Ονειροκριτικά

Artemidorus

Artemidorus. Artemidori Daldiani Onirocriticon. Pack, Roger E., editor. Leipzig: Teubner, 1963.

Κροκόδειλος πειρατὴν ἢ φονέα οὐδὲν ἧττον ἀπονενοημένον ἄνθρωπον σημαίνει. ὅπως δʼ ἂν διαθῇ τὸν ἰδόντα ὁ κροκόδειλος, οὕτω διαθήσει καὶ ὁ ὑπὸ τοῦ κροκοδείλου σημαινόμενος.

Αἴλουρος μοιχὸν σημαίνει· κλέπτης γάρ ἐστιν ὀρνίθων· αἱ δὲ ὄρνιθες γυναιξὶν εἰκάζονται, καθὼς ἐν τῷ πρώτῳ βιβλίῳ ἐπεμνήσθην.

Ἰχνεύμων καὶ ἴκτις πανούργους σημαίνουσιν ἀνθρώπους καὶ δολίους οὐδέ ποτε τοῖς ὁρῶσιν εὐνοῆσαι δυναμένους διὰ τὸ ἄγριον καὶ δυστιθάσευτον. καὶ ὁ μὲν ἰχνεύμων ἄνδρας σημαίνει, ἡ δὲ ἴκτις γυναῖκας.

Θεὸς εἴ τις ὑπολάβοι γενέσθαι, ἱερεὺς ἂν γένοιτο ἢ μάντις· τῆς γὰρ αὐτῆς τοῖς θεοῖς τιμῆς καὶ οὗτοι τυγχάνουσιν. εἰ δέ τις νοσῶν θεὸς εἶναι νομίσειε, τεθνήξεται· [*](p. 174) ἀθάνατοι γὰρ οἱ θεοὶ καὶ ἀποθανόντες, ἐπεὶ μηκέτι τεθνήξονται. εἰ δέ τις ἐν πενία ἢ δουλεία ἢ δεσμοῖς ἢ περιστάσει τινὶ ᾡτινιοῦν καθεστὼς κακῷ ἴδοι τὸ ὄναρ τοῦτο, ἀπαλλαγήσεται τῶν περιεχόντων αὐτὸν δεινῶν· πολλαὶ γὰρ καὶ εὐπόριστοι τῷ θεῷ αἱ ἀπὸ τῶν δεινῶν σωτηρίαι. ἀνδρὶ δὲ πλουσίῳ καὶ μεγιστᾶνι ἀρχὴν μεγίστην κατὰ τὸ ἐπιβάλλον τοῦ ἀξιώματος προαγορεύει· ἐπίσης γὰρ τοῖς θεοῖς καὶ οἱ ἄρχοντες δύνανται εὖ καὶ κακῶς

210
τινας ποιεῖν. ἀγαθὸν δὲ καὶ τοῖς ἐπὶ σκηνὴν ἀνερχομένοις) διὰ τὸ ἐν τῇ ὑποκρίσει ἔθος πολλάκις γὰρ καὶ θεῶν πρόσωπα ἀναλαμβάνουσιν.

Θεὸν δοκεῖν ὑποδέχεσθαι τῷ μὲν εὖ πράττοντι φροντίδας καὶ λύπας καὶ δεινὰς πραγματείας προαγορεύει· οἱ γὰρ ἐν περιστάσει γενόμενοι θύουσι τε τοῖς θεοῖς καὶ ὑποδέχονται αὐτούς· τῷ δὲ ἐν πενία ἢ στενοχωρία ὄντι πολλὴν ἐπίδοσιν ἀγαθῶν προαγορεύει· τότε γὰρ μάλιστα οἱ πένητες ὅταν εὐπορίσωσιν εὐχαριστοῦσί τε τοῖς θεοῖς καὶ ὑποδέχονται. αὐτούς.

Θεοῦ σκευὴν ἔχειν καὶ περικεῖσθαι ἄλλου τινὸς ἐπιτροπεῦσαι σημαίνει πλουσίου, ὥστε φαντασίαν μὲν ἔχειν πλούτου, ὑπόστασιν δὲ μή. τοῦτο πολλάκις οὕτως ἀποβὰν ἐτήρησα.

Κωλόβαθρα ὑποδεδέσθαι δοκεῖν τοῖς μὲν πανούργοις δεσμὰ σημαίνει· καὶ γὰρ προσδεῖται τὰ κωλόβαθρα τοῖς ποσὶ καὶ τὸν περίπατον ἀλλοιοῖ· τοῖς δὲ λοιποῖς νόσον ξενιτείαν προδηλοῖ διὰ τὰς αὐτὰς αἰτίας.

Ἐωὶ θαλάσσης περιπατεῖν ἀποδημῆσαι βουλομένῳ ἀγαθόν, [*](p.175) καὶ μάλιστά γε εἰ πλεῖν μέλλοι· πολλὴν γὰρ ἀσφάλειαν προαγορεύει τὸ ὄναρ. ἀγαθὸν δὲ καὶ δούλῳ καὶ τῷ γῆμαι προῃρημένῳ· ὁ μὲν γὰρ τοῦ δεσπότου ὁ δὲ τῆς γυναικὸς ἄρξει· ἔοικε γὰρ καὶ δεσπότῃ ἡ θάλασσα διὰ τὸ δυνατὸν καὶ γυναικὶ διὰ τὸ ὑγρόν. ἀγαθὸν δὲ καὶ τῷ δίκην ἔχοντι· ὑπέρτερος γὰρ τοῦ δικαστοῦ γενόμενος ὡς εἰκὸς

211
νικήσει· ἔοικε γὰρ καὶ δικαστῇ ἡ θάλασσα διὰ τὸ τοὺς μὲν εὖ τοὺς δὲ κακῶς διατιθέναι. ἀνδρὶ δὲ νεωτέρῳ ἑταίρας ἐρασθῆναι σημαίνει καὶ γυναικὶ ἰδούσῃ ἑταιρικῷ χρήσασθαι βίῳ ἔοικε γὰρ καὶ ἑταίρα ἡ θάλασσα διὰ τὸ προσβάλλειν ἡδείας μὲν τὰς πρώτας φαντασίας, κακῶς δὲ διατιθέναι τοὺς πλείστους. πᾶσι δὲ τοῖς ἐξ ὄχλου ποριζομένοις καὶ πολιτευταῖς καὶ δημαγωγοῖς μετὰ πολλῆς εὐκλείας πορισμὸν οὐ τὸν τυχόντα προαγορεύει· ἔοικε γὰρ καὶ ὄχλῳ ἡ θάλασσα διὰ τὴν ἀταξίαν.

Ἀνθρώπους πλάσσειν ἀγαθὸν παιδοτρίβαις καὶ παιδευταῖς· τρόπον γάρ τινα καὶ οὗτοι τοὺς ἀνθρώπους πλάσσουσιν, οἱ μὲν διὰ τὸ ῥυθμίζειν οἱ δὲ διὰ τὸ βελτίονας ποιεῖν. ἀγαθὸν δὲ καὶ ἄπαισιν, ἐπεὶ γνησίων παίδων γονὴν προαγορεύει. ἀγαθὸν δὲ καὶ σωματεμπόροις καὶ πένησιν· οἱ μὲν γὰρ ἀπὸ τῆς ἐμπορίας πολλὰ καὶ μεγάλα κερδανοῦσιν, οἱ δὲ πολλοὺς κτήσονται οἰκέτας. κακούργοις δὲ ὄλεθρον προαγορεύει· καὶ γὰρ τὸν Προμηθέα λέγουσιν ἐπὶ τῷ πλάσαι τοὺς ἀνθρώπους καὶ τὸ πῦρ κλέψαι κακῶς ἀπολέσθαι. πλουσίοις δὲ καὶ τοῖς μέγα δυναμένοις ἀρχήν τινα μεγάλην προαγορεύει.

῾Υπεζεῦχθαι ὀχήματι ὥσπερ τι τῶν τετραπόδων δουλείαν καὶ κάματον καὶ νόσον προαγορεύει, καὶ εἰ πάνυ τις λαμπρὸς καὶ ἁβροδίαιτος ὢν τὸν ὄνειρον ἴδοι.

Ὀχεῖσθαι ἐπὶ ἅρματος ἢ ἀπήνης ἀνθρώπων ὑπεζευγμένων [*](p.176) πολλῶν ἄρξαι σημαίνει καὶ προσέτι παῖδας ἀγαθοὺς

212
τῷ ἰδόντι γενέσθαι μαντεύεται. πρὸς δὲ τὰς ἀποδημίας οὐ πάνυ τι συμφέρει· τὸ μὲν γὰρ ἀσφαλὲς ἐνδείκνυται, πολλὴν δὲ βραδύτητα προαγορεύει.

Εἰς μάντεως δὲ φοιτᾶν καὶ μαντεύεσθαι περί τινος φροντίδας οὐ τὰς τυχούσας τῷ ἰδόντι σημαίνει· οὐ γὰρ δεῖ μαντικῆς τοῖς μὴ φροντίζουσιν. ὅ τι δʼ ἂν ὁ μάντις ὅγε ἀληθὴς ἀποκρίνηται, τούτῳ πιστεύειν χρή. περὶ δὲ διαφορᾶς μάντεων, οἷς δεῖ προσέχειν καὶ οἷς μή προσῆκεν, ἐν τῷ περὶ τῶν ἀξιοπίστων λόγῳ ἐν τῷ δευτέρῳ βιβλίῳ προείρηκα. ὁ δὲ μηδὲν ἀποκρινόμενος μάντις πᾶσαν ἐγχείρησιν καὶ πᾶσαν ὁρμὴν ὑπερτίθεται ἔστι γὰρ παρά γε τοῖς σοφοῖς καὶ ἡ σιγὴ ἀπόκρισις, ἀλλʼ ἀπαγορευτική.

εἰ δέ τις ὑπολάβοι μάντις γεγονέναι καὶ εὐδοκιμεῖν ἐν τῷ προαγορεύειν, πολλῶν ἔμπειρος ἔσται πραγμάτων καὶ φροντίδας ἀναδέξεται τοῦτο μὲν ἰδίας τοῦτο δὲ καὶ ἀλλοτρίας· καὶ γὰρ τῷ μάντει μέλει καὶ τῶν οὐδὲν αὐτῷ προσηκόντων κακῶν, ἅ ἂν οἱ μαντευόμενοι φέρωσι. φέρει δὲ καὶ ἀποδημίας πολλάκις καὶ κινήσεις τῷ ἰδόντι ὁ ὄνειρος διὰ τὸ τοὺς μάντεις περινοστεῖν. καὶ τοῖς πένησιν εὐπορίαν· πολλοὶ γὰρ δέονται τοῦ μάντεως καὶ τῶν πλουσίων.