Ονειροκριτικά

Artemidorus

Artemidorus. Artemidori Daldiani Onirocriticon. Pack, Roger E., editor. Leipzig: Teubner, 1963.

Πρόγονοι ὁρώμενοι, λέγω δὲ συγγενεῖς τοὺς πρὸ τῶν γονέων γεγονότας, φροντίδας σημαίνουσι παλαιῶν ἕνεκεν [*](p.179) πραγμάτων. καὶ εἰ μέν τι ἀγαθὸν ἢ ἡδὺ ἤ κεχαρισμένον πράττοιεν λέγοιεν, εἰς ἀγαθὸν αἱ φροντίδες τελευτήσουσιν· εἰ δὲ μή, τοὐναντίον.

Ἐπίμονοι οἱ μὲν ἔτι νήπιοι καὶ βραχεῖς φροντίδων εἰσὶ σημαντικοί (περὶ ὧν ἀκριβέστερον ἐν τῷ πρώτῳ βιβλίῳ ἐν τῷ περὶ γενέσεως παίδων εἴρηκα κεφαλαίῳ), οἱ δὲ ἤδη τέλειοι βοηθείας καὶ συλλήψεως εἰσι σημαντικοί.

Μῦς οἰκέτην σημαίνει· συνοικεῖ γὰρ καὶ ἀπὸ τῶν αὐτῶν τρέφεται καὶ ἔστι δειλός. ἀγαθὸν οὖν καὶ πολλοὺς ἔνδον ἰδεῖν μύας καὶ τούτους ἱλαροὺς καὶ παίζοντας· πολλὴν γὰρ εὐφροσύνην προσημαίνουσι καὶ οἰκετῶν ἐπίκτησιν. εἰ δέ τι ποικιλώτερον περὶ τοὺς μύας βλέποι τις, ἔξεστι μεταφέρειν τὰς κρίσεις ἀπὸ τῶν παρὰ Μελάμποδι ἐν τῷ περὶ τεράτων καὶ σημείων ἐν τῷ περὶ μυῶν γεγραμμένων, οὐδὲν διαφέρειν ἡγουμένους τὰ μεθʼ ἡμέραν

216
γινόμενα τῶν ὄναρ δοκούντων γίνεσθαι· τῆς γὰρ αὐτῆς τετύχηκε προρρήσεως, ὡς πολλάκις ἡμῖν ἔδοξε διὰ πείρας. διὰ μακροῦ δὲ τὸν τόπον τοῦτον ἐξείργασται ἐν τῷ δευτέρῳ τῆς ἑαυτοῦ συντάξεως Ἀπολλώνιος ὁ Ἀτταλεύς. ἐμοὶ δὲ νῦν πρόκειται τὰ σημαινόμενα δεικνύειν ἑκάστου τῶν παραλελειμμένων ἐν τῇ ἐμῇ πραγματείᾳ. διὸ καὶ τρίτον τοῦτο τὸ βιβλίον οὐχ ὡς συνημμένον τοῖς δυσὶν ἀλλʼ ὡς ἀπολελυμένον ἐποίησα. ὅθεν καὶ τῆς ἐπιγραφῆς εἰκότως τεύξεται οὐχὶ τρίτον ἐκείνων ἀλλὰ κατʼ ἰδίαν Φιλάληθες ἢ Ἐνόδιον.

Γαλῆ δὲ γυναῖκα σημαίνει πανοῦργον καὶ κακότροπον καὶ δίκην· ἔστι γὰρ ἰσόψηφος δίκη καὶ γαλῆ. ἀπὸ γὰρ [*](p.180) τῶν αὐτῶν σύγκειται γραμμάτων. καὶ θάνατον ὅ τι γὰρ ἂν λάβῃ, τοῦτο σήπει. καὶ ἐργασίας καὶ ὠφελείας· καλεῖται γὰρ πρός τινων κερδώ. τὴν δὲ διαφορὰν ἔξεστιλαμβάνειν τούτων ἀπὸ τοῦ βλέπεσθαι προσιοῦσαν ἀπιοῦσαν ἢ πάσχουσάν τι ἢ δρῶσαν ἡδὺ ἢ ἀηδές.

Πηλὸς νόσον σημαίνει καὶ ὕβριν· νόσον μὲν διὰ τὸ μήτε καθαρὸν εἶναι ὕδωρ μήτε γῆν ἀλλ᾿ ἐξ ἀμφοτέρων μεμίχθαι καὶ μηδὲ ἕτερον εἶναι. πονηρὸν οὖν σύγκριμα τοῦ σώματος τοῦτʼ ἔστι νόσον προαγορεύει εἰκότως· ὕβριν δὲ, ὅτι μολύνει. ἔτι δὲ κίναιδον διὰ τὸ ὑγρὸν καὶ ἔκλυτον. ἀγαθὸς δʼ ἂν εἴη τοῖς ἐκ πηλοῦ ἐργαζομένοις.

217

Λεκάνη οἰκέτην σημαίνει καὶ θεράπαιναν πιστούς. πίνειν δὲ ἐκ λεκάνης ἐρασθῆναι θεραπαίνης σημαίνει, τὸ δʼ αὐτὸ καὶ εἴ τις ἐσθίοι ἐν λεκάνῃ. λεκάνην χρυσέαν ἢ ἀργυρέαν ἔχειν ἤτοι θεράπαιναν ἀπελευθερώσαντα γῆμαι σημαίνει ἢ ἀπηλευθερωμένῃ συνοικῆσαι. λεκάνη θραυομένη θεράποντος σημαίνει ὄλεθρον. λεκάνῃ ἐγκατοπτρίζεσθαι τεκνῶσαι ἀπὸ θεραπαίνης σημαίνει. εἰ δὲ τις αὐτὸς οἰκέτης ὢν οὐκ ἔχων ὑπηρέτην τοῦτον ἴδοι τὸν ὄνειρον, ἡγεῖσθαι χρὴ τὴν λεκάνην αὐτὴν τὴν δουλείαν αὐτῷ σημαίνειν.

Εἰκὼν τέκνα σημαίνει καὶ τὴν προαίρεσιν καὶ τὴν γνώμην τοῦ ἰδόντος· τέκνα μὲν διὰ τὴν ὁμοιότητα, γνώμην δὲ καὶ προαίρεσιν διὰ τὸ ἐπαγάλλεσθαι πάντας εἰκόσιν. ἡ δὲ ἐξ ὕλης στερεᾶς καὶ ἀσήπτου γεγενημένη ἀμείνων ἐστὶ τῶν γραπτῶν καὶ κηρίνων καὶ πηλίνων καὶ τῶν ἄλλων τῶν ὁμοίων. ὅ τι δʼ ἂν πάθωσιν αἱ εἰκόνες, τοῦτο πείσονται καὶ οἱ παῖδες τοῦ ἰδόντος καὶ αἱ ὁρμαὶ τῶν πράξεων. [*](p.181) πολλάκις δὲ καὶ εἰς γονεῖς καὶ εἰς ἀδελφοὺς καὶ εἰς ἄλλους ὁμωνύμους ἀποβαίνει τὸ ὄναρ.

Μαῖα ὁρωμένη τὰ κρυπτὰ ἐλέγχει διὰ τὸ τὰ ἀπόρρητα καὶ κεκρυμμένα ἐρευνᾶν καὶ βλάβας σημαίνει καὶ τοῖς νοσοῦσι θάνατον ἐξάγει γὰρ τοῦ περιέχοντος ἀεὶ τὸ περιεχόμενον καὶ δίδωσι τῇ γῇ. τοὺς δὲ βία ὑπό τινος κατεχομένους ἀπαλλάσσει· καὶ γὰρ τὸ περιεχόμενον τοῦ περέχοντος ἀπαλλάσσει σῶμα καὶ οὕτω τὸ περιεχόμενον σῶμα τοῦ περιέχοντος ἀπαλλάξασα κουφότερον ποιεῖ. πολλάκις δὲ ὁρωμένη μαῖα γυναικὶ μὴ ἐχούσῃ ἐν

218
γαστρὶ νόσον προαγορεύει, ἐν γαστρὶ δὲ ἐχούσῃ οὐδὲν ἐπίσημον διὰ τὴν περὶ τὸν τοκετὸν ἐλπίδα.

Ἄκανθαι καὶ σκόλοπες ὀδύνας σημαίνουσι διὰ τὸ ὀξὺ καὶ ἐμποδισμούς διὰ τὸ καθεκτικὸν καὶ φροντίδας καὶ λύπας διὰ τὸ τραχύ, πολλοῖς δὲ καὶ ἔρωτας καὶ ἀδικίας ὑπὸ ἀνθρώπων πονηρῶν· ἔρωτας μὲν διὰ τὸ μὴ εὐθύμους τοὺς ἐραστὰς εἶναι ἀδικίας δὲ ὑπὸ ἀνθρώπων πονηρῶν διὰ τὴν γιγνομένην ὑπὸ τούτων ἐκ τῶν τραυμάτων. αἵματος ἀπόκρισιν. καὶ αἱ μὲν ἄκανθαι ὑπὸ γυναικῶντὰς ἀδικίας οἱ δὲ σκόλοπες ὑπʼ ἀνδρῶν προσημαίνουσι.

Τῶν γραμμάτων καθʼ ἓν ὁρώμενον ἕκαστον τὰ μὲν φωνήεντα φόβους καὶ ταραχὰς σημαίνει, τὰ δὲ ἡμίφωνα ἀπραξίας μὲν οὐχί, φόβους δὲ ἐπάγει τὰ δὲ ἄφωνα οὔτε φόβους οὔτε πράξεις. ἰδίᾳ δὲ τὸ ρ ἀπὸ τοῦ ἀριθμοῦ κρινέσθω. ἔστιν οὖν τοῖς ἐπὶ πρᾶξιν ὁρμῶσιν ἀγαθὸν διὰ τὸ ἰσόψηφον ἔστι γὰρ καὶ τὸ ἐπʼ ἀμαθὰʼ τὴν τοῦ ρ ἐκπληροῦν ψῆφον. καὶ τοῖς προσδοκῶσιν ἀποδήμους· ἔστι γὰρ [*](p. 182) καὶ τὸ ‘ἀνγελία’ τὸ ἑκατόν. καὶ τοῖς διαποροῦσι πότερον πεζῇ ἀπιτέον αὐτοῖς ἢ κατὰ πλοῦν συμβουλεύει ‘πεζῆ’ καὶ γὰρ καὶ τοῦτο ἰσόψηφον τοῦ ἑκατόν. τοῖς δὲ περὶ τοῦ ὅλως εἰ ἐξιτέον φροντίζουσι συμβουλεύει μένειν· καὶ γὰρ τὸ ‘μένε’ ἑκατόν. κακούργους δὲ δεσμεύει· καὶ γὰρ τὸ ‘πέδαι’ ἑκατόν. ποιμέσι δὲ καὶ ἱπποτρόφοις ἀγαθὸν τὸ ἑκατόν καὶ γὰρ τὸ ‘νέμε’ ἑκατόν.

219

Ἅλυσις γυναῖκα σημαίνει διὰ τὸ ὄνομα καὶ διὰ τὸ καθεκτικόν. καὶ πλοκὴν πραγμάτων οὐκ εὐθύμων οὐδὲ τερπνῶν πέπλεκται μὲν γὰρ ἐκ πολλῶν, οὐκ εὐθύμους δὲ τοὺς δεδεμένους ποιεῖ. καὶ κατοχὴν καὶ ἐμποδισμὸν πράξεων δηλοῖ.

Ἱστὸς ὄρθιος κινήσεις καὶ ἀποδημίας σημαίνει· χρὴ γὰρ περιπατεῖν τὴν ὑφαίνουσαν. ὁ δὲ ἕτερος ἱστὸς κατοχῆς ἐστι σημαντικός, ἐπειδὴ καθεζόμεναι αἱ γυναῖκες ὑφαίνουσι τὸν τοιοῦτον ἱστόν. ἀεὶ δὲ ἄμεινον ἀρχόμενον ὑφαίνεσθαι ἱοτὸν ἰδεῖν πρὸς τὸ ἐκτέμνεσθαι ὄντα· ἔοικε γὰρ τῷ βίῳ. ὁ μὲν οὖν ἄρτι ἀρχόμενος ὑφαίνεσθαι μακρὸν ὑπαγορεύει βίον, ὁ δὲ πρὸς ἐκτομὴν ὢν ὀλίγον, ὁ δὲ ἐκτετμημένος θάνατον. περὶ δὲ χρωμάτων διαφορᾶς ἀπὸ τοῦ λόγου τοῦ περὶ ἱματίου καὶ κόσμου ἀνδρείου τε καὶ γυναικείου ἐν τῷ δευτέρῳ βιβλίῳ ἐν ἀρχῇ ἐπεμνήσθην ἔξεστι τὰς κρίσεις μεταφέρειν. εἰ δέ τις πλέων ἱστὸν ἴδοι, ἡγείσθω τὴν κατάρτιον ὁρᾶν. ὅ τι ἂν οὖν περὶ τὸν ἱστὸν ἀποβαίνῃ, τὸ αὐτὸ καὶ περὶ τὴν κατάρτιον ἔσται. συνεργὰ δὲ τὰ εἰς ὑφὴν ἱστοῦ παρασκευαζόμενα πολλὰς φροντίδας καὶ σύγχυσίν πραγμάτων σημαίνει, ὧν ὀψὲ καὶ μόλις ἔσται διάκρισις· ἕως μὲν γάρ ἐστι συνεργά, συγκέχυται καὶ ἀδιάκριτά ἐστιν ἐπειδὰν δὲ ὑφανθῇ, εἰς τὴν [*](p.183) οἰκείαν ἕκαστον κατατεταγμένον χώραν καὶ τὴν εὐχρηστίαν παρέχει.

220

Ἀκόνη προτροπῆς ἐστι σημαντικὴ καὶ εὐθυμίας, καὶ τρόπον τινὰ ὀξυτέρους φησὶ δεῖν γενέσθαι. ἐν δὲ ταῖς φιλίαις οὐ τοὺς συλλαμβανομένους σημαίνει ἀλλὰ τοὺς προτρέποντας καὶ παρορμῶντας· συμπράττει μὲν γὰρ οὐδὲν τοῖς σιδηροῖς, ὀξύτερα δὲ αὐτὰ ποιεῖ. πολλάκις δὲ ἀκόνη καὶ γυναῖκα σημαίνει.

Τὸ δὲ ἐτυμολογούμενα τῶν ὀνομάτων οὐκ ἄχρηστα νομίζειν χρὴ πρὸς τὰς κρίσεις. ἐάν τε γὰρ ἐπʼ ἀγαθοῖς τοῖς ὑπὸ τῶν ἄλλων σημαινομένοις τὰ ὀνόματα ᾖ εὔφημα, τελειότερα τὰ ἀγαθὰ ποιεῖ ἐάν τ᾿ ἐπὶ κακοῖς, ἐλάττονα καὶ ἀμβλύτερα τὰ κακὰ ποιεῖ. τὰ δὲ δύσφημα ἐναντία ταῖς προαιρέσεσι τὰ μὲν κακὰ ἐπιτείνει, τὰ δὲ ἀραθὰ ἀμβλύνει. πολλάκις δὲ καὶ ἀπὸ μόνων αὐτῶν ἔστι τι προαγορεῦσαι. οἷον Μένων μὲν καὶ Μενεκράτης καὶ Κρατῖνος ἀποδημεῖν κωλύουσι, Ζήνων δὲ καὶ Ζηνόφιλος καὶ Θεόδωρος τοὺς νοσοῦντας ἀνιστᾶσι, Κάρπος δὲ καὶ Ἐλπιδιφόρος καὶ Εὔτυχος πορισμὸν ὑποδεικνύουσι, Θράσων δὲ καὶ Θρασύλος καὶ Θρασύμαχος παρορμῶσι πράττειν καὶ μὴ ἀποκνεῖν κελεύουσιν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν θηλυκῶν ὀνομάτων τὰς κρίσεις χρὴ ποιεῖσθαι.

Ἡ δὲ παραμυθία τοὺς μὲν εὐδαιμονοῦντας ἀδικεῖ, τοὺς δὲ ἐν περιστάσει ὄντας ὠφελεῖ· τοὺς μὲν γὰρ εἰς τοῦτο κατάγει, ὥστε δεῖν αὐτοῖς παραμυθίας διὰ τὸ ἀθυμεῖν ἐπὶ τοῖς συμβαίνουσι κακοῖς, τοῖς δὲ χρηστὰς ὑποτίθεται τὰς ἐλπίδας ὀρθῶς καὶ εὐλόγως τοῦ τοιούτου

221
ἀποβαίνοντος οὔτε γὰρ τῷ ὁρῶντί φησί τις ῾ ἀναβλέψειςʼ ἀλλʼ ὡς εἰκὸς τῷ ὑποκεχυμένῳ εἰς εὐθυμίαν ἀνάγειν αὐτὸν , οὔτε τῷ ὑγιαίνοντι λέγει τις ῾ ἀναρρώσει καὶ ὑγιανεῖςʼ ἀλλʼ ὡς εἰκὸς τῷ κάμνοντι. οὕτως οὖν ἐπειδάν [*](p. 184) τινι προσελθών τις λέγῃ ῾ πλουτήσεις εὐδαιμονήσεις εὐτυχήσεις πράξεις ὃ βούλειʼ, ὡς οὐκ εὐδαιμονοῦντι οὐδὲ πράττοντι κατὰ γνώμην λέγει. εἰ δὲ ἄρα τῷ ἐν περιστάσει ὄντι προαγορεύοι τις τῆς περιστάσεως λύσιν, τότε χρὴ ἀνανεώσασθαι τὸν περὶ τῶν ἀξιοπίστων λόγον, ὅν ἐπὶ τέλει τοῦ δευτέρου βιβλίου εἴρηκα, καὶ εἰ μὲν ἀξιόπιστος εἴη ὁ λέγων, πιστεύειν, εἰ δὲ μή, καταφρονεῖν ὡς ἐξαπατώμενον.

Ἐν ἄλλῳ μέρει τοῦ σώματος ᾡτινιοῦν τραῦμα ὑπάρχον σὺν τῷ μέρει κρινέσθω ὡς βλαπτομένῳ, ἠκρίβωται δὲ ὁ λόγος ἐν τῷ πρώτῳ βιβλίῳ ἐν τῷ περὶ σώματος καὶ τῶν ἐν τῷ σώματι μερῶν· κατὰ δὲ τοῦ στήθους γενόμενον τῆς καρδίας νέοις μὲν καὶ ἀνδράσι καὶ γυναιξὶν ἔρωτα σημαίνει, πρεσβυτέροις δὲ λύπην ἐν δὲ τῇ δεξιᾷ χειρὶ γενόμενον ἐν αὐτῷ τῷ θέναρι δάνειον προαγορεύει καὶ τὴν ἐπὶ χειρογράφῳ λύπην. οὐλὴ δὲ πάσης φροντίδος συμπέρασμα σημαίνει.

Δάνειον τῷ ζῆν τὸν αὐτὸν ἔχει λόγον· ὀφείλομεν γὰρ τὸ ζῆν τῇ τῶν ὅλων φύσει, ὡς καὶ τὸ δάνειον τῷ χρήσαντι. καὶ ὁ δανειστὴς δὲ τὸν αὐτὸν ἔχει λόγον τῷ δανείῳ. ὅθεν τοῖς νοσοῦσιν ἐφιστάμενος καὶ ἀπαιτῶν κίνδυνον σημαίνει, λαμβάνων δέ τι καὶ θάνατον. δανειστὴς ἀποθνήσκων λύπης καὶ φροντίδος ἀπαλλάσσει. ἔτι δὲ καὶ δανειστὴς

222
καὶ θυγάτηρ τὸν αὐτὸν ἔχουσι λόγον, ἐπειδήπερ καὶ ἡ θυγάτηρ μετὰ ἀνάγκης ἀπαιτεῖ, καὶ ὅταν μετὰ πολλῶν ἀνατραφῇ φροντίδων, ἀπαλλάσσεται λαβοῦσα προῖκα. δανειστὴς οἰκέτῃ δεσπότην σημαίνει ἀποφορὰν ἀπαιτοῦντα. τὰ δὲ αὐτὰ τῷ δανειστῇ καὶ ὁ ἐνοικιολόγος σημαίνει.

Μαίνεσθαι ἀγαθὸν τοῖς ἐπὶ τὸ πράττειν ὁρμῶσιν· ἀκώλυτοι [*](p.185) γὰρ οἱ μαινόμενοι, ἐφʼ ὅ τι ἄν ὁρμήσωσι. μάλιστα δʼ ἂν εἴη ἀγαθὸν τοῖς δημαγωγεῖν καὶ ὄχλου ἄρχειν βουλομένοις καὶ τοῖς εἰς ὄχλον καθιεῖσιν ἑαυτούς· πλείονος γὰρ ἀποδοχῆς ἀξιωθήσονται. ἀγαθὸν δὲ καὶ τοῖς παιδεύειν βουλομένοις, ἐπειδὴ καὶ παῖδες τοῖς μαινομένοις ἀκολουθοῦσι. καὶ τοὺς πένητας εὐπορωτέρους ἔσεσθαι σημαίνει· παρὰ πάντων γὰρ ὁ μαινόμενος λαμβάνει. καὶ τῷ νοσοῦντι ὑγείαν προαγορεύει· κινεῖσθαι γὰρ καὶ περιπατεῖν ἡ μανία προάγεται καὶ μὴ κατερρῖφθαι καὶ μὴ ἠρεμεῖν, ὥσπερ ἐν νόσῳ ὅπερ ὑγιείας ἐστὶ σύμβολον.

Μεθύειν οὐδενὶ ἀγαθόν, οὔτε ἀνδρὶ οὔτε γυναικί· πολλὴν γὰρ ἀφροσύνην καὶ παραποδισμὸν τῶν χρειῶν σημαίει· τούτων γὰρ καὶ ἡ μέθη ἐστὶν αἰτία. ἀγαθὸν δὲ τὸ μεθύειν τοῖς φοβουμένοις· ἀνεπιστρεπτοῦσι γὰρ καὶ οὐ φοβοῦνται οἱ μεθύοντες.

Φοβεῖαθαι οὐδενὶ ἀγαθόν, ἐπειδὴ ὁ φοβούμενος ἀντέχειν μὲν πρὸς οὐδὲ ἓν δύναται, καταπροδοὺς δὲ καὶ τὴν

223
ψυχὴν καὶ τὸ σῶμα πρὸς πάντα ἐπιτηδειότερον ἑαυτὸν παρέχει, ὥστε θᾶττον παθεῖν ὃ ἄν μάλιστα φοβῆται.

Ἐπιστολὴν εἰ μέν τις ἴδοι καὶ τὰ ἐν αὐτῇ γεγραμμένα, εἰς τοῦτο ἀποβαίνει, ὅ τι ἂν τὰ γεγραμμένα εἴπῃ· εἰ δὲ μή, πάντως ἐστὶν ἀγαθή ἴδιον γὰρ πάσης ἐπιστολῆς τὸ χαῖρε᾿ καὶ ῾ ἔρρωσοʼ λέγειν.

Κήλη ζημίας ἐστὶ σημαντικὴ τοῦτο μὲν διὰ τὸ ἰσόψηφον τοῦτο δὲ ὅτι καὶ πάντα ὅσα ἐπιφύεται τῷ σώματι μήτε κάλλος μήτʼ ἰσχὺν προστιθέντα ἀλλὰ καὶ τῆς οὔσης εὐπρεπείας παραιρούμενα τὸ σῶμα βλάβης καὶ φροντίδος [*](p.186) ἐστὶ σημαντικά. ἐπειδὴ δὲ πάθος ἐστὶν ἡ κήλη, καὶ τοῦτο περὶ τὰ αἰδοῖα, οὐδὲν ἧττον καὶ τὴν ἐπὶ τούτοις λύπην σημαίνει καὶ ἀνίαν ἐπὶ τοῖς ὑπὸ τῶν αἰδοίων σημαινομένοις περὶ ὧν ἀκριβέστερον ἐν τῷ πρώτῳ βιβλίῳ ἐν τῷ περὶ σώματος λόγῳ εἴρηκα.

Ὅ τι δʼ ἂν ἐκ τοῦ σώματος φυτὸν πεφυκέναι δόξῃ τις, ὡς μὲν ἔνιοι λέγουσι, τεθνήξεται· γῆθεν γὰρ φύεται τὰ φυτά, εἰς γῆν δὲ καὶ τὰ τῶν ἀποθανόντων ἀναλύεται σώματα· ὡς δὲ ἐγώ φημι, τὰς κρίσεις δεῖ ποιεῖσθαι μὴ αὐτὸ μόνον ἀπὸ τῶν φυτῶν ἀλλὰ καὶ ἀπὸ τῶν μερῶν ἐξ ὧν φύεται τὰ φυτά· πολλάκις γὰρ οὐκ αὐτὸς ὁ ἰδὼν ἀπέθανεν ἀλλὰ τὸ δεικνύμενον ὑπὸ τοῦ μέρους, ἐν ᾧ ἦν τὸ φυτόν. ἔστι δέ τις καὶ περὶ αὐτὰ τὰ φυτὰ διαφορά, ὡς ἐνίοτε μὴ θάνατον ποιεῖν ἀλλὰ τομὰς καὶ χειρουργίας. τοῦτο δʼ ἂν συμβαίνοι ἀπὸ τῶν ἑκάστοτε τεμνομένων, οἷον ἀμπέλου

224
καὶ τῶν ὁμοίων. οἶδα γοῦν τινα, ὅς ἔδοξεν ἐκ τῆς κεφαλῆς αὐτοῦ πεφυκέναι ἄμπελον, καὶ αὐτὸ μόνον ἐσταφυλοτομήθη.