ γοῦν δόξας τὸν οἰκέτην πυρέσσοντα ἰδεῖν εἰκότως αὐτὸς ἐνόσησεν· ὃν γὰρ ἔχει λόγον ὁ οἰκέτης πρὸς τὸν ὁρῶντα, τὸν αὐτὸν καὶ τὸ σῶμα πρὸς τὴν ψυχήν. ἔδοξέ τις ἵππου ὑποδήματα ὑποδεδέσθαι. ἐστρατεύσατο καὶ ἐγένετο ἱππεύς οὐδὲν γὰρ διέφερεν αὐτὸν τὸν βαστάζοντα ἵππον ὑποδεδέσθαι τὰ ὑποδήματα.

Πολλὰ τῶν ἀποβαινόντων καὶ εἰς τοὺς ὁμοίους καὶ εἰς τοὺς ἀφʼ αἵματος καὶ εἰς τοὺς ὁμωνύμους ἀποβαίνει. οἷον ἔδοξέ τις γυνὴ ἄνδρα ἔχουσα ἄλλῳ γαμεῖσθαι. οὔτε δὲ ὁ

265
ἀνὴρ ἐνόσει αὐτῆς, ἵνα αὐτὸν κατορύξασα δυνηθῇ ἄλλῳ γαμηθῆναι, οὔτε εἶχέ τι ὃ πωλήσει, ἵν᾿ ὥσπερ γαμουμένη ἄλλῳ συνάλλαγμα ποιήσηται, οὔτʼ ἦν αὐτῇ θυγάτηρ ὡραία γάμων, ἵνα ἐκείνην ἐκδῷ πρὸς γάμον καὶ οὕτω μὴ ἑαυτὴν ἀλλὰ τὴν θυγατέρα ἴδῃ ἄλλῳ γαμουμένην, οὔτε [*](p. 222) αὐτὴ ἐνόσει, ἵνα ἀποθάνῃ, ἐπειδὴ καὶ γάμος καὶ θάνατος τὸν αὐτὸν ἔχουσι λόγον, ὅτι τὰ παρακολουθοῦντα ἀμφοτέροις ἐστὶν ὅμοια· ἦν δέ αὐτῇ ἀδελφὴ ὁμώνυμος, καὶ ἔτυχε νοσοῦσα καὶ ἀπέθανε. καὶ τὸ αὐτῇ ἂν ἀποβάν, εἰ ἐνόσει, τοῦτο τῇ ἀδελφῇ ὁμωνύμῳ οὔσῃ ἀπέβη.

Βασιλεὺς καὶ ναὸς καὶ στρατιώτης καὶ ἐπιστολὴ βασιλέως καὶ ἀργύριον καὶ ὅσα ὅμοια τούτοις ὑπʼ ἀλλήλων σημαίνεται. ὁ Στρατόνικος ᾤετο τὸν βασιλέα λακτίζειν. .προελθὼν εὗρε χρυσοῦν νόμισμα, ὃ ἔτυχε πατήσας· οὐδὲν γὰρ διέφερεν ἢ τὸν βασιλέα τὴν εἰκόνα αὐτοῦ λακτίζειν ἢ πατεῖν. ὁ Ζήνων ἔδοξεν ἑκατοντάρχης γεγονέναι, καὶ προελθὼν ἔλαβεν ἑκατὸν βασιλικὰς ἐπιστολάς. Κρατῖνος ὁ ἡμέτερος ὄναρ λαβὼν ἀργύριον εἰσοδιάσθη ναοῦ βασιλικοῦ ἐγένετο. ἐργεπιστάτης δόξας εἶναι Ζωΐλος ταμίας ἐγένετο ἀργυρίου βασιλικοῦ.

Ὅ τι ἂν ἐκ τοῦ στόματος δῷ ὁ βασιλεύς, διʼ ἀποφάσεως ὠφελήσει τὸν λαβόντα. Χρύσιππος ὁ Κορίνθιος ἐκ τοῦ στόματος τοῦ βασιλέως δύο λαβὼν ὀδόντας μιᾷ ἡμέρᾳ δυσὶν ἀποφάσεσιν ἐπὶ τοῦ βασιλέως δικαζόμενος ἐνίκησεν.

266

Ὁ βίος διχῆ σοι νοείσθω, ποτὲ μὲν ὡς οὐσία καὶ κτήματα ποτὲ δὲ ὡς αὐτὸ τὸ ζῆν. γυνὴ πλουσία κόρακας ἔδοξεν ἐπιστάντας αὐτῇ τρεῖς ἀναιδῶς προσβλέπειν, ἕνα δὲ ἐξ αὐτῶν καὶ φωνὴν ῥήξαντα εἰπεῖν ‘ἐγώ σε ἔκβιον ποιήσω,’ καὶ τρίς τοὺς κόρακας περιελθόντας αὐτὴν ἀποπτῆναι. αὕτη μετὰ ἐννέα ἡμέρας ἀπέθανεν ὀρθῶς καὶ κατὰ λόγον· τὸ γὰρ ‘ἔκβιόν σε ποιήσω’ ὅμοιον ἦν τῷ ‘ἔξω [*](p. 223) τοῦ βίου ποιήσω, τοῦτʼ ἔστιν ‘ἀποκτενῶ.’ τρὶς δὲ οἱ τρεῖς περιελθόντες τὰς ἐννέα ἐδήλουν ἡμέρας.

Ὅσα λέγει τις ἄλλῳ μὴ ἀπὸ τέχνης τῆς ἑαυτοῦ, εἰς αὐτὸν ἀποβαίνει· ὅσα δὲ ἀπὸ τέχνης, εἰς ἐκεῖνον βλέπει, οὐδαμῶς δὲ εἰς αὐτὸν τὸν λέγοντα, ἀλλʼ ὡς ἐπὶ τῶν βαναύσων τεχνῶν ὅσα ἔμαθέ τις εἰ ποιοίη ἀγαθόν, οὕτω καὶ ἐπὶ τῶν λοιπῶν. ὅσα μὲν γὰρ ἰατροὶ νομικὰ ἢ μάντεις ἰατρικὰ ἢ νομικοὶ μαντικὰ ἄλλῳ λέγουσι, ταῦτα εἰς αὐτοὺς τοὺς λέγοντας ἀποβαίνει· ὅσα δὲ νομικοὶ νομικὰ ἢ ἰατροὶ ἰατρικὰ ἢ μάντεις μαντικὰ λέγουσι, ταῦτα ὡσπερεὶ κατορθούντων ἐν ταῖς τέχναις διαλάμβανε. ἔδοξέν τις ἰατρὸς λέγειν τινὶ ‘Ῥωμαῖος ὢν Ἑλληνίδα μὴ γάμει’. γαμήσας αὐτὸς ὑπὸ τῆς γυναικὸς ἐβλάβη πολλά.

Ὧν τις ἔχει χρείαν, τούτους χρὴ δοκεῖν εὐεργετεῖν μηδαμῶς γε βλάπτειν, ἐπεὶ οὐ χρήσεται τῇ ἐξ αὐτῶν ὠφελείᾳ. Ἡρακλείδης ὁ Θυατειρηνὸς μέλλων ἀγωνίζεσθαι ἐν Ῥώμῃ τὸν τῶν τραγῳδῶν ἀγῶνα ἔδοξε τοὺς

267
θεατὰς ἀποσφάττειν καὶ τοὺς κριτάς, καὶ ἐλείφθη οὐ γὰρ ἄν τις τοὺς φίλους ἀποκτείνειεν ἀλλὰ τοὺς ἐχθρούς. τρόπον οὖν τινα ἔλεγεν αὐτῷ τὸ ἐνύπνιον ἐχθροὺς ἔσεσθαι τοὺς θεατὰς καὶ τοὺς κριτάς ἄλλως τε καὶ οὐκ ἔμελλον αὐτῷ ἀποσφαγέντες οἴσειν ψήφους.

λέξανδρος ὁ φιλόσοφος ἔδοξε τὴν ἐπὶ θανάτῳ κατακεκρίσθαι καὶ παραιτησάμενος μόλις ἀπολελύσθαι ἀπὸ τοῦ σταυροῦ· ἔμελε δὲ αὐτῷ ἅτε ἀνδρὶ ἀσκητῇ οὔτε γάμου οὔτε κοινωνίας οὔτε πλούτου οὔτε τῶν ἄλλων ὅσα ὑπὸ σταυροῦ σημαίνεται. τῇ ὑστεραίᾳ διενεχθεὶς πρός τινα Κυνικὸν ἐπλήγη τὴν κεφαλὴν ξύλῳ, καὶ τοῦτο ἦν ὅπερ προηγόρευσεν αὐτῷ ἡ ψυχή, μέλλειν ξύλῳ μικροῦ δεῖν [*](p. 224) ἀποθανεῖσθαι. οὗτος ὁ ὄνειρος διδάξει σε ζητεῖν τι καὶ πέρας τῶν ἐνδεχομένων ἀποβαίνειν.

Ἡ τοῦ κναφέως γυνὴ δόξασα μέλανα ἱμάτια ἔχειν καὶ καταγνωσθεῖσα μεταλαβεῖν λευκὰ τὸν υἱὸν ἀπώλεσε καὶ μετὰ τρεῖς ἡμέρας εὗρεν αὐτόν. οὕτω τὰ λευκὰ τῶν μελάνων ἀμείνω.

Ὁ ἐν Περγάμῳ δόξας κλάσματα ἄρτων καὶ ἄρτους ὑγιεῖς χέζειν, ἐτραχηλοκοπήθη· ὥσπερ γὰρ οὐκ ἦν αὐτῷ κεφαλὴ ἡ δυναμένη μασήσασθαι τοὺς ἄρτους, ---

Ἑστίαν ἐπὶ ξένης οἰκοδομεῖν μὴ προῃρημένῳ γῆμαι ἢ κατοικῆσαι ἐκεῖ θάνατον μαντεύεται. ὁ Βιθυνὸς νεανίσκος ἐν Ῥώμῃ δόξας ἑστίαν οἰκοδομεῖν ἀπέθανε.

268

Τῶν δὲ συνθέτων ὀνείρων διελὼν τὰ κεφάλαια κατὰ μόνας ἕκαστον κρῖνε. οἷον εἴ τις δόξειε πλέειν εἶτα τοῦ πλοίου ἐξελθὼν ἐπὶ τῆς θαλάσσης περιπατεῖν, ἰδίᾳ μὲν τὸ πλέειν ἰδία δὲ τὸ ἐπὶ τῆς θαλάσσης περιπατεῖνκρῖνε· ἔχεις δὲ τὸ μὲν πλέειν ἐν τῷ δευτέρῳ βιβλίῳ, τὸ δὲ ἐπὶ τῆς θαλάσσης περιπτατεῖν ἐν τῷ τρίτῳ, ὅθεν λάμβανε τὰς κρίσεις.

Οὐδὲν τῶν ἀκινήτων περὶ τὸ σῶμα κείμενον ὠφελεῖ. ὁ ἐν Μαγνησία δόξας χάλκεα ἱμάτια περικεῖσθαι ὀρθῶς ἀπέθανεν. ἦν γὰρ αὐτὸν τὰ περιέχοντα ἀκίνητα καὶ οἷα τοῖς ἀγάλμασι περιτίθεται. ταῦτα δὲ οὐ ζῇ.

Ἀνδρόγυνον κωμῳδεῖν ἔδοξέ τις. ἐνόσησεν αὐτῷ τὸ αἰδοῖον. γάλλους ὁρᾶν ἔδοξέ τις. ἐνόσησεν αὐτῷ τὸ αἰδοῖον. τὸ μὲν πρῶτον διὰ τὸ ὄνομα οὕτως ἀπέβη, τὸ δὲ δεύτερον [*](p. 225) διὰ τὸ συμβεβηκὸς τοῖς ὁρωμένοις. καίτοι καὶ τὸ κωμῳδεῖν οἶσθα ὃ σημαίνει καὶ τὸ γάλλους ὁρᾶν. μέμνησο δὲ ὅτι, εἴτε κωμῳδεῖν εἴτε τραγῳδεῖν ὑπολάβοι τις καὶ μνημονεύοι, κατὰ τὴν ὑπόθεσιν τοῦ δράματος γίνεται καὶ τὰ ἀποτελέσματα.

Τὰ τῷ χρώματι ὅμοια εἰς ταὐτὸν ἀποβαίνει. Αἰθίοπά τις λαβὼν δῶρον μεθʼ ἡμέραν ἀνθράκων πλῆρες ἐδέξατο ἀγγεῖον.

Αἱ περιοχαὶ τῶν μυστηρίων ὅμοια τὰ ἀποτελέσματα ποιοῦσι καὶ ἐν χρόνῳ τοσούτῳ ὁρώμενα ἐν ὅσῳ τελεῖται

269
τὰ μυστήρια. γυνὴ ἔδοξε χορεύειν τῷ Διονύσῳ μεθυσθεῖσα. τὸ ἑαυτῆς παιδίον ἀπέκτεινεν ὂν τριετές. καὶ γὰρ ὁ περὶ Πενθέα καὶ Ἀγαυὴν λόγος τοιοῦτος, καὶ τῷ θεῷ τριετηρίδες ἄγονται ἑορταί.

Ὅτι τὸ ἐργάζεσθαι τῷ ζῆν τὸν αὐτὸν ἔχει λόγον, παρακείσθω σοι ὅδε ὁ ὄνειρος. γυνὴ ἔδοξεν ἱστὸν ἐξυφαγκέναι. τῇ ὑστεραίᾳ ἀπέθανεν οὐκέτι γὰρ εἶχεν ἔργον, τοῦτʼ ἔστιν οὐκέτι εἶχε τὸ ζῆν.

Οὔτε τὸ ἀπορρύπτεσθαι οὔτε τὸ περικεχρῖσθαί τινι τὸ πρόσωπον ἀγαθόν οὐκ ἀναμάρτητον γάρ φησιν εἶναι τὸν ἰδόντα. ὁ Πάφιος νεανίσκος ἔδοξε κατακεχρῖσθαι τὸ πρόσωπον, ὥσπερ αἱ γυναῖκες, καὶ ἐν θεάτρῳ καθέζεσθαι. μοιχεύων ἑάλω καὶ ἠσχημόνησεν. Ὅσα εἰς ἄλλο ἐστὶν εὔχρηστα, εἰς ἄλλο δαπανηθέντα ἄχρηστα γίνεται. ὁ Κρητικὸς ἔμπορος ἔδοξε τὸ πρόσωπον [*](p. 226) οἴνῳ νίπτεσθαι, καὶ εἶπέ τις αὐτῷ τῶν περὶ ταῦτα δεινῶν ‘ἐργάσει ἐκ τοῦ οἴνου καὶ τὰ δάνεια τὰ σεαυτοῦ ἀποπλυνεῖς.’ τὸ δὲ ἄρα ἦν οὐ τοιοῦτον, ἀλλʼ ὁ οἶνος αὐτῷ διεφθάρη· τὸ γὰρ ἀπόνιμμα ἄποτον καὶ ἄχρηστον εἰς τὸ λοιπόν.

Ἔτι κἀκεῖνο. ἔστι τινὰ τῶν ἐν τοῖς ὀνείροις κόσμου ἕνεκεν θεωρούμενα, ἃ χρὴ καταλείπειν. ὥσπερ γὰρ εἴ τις

270
εἰς οἶκον εἰσίοι, πάντως καὶ τὴν παραστάδα καὶ τὴν φλιὰν καὶ τὸ ὑπέρθυρον βλέπει, ἀλλʼ οὐ διὰ ταῦτα εἴσεισιν, οὕτως οὐκ ἀπὸ τούτων τὴν κρίσιν ποιητέον, ἀλλʼ ἀπʼ αὐτοῦ τοῦ οἴκου. ἔδοξέ τις τὴν ἑαυτοῦ γυναῖκα ἐπὶ πορνείου καθεζομένην ἐν ἱματίοις πορφυροῖς ὁρᾶν,καὶ ἐποιησάμεθα τὴν κρίσιν οὐκ ἀπὸ τῶν ἱματίων οὐδὲ ἀπὸ τῆς καθέδρας οὐδὲ ἀπʼ ἄλλου τινὸς ἀπὸ τοῦ πορνείου μόνου. τελώνης ὁ ἰδὼν ἐγένετο· ἦν γὰρ αὐτῷ ἡ ἐργασία ἄχρωμος, τέχνην δὲ ἢ πραγματείαν τοῦ ἰδόντος τὴν γυναῖκα νομίζομεν εἶναι. ὥσπερ οὖν ἡ φύσις οὐ τοῦ ἀναγκαίου χάριν πάντα μόνου ποιεῖ ἀλλὰ καὶ τοῦ κόσμου, ὡς τὰς ἕλικας ἐν ταῖς ἀμπέλοις, οὕτω καὶ ἡ ψυχὴ πολλὰ ἕνεκεν κόσμου συνθεωρεῖ --- καὶ πολλάκις ἀπὸ μέρους τὰ ὅλα δείκνυσιν. οἷον ἔδοξέ τις τῆς ἀδελφῆς τὰ ἱμάτια ἔχειν καὶ περικεῖσθαι. ἐκληρονόμησε τὴν ἀδελφήν.

Ὅτι τὸ φῶς τοῦ σκότους λυσιτελέστερον τοῖς μὴ λανθάνειν βουλομένοις, ἐντεῦθεν ἂν μάθοις. Μένιππος ὁ Μάγνης παγκρατιαστὴς οὐ πρὸ πολλοῦ τοῦ ἐν Ῥώμῃ [*](p. 227) ἀγῶνος ἔδοξε παγκρατιάζοντος αὐτοῦ νύκτα γεγονέναι. οὐ μόνον ἐλείφθη τὸν ἐν Ῥώμῃ ἀγῶνα, ἀλλὰ καὶ πληγεὶς τὴν χεῖρα κατέλυσεν.

Ὅτι οὐκ ἐκφεύγουσι παντελῶς οἱ ὄνειροι τὸν λόγον τῶν ἱστοριῶν, μάθοις ἂν ἐντεῦθεν. γυνὴ ἔδοξε τοὺς τοῦ Ἡρακλέους ἄθλους τετελεκέναι, καὶ οὐκ εἰς μακρὰν ἐμπυρισμῷ

271
περιληφθεῖσα ζῶσα ἐκαύθη. φασὶ γὰρ καὶ τὸν Ἡρακλέα πυρὶ διαφθαρῆναι τὸ σῶμα. ὅτε μέντοι δεῖ προσέχειν ἱστορίαις καὶ ὅτε μή, ἐπὰν κατὰ τοῦτο τοῦ λόγου γένωμαι, διδάξω σε.