Ονειροκριτικά

Artemidorus

Artemidorus. Artemidori Daldiani Onirocriticon. Pack, Roger E., editor. Leipzig: Teubner, 1963.

Ταῦτα μὲν οὖν τῷ περὶ πυρὸς λόγῳ ἀκόλουθα ὄντα ῖκανῶς εἴρηται ἑξῆς δὲ περὶ κυνηγίου καλῶς ἔχον εἶναί μοι δοκεῖ διασαφῆσαι. λίνα καὶ στάλικες ποδάγραι βρόχοι καὶ πᾶσα ἀρκυοστασία καὶ αἱ νεφέλαι λεγόμεναι καὶ ὅσα πρὸς θήραν ἄνθρωποι κατεσκευασμένα ἔχουσι, κακά· μόνοις δὲ ἀγαθὰ τοῖς δραπέτας διώκουσι καὶ τοῖς ἀπολωλός τι ζητοῦσι· ταχεῖαν γὰρ τούτων εὕρεσιν προσημαίνει. τοῖς δὲ λοιποῖς ἐμποδισμοὺς τῶν χρειῶν διὰ τὰς καταπλοκὰς καὶ κινδύνους καὶ ἐνέδρας σημαίνει· ἐπὶ γὰρ βλάβῃ τῶν ζῴων ταῦτα κατασκευάζεται. ἀεὶ δέ ἄμεινον αὐτὸν ἔχειν ταῦτα ἢ ἄλλον ἔχοντα ἰδεῖν, ὅσῳ καὶ κρεῖττον τὸ κακοῦν τοῦ ὑπό τινος κακοῦσθαι. κύνες δὲ θηρευτικοὶ ἐπὶ μὲν θήραν ἐξιόντες ἀγαθοὶ πᾶσι καὶ πράξεων προαγορευτικοὶ τοῖς φεύγουσι δὲ πονηροί, ἀπὸ δὲ θήρας ἐπανιόντες ἄφοβοι καὶ ἄπρακτοι τετήρηνται.

Ἑπεται δὲ τῷ περὶ κυνηγίου λόγῳ ὁ περὶ ζῴων τῶν ἐπιγείων πάντων λόγος διπτόδων τε καὶ ἀπόδων καὶ [*](p.99) τετραπόδων. ἄρξομαι δὲ ἀπὸ τῶν τετραπόδων. τῶν κυνῶν οἱ μὲν ἐπὶ θήρᾳ τρέφονται, καὶ τούτων οἱ μέν εἰσιν ῖχνευταί, οἱ δὲ ὁμόσε τοῖς θηρίοις χωροῦσιν οἱ δὲ ἐπὶ φυλακῇ τῶν κτημάτων, οὓς οἰκουρούς τε καὶ δεσμίους λέγομεν· οἱ δὲ ἐπὶ τερπωλῇ οἱ Μελιταῖοι λεγόμενοι.

118
σημαίνουσιν οὖν οἱ μὲν ἐπὶ θήρᾳ τρεφόμενοι τὰ ἔξωθεν ποριζόμενα καὶ τὰς πράξεις· ὅθεν ἀγαθὸν ἰδεῖν αὐτοὺς θηρῶντας καὶ λαμβάνοντάς τι καὶ ἤδη εἰληφότας ἢ μέλλοντας ἐπὶ θήραν ἐξιέναι· πράξεων γάρ εἰσι σημαντικοί οἱ δὲ εἰς πόλιν ἐρχόμενοι ἀπραξίαν σημαίνουσι· παύονται γὰρ τῶν ἔργων· οἱ δὲ οἱκουροὶ γυναῖκα σημαίνουσι καὶ οἰκείους καὶ τὰ πεπορισ μένα κτήματα. ὅθεν ἐρρωμένοι καὶ σαίνοντες τοὺς δεσπότας ἀγαθὴν οἰκουρίαν καὶ περὶ τὴν γυναῖκα καὶ περὶ τοὺς οἰκείους σημαίνουσι καὶ τῶν κτημάττων πολλὴν ἀσφάλειαν, νοσοῦντες δὲ τοῖς προειρημένοις νόσον προαγορεύουσι καὶ τοῖς κτήμασι βλάβας. ἀγ ριαίνοντες δὲ ὑλακτοῦντες δάκνοντες ἀδικίας τὰς ἀπὸ τῶν τοιούτων μαντεύονται προσώπων καὶ βλάβας μεγάλας. ἀλλότριοι δὲ κύνες σαίνοντες μὲν δόλους καὶ ἐνέδρας ἀπὸ πονηρῶν ἀνδρῶν γυναικῶν σημαίνουσι, δάκνοντες δὲ ὑλακτοῦντες ἐπιθέσεις καὶ ἀδικίας· κἂν μὲν ὦσι λευκοί, φανεράς, ἐὰν δὲ μέλανες, λαθραίους, ἐὰν δὲ πυρροί, οὐ παντελῶς φανεράς, ἐὰν δὲ ποικίλοι, δεινοτέρας τὰς ἐπιθέσεις μαντεύονται. ἐοίκασι δὲ οὐ παντελῶς εὐγενέσιν οὐδὲ ἐλευθέροις, σφόδρα δὲ βιαίοις καὶ ἀναιδέσι· τοιαῦτα γὰρ τὰ τῶν κυνῶν ἤθη. πολλάκις δὲ καὶ πυρετὸν ᾐνίξαντο διὰ τὸ ἄστρον τὸν Σείριον, ὃς πυρετοῦ αἴτιος ὢν πρός τινων κύων καλεῖται· [*](p. 100) καὶ γὰρ βίαιόν ἐστι καὶ ἄγνωμον τὸ ζῷον καὶ πυρετῷ
119
ὅμοιον. οἱ δὲ Μελιταῖοι τὸ τερπνότατον τῶν ἐν τῷ βίῳ σημαίνουσι καὶ τὸ ἥδιστον. τοιγάρτοι ὅ τι ἂν πάθωσι λύπης τε καὶ ἀνίας εἰσὶ σημαντικοί.

Πρόβατα δὲ καὶ αἶγες, ὡς μέν οἱ παλαιοὶ συνέχεον, λευκὰ μὲν ἀγαθά, μέλανα δὲ πονηρά· ὡς δὲ ἐγὼ ἐτήρησα, πρόβατα καὶ λευκὰ καὶ μέλανα ἀγαθά λευκὰ μὲν μᾶλλον, μέλανα δὲ ἧττον. ἔοικε δὲ τὰ πρόβατα ἀνθρώποις διὰ τὸ πείθεσθαι τῷ ποιμένι καὶ συναγελάζεσθαι καὶ προβιβασμῷ καὶ τῇ ἐπὶ τὸ βέλτιον προκοπῇ ἀπὸ τοῦ ὀνόματος. ἄριστον οὖν καὶ ἴδια ἔχειν πολλὰ πρόβατα καὶ ἀλλότρια ἰδεῖν καὶ ποιμαίνειν, μάλιστα τοῖς ὄχλου προΐστασθαι βουλομένοις καὶ σοφισταῖς καὶ διδασκάλοις ἔργων.

Ἔτι δὲ καὶ κριὸς πρὸς δεσπότην ἐστὶ ληπτέος καὶ πρὸς ἄρχοντα καὶ βασιλέα· κρείειν γὰρ τὸ ἄρχειν ἔλεγον οἱ παλαιοί, καὶ τῆς ἀγέλης δὲ ἡγεῖται ὁ κριός. ἀγαθὸν δὲ καὶ ἐποχεῖσθαι δοκεῖν ἀσφαλῶς καὶ διʼ ὁμαλῶν χωρίων, μάλιστα φιλολόγοις καὶ τοῖς ἐπὶ τὸ πλουτεῖν ὁρμωμένοις· καὶ γὰρ ταχὺ τὸ ζῷον καὶ Ἑρμοῦ νενόμισται ὄχημα εἶναι.

Αἶγες δὲ οὔτε λευκαὶ οὔτε μέλαιναι ἀγαθαὶ ἀλλὰ πᾶσαι πονηραί, λευκαὶ μὲν ἧττον, μέλαιναι δὲ μᾶλλον, μάλιστα

120
τοῖς πλέουσι· καὶ γὰρ τὰ μεγάλα κύματα ‘αἶγας’ ἐν τῇ συνηθείᾳ λέγομεν, καὶ λάβρος ἐποιγίζων᾿ φησὶν ὁ ποιητὴς περὶ σφοδροῦ ἀνέμου λέγων, καὶ τὸ φοβερώτατον πέλαγος Αἰγαῖον λέγεται. γάμους δὲ καὶ φιλίας καὶ κοινωνίας οὔτε συνάγουσιν οὔτε τὰς οὔσας φυλάττουσιν· οὐ [*](p. 101) γὰρ συναγελάζονται ἀλλὰ χωρὶς ἀλλήλων νεμόμεναι κατὰ κρημνῶν καὶ πετρῶν αὐταί τε πράγματα ἔχουσι καὶ τῷ ποιμένι παρέχουσιν. ὅθεν καὶ ὁ ποιητὴς ‘πλατέα’ τὰ αἰπόλια καλεῖ λέγων ‘οἳ δʼ ὥς τʼ αἰπόλια πλατέʼ αἰγῶν.’ καὶ ‘αἰγιβόταν ἀεὶ τὴν ἀγαθὴν κουροτρόφον.’ περὶ δὲ ἵππων ἐν τῷ περὶ ἀγῶνος λόγῳ προείρηται. ἔλεγε δέ τις θεασαμένῳ τινὶ ἐπὶ κριοῦ καθημένῳ καὶ πεσόντι ἐξ αὐτοῦ ἐκ τῶν ἔμπροσθεν μεμνηστευμένῳ δὲ καὶ μέλλοντι ἐν αὐταῖς ταῖς ἡμέραις τοὺς γάμους ἐπιτελεῖν, προειπεῖν αὐτῷ ὅτι ἡ γυνή σου πορνεύσει καὶ τὸ λεγόμενον κέρατα αὐτῷ ποιήσει. καὶ οὕτως ἀπέβη. καὶ διὰ μὲν τὴν πρόρρησιν τοῦ ὀνείρατος παραιτησάμενος τὸν γάμον καὶ μόλις ποτέ πεισθεὶς ὑπὸ φίλων μετὰ χρόνον τινὰ ἔγημε μὲν τὴν πρώην αὐτῷ μεμνηστευμένην, δεδιὼς δὲ τὸ ὄναρ ἐφύλαττε τὴν γυναῖκα καὶ διὰ πάσης ἀσφαλείας διεγίνετο. καὶ ἐκείνη μὲν ἐνιαυτὸν ἐπιζήσασα διετέλεσεν ἄμεμπτος, ἄλλην δέ ἐπιγήμας γυναῖκα, ὡς καὶ νομίσαι αὐτὸν ἀποσκῆψαι τὸ ὄναρ, περιέπεσε τῷ δυστυχήματι· ἀπέβη γὰρ ἐκείνη εἰς ἔσχατον πορνείας ἐκπίπτουσα.

Ὄνοι φέροντες μέν τι ἄχθος καὶ πειθόμενοι τῷ ἐλαύνοντι καὶ ἐρρωμένοι καὶ ταχέως βαδίζοντες ἀγαθοὶ πρὸς γάμον καὶ κοινωνίαν· πρὸς γὰρ τῷ μὴ εἶναι πολυτελῆ τὴν

121
γυναῖκα καὶ τὸν κοινωνὸν καὶ προθύμως ὑπακούσεσθαι σημαίνουσι καὶ εὐνοήσειν. καὶ πρὸς τὰς ἄλλας δὲ πράξεις εἰσὶν ἀγαθοὶ διὰ τὸ ὄνομα· ὄνασθαι γὰρ τῶν προκειμένων σημαίνουσι καὶ ἡσθῆναι ἐπʼ αὐτοῖς· τῷ γὰρ ἡδίστῳ ἀνάκεινται δαίμονι Σειληνῷ. καὶ πρὸς τοὺς φόβους δὲ ἀγαθοὶ διὰ τὴν περὶ αὐτούς ἱστορίαν καὶ τὸν ἐν τῇ συνηθεία λόγον. πρὸς δὲ τὰς ἀποδημίας πολλὴν προαγορεύουσιν ἀσφάλειαν, παρολκὰς δὲ καὶ βραδύτητας ἐργάζονται διὰ τὸ νωθές τοῦ βαδίσματος.

Ἡμίονοι δὲ πρὸς πάντα ἐπιτήδειοι διὰ τὸ ὑπομονητικὸν τῶν ἔργων, μάλιστα δὲ πρὸς γεωργίαν ‘αἳ γάρ τε βοῶν προφερέστεραί εἰσιν, ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον’, ὥς φησιν ὁ ποιητής. μόνον ἀντιβαίνουσι γάμῳ καὶ παιδοποιία διὰ τὸ ἄσπερμον εἶναι τὸ ζῷον. ὅταν δὲ ἀγριαίνωσιν οἱ ὄνοι οἱ ἡμίονοι, ἐπιβουλὴν ἐκ τῶν ὑποτεταγμένων σημαίνουσιν, ἡμίονοι δὲ καὶ νόσον, ὡς πολλάκις ἐτήρησα.

Βόες ἐργάται πᾶσιν ἀγαθοί, ἀγελαῖοι δὲ βόες ταραχὰς [*](p. 1) καὶ περιβοήσεις σημαίνουσι διὰ τὸ ὄνομα καὶ κίνδυνον. Ταῦρος δὲ κίνδυνον οὐ τὸν τυχόντα σημαίνει, μάλιστα ἀπειλῶν ἢ διώκων, καὶ τὴν ἐκ τῶν ὑπερεχόντων ἀπειλήν, ἐὰν ᾖ πένης ὁ ἰδὼν ἢ δοῦλος. ναυτιλλομένοις δὲ χειμῶνα σημαίνει καὶ πλήξας ναυάγιον, τῆς ἱστοκεραίας παθούσης τι δεινόν ἔοικε γὰρ τῷ ἱστίῳ καὶ τῇ καταρτίῳ τῆς νεὼς ὅλης διὰ τὰς βύρσας καὶ τὰ κέρατα. καὶ τοῦτο ἐγὼ πάνυ ἐτήρησα καὶ πάντοτε συμφώνως ἀπέβη.

Ταῦτα μὲν περὶ τῶν ἡμέρων καὶ συντρόφων ζῴων, λοιπὸν δὲ περὶ τῶν ἀγρίων ζῴων εἰπεῖν.

122

Δέοντα ἰδεῖν ἥμερον μὲν καὶ σαίνοντα καὶ προσιόντα ἀβλαβῶς ἀγαθὸν ἂν εἴη καὶ φέρον ὡφελείας στρατιώτῃ μὲν ἀπὸ βασιλέως ἀθλητῇ δὲ ἀπὸ τῆς τοῦ σώματος εὐεξίας δημότῃ δὲ ἀπὸ ἄρχοντος καὶ δούλῳ ἀπὸ δεσπότου τούτοις γὰρ καὶ τὸ ζῷον ἔοικε διὰ τὸ δυνατὸν καὶ ἰσχυρόν· ὅταν δὲ ἀπειλῇ ἢ ἀγριαίνηται τινὶ ὁ λέων, φόβον τε ἐπάγει καὶ νόσον μαντεύεται (ἔοικε γὰρ καὶ ἡ νόσος θηρίῳ), καὶ τὰς ἀπὸ τοιούτων ἀνδρῶν ἀπειλὰς μαντεύεται ἢ τούς ἀπὸ πυρὸς κινδύνους. σκύμνους δὲ λέοντος καὶ ἔχειν καὶ ἰδεῖν ἀγαθὸν ἐπίσης πᾶσιν, ὡς δέ ἐπὶ τὸ πολὺ καὶ παιδίου γένεσιν προαγορεύει.

Λέαινα δὲ τὰ αὐτὰ τῷ λέοντι σημαίνει, πλὴν ἥττω, καὶ τὰς ὠφελείας σαίνουσα καὶ τὰς βλάβας ἀπειλοῦσα καὶ δάκνουσα οὐκ ἀπὸ ἀνδρῶν ἀλλʼ ἀπὸ γυναικῶν γενέσθαι μαντεύεται. ἐτήρησα δὲ πολλάκις καὶ ἄνδρας πλουσίους σημαίνουσαν διαβεβλημένους ἐπὶ κιναιδίᾳ. Πάρδαλις δὲ καὶ ἄνδρα καὶ γυναῖκα σημαίνει, πανούργους δὲ καὶ κακοτρόπους διὰ τὸ ποικίλον τοῦ χρώματος, πολλάκις δὲ καὶ ἀπὸ ἐθνῶν ὄντας, ἐν οἷς οἱ πλεῖστοι στίζονται. καὶ νόσον καὶ ἄλλον τινὰ φόβον οὐ τὸν τυχόντα σημαίνει καὶ περὶ ὄμματα κίνδυνον.

[*](p. 103)

Ἄρκτος δὲ γυναῖκα σημαίνει (φασὶ γὰρ ἐκ Καλλιστοῦς τῆς Ἀρκαδικῆς μεταβαλεῖν τὸ ζῷον οἱ περὶ μεταμορφώσεων μυθολογήσαντες) καὶ νόσον διὰ τὸ θηριῶδες καὶ κίνησιν καὶ ἀποδημίαν, ἐπειδὴ ὁμώνυμός ἐστι τῷ ἀεὶ κινουμένῳ ἄστρῳ· πάλιν δὲ τὴν ἐπὶ τοῦ αὐτοῦ τόπου

123
στροφὴν μαντεύεται· καὶ γὰρ τὸ ἄστρον ἀεὶ ἐν τῷ αὐτῷ κινούμενον οὐ καταδύεταί.

Ἐλέφας ἔξω μὲν Ἰ"ταλίας καὶ Ἰνδίας ὁρώμενος κίνδυνον καὶ φόβον σημαίνει διὰ τὸ χρῶμα καὶ διὰ τὸ μέγεθος φοβερὸν γὰρ τὸ ζῷον, καὶ μάλιστα τοῖς μὴ ἠθάσιν αὐτοῦ ἐν Ἰταλίᾳ δὲ δεσπότην σημαίνει καὶ βασιλέα καὶ ἄνδρα μέγιστον. ὅθεν ἐπειδὰν βαστάζῃ ἀφόβως πειθόμενος τῷ ἐποχουμένῳ, τὰς ἀπὸ τῶν τοιούτων ἐργασίας τε καὶ εὐεργεσίας μαντεύεται ὅταν δὲ βλάπτῃ, τὰς ἀπὸ τῶν τοιούτων βλάβας. πολλάκις δὲ ἐτήρησα ἐλέφας διώκων καὶ ἀπειλῶν νόσον προαγορεύει. καὶ καταλαβὼν μὲν καὶ διαχρησάμενος τῷ ἰδόντι θάνατον σημαίνει, μὴ καταλαβών δὲ εἰς ἔσχατον κίνδυνον ἐλάσαντα σωθήσεσθαι καὶ γάρ φασι τὸ ζῷον ἀνακεῖσθαι τῷ Πλούτωνι. γυναικὶ δὲ οὐδαμῶς ἀγαθός ἐστιν ὁρώμενος οὔτε προσιὼν οὔτε βαστάζων. οἶδα δὲ τινα ἐν Ἰταλίᾳ γυναῖκα πάνυ πλουσίαν καὶ μὴ νοσοῦσαν, ἐδόκει ἐλέφαντι ὀχεῖσθαι, καὶ οὐκ εἰς μακρὰν ἀπέθανεν.

Ὄναγρος δὲ ἔχθραν πρός τινα σημαίνει ἀγνώμονα καὶ οὐ πάνυ τι εὐγενῆ· ἔχει γάρ τι ὄνου σύμφυλον. μεμνῆσθαι δὲ χρὴ ὅτι κοινὸν ἔχει πάντα τὰ ζῷα τὰ ἄγρια πρὸς τοὺς ἐχθροὺς λόγον. ἀεὶ οὖν ἄμεινον κρατεῖν τούτων [*](p. 104)

124
ἢ κρατεῖσθαι ὑπʼ αὐτῶν τῶν γὰρ ἐχθρῶν περιγενήσεσθαι σημαίνει καὶ ὑπέρτερον ἔσεσθαι.

Λύκος ἐνιαυτὸν σημαίνει διὰ τὸ ὄνομα· λυκάβαντας γὰρ οἱ ποιηταὶ τοὺς ἐνιαυτοὺς καλοῦσιν ἀπὸ τοῦ περὶ τὰ ζῷα ταῦτα συμβεβηκότος· ἀεὶ γὰρ ἑπόμενα ἀλλήλοις ἐν τάξει δίεισι ποταμόν, ὥσπερ αἱ τοῦ ἔτους ὧραι ἑπόμεναι ἀλλήλαις τελοῦσι τὸν ἐνιαυτόν. καὶ ἐχθρὸν δὲ βίαιόν τινα καὶ ἁρπακτικὸν καὶ πανοῦργον καὶ ἐκ τοῦ φανεροῦ ὁμόσε χωροῦντα.

Ἀλώπηξ τὰ μὲν αὐτὰ τῷ λύκῳ σημαίνει, διαφέρει δὲ ἐν τῷ τοὺς ἐχθροὺς οὐκ ἐκ τοῦ φανεροῦ ἐπιθησομένους σημαίνειν ἀλλὰ λάθρᾳ ἐπιβουλεύσοντας. ὡς δὲ ἐπὶ τὸ πλεῖστον γυναῖκας σημαίνει τὰς ἐπιτιθεμένας.

Πίθηκος δὲ ἄνδρα πανοῦργον καὶ γόητα σημαίνει.

Καὶ ὁ Κυνοκέφαλος τὰ αὐτὰ τῷ πιθήκῳ σημαίνει, προστίθησι δὲ τοῖς ἀποτελέσμασι καὶ νόσον, ὡς ἐπὶ τὸ πλεῖστον τὴν ἱερὰν καλουμένην· ἀνάκειται γὰρ τῇ Σελήνῃ, φασὶ δὲ καὶ τὴν νόσον ταύτην οἱ παλαιοὶ ἀνακεῖσθαι

125
τῇ Σελήνῃ. σφίγγας δὲ καὶ λύγκας καὶ κερκοπιθήκους τοὺς τὰς οὐρὰς ἔχοντας καὶ εἴ τι ἄλλο τοιοῦτο ζῷον εἰς τὴν αὐτὴν τούτοις ἀνακτέον μοῖραν.

Ὕαινα δὲ γυναῖκα σημαίνει ἀνδρόγυνον ἢ φαρμακίδα καὶ ἄνδρα κίναιδον οὐκ εὐγνώμονα.

Σύαγρος χειμῶνα σημαίνει βίαιον τοῖς ὁδεύουσιν ἢ πλέουσιν, καὶ τοῖς δικαζομένοις ἐχθρὸν δυνατὸν ἅμα καὶ ἀγνώμονα καὶ βίαιον φωνῇ μιαρᾷ πολλάκις κεχρημένον, [*](p. 105) γεωργοῖς δὲ ἀφορίαν διὰ τὸ λυμαίνεσθαι τὰ φυτά, καὶ τῷ γαμοῦντι οὔτε εὔνουν οὔτε ἐπιεικῆ τὴν γυναῖκα παρίστησιν. οὐδὲν δὲ θαυμαστὸν εἰ καὶ σύαγρος γυναῖκα σημαίνει. καὶ γὰρ εἰ κακόζηλον, ἀλλʼ οὖν γε εἰρήσεται εἰς ἐπίδειξιν ὧν πολλάκις ἐτήρησα. κάπρος καλεῖται τὸ ζῷον καὶ εἰκότως γυναῖκα σημαίνει· οὕτω γὰρ λέγονται αἱ κατωφερεῖς, καὶ τὸ ‘καπρᾷς, κακόδαιμον’ Μένανδρός φησιν.

Ἔλαφος ἐν μὲν νηὶ τὰ πηδάλια σημαίνει καὶ τάχος τῆς νεώς, ἐν ὁδῷ δὲ τὸ κατὰ τὴν ὁδὸν καὶ τὴν ἀποδημίαν εὐκίνητον ἢ πάλιν αὖ δυσεργές. δείξει δὲ τοῦτο ὅπως ἂν ἔχῃ διαθέσεως ἡ ἔλαφος. ἐν δὲ τοῖς λοιποῖς τοὺς ἀποδιδράσκοντας καὶ τοὺς ἐν δίκαις φεύγοντας καὶ τοὺς καταλείποντας

126
τὰς συμβιώσεις εὐγνώμονας μὲν δειλοὺς δὲ καὶ ἀτόλμους παρίστησιν.

Εἰ δὲ τι τῶν μὴ ἐπιπολαζόντων ἀλλὰ σπανίων ἢ ἐν Διβύῃ ἢ παρʼ Ὠκεανῷ ἢ ἐν τῇ δύσει γεννᾶται ζῷον, ὃ μὴ ἐν τῷδε τῷ λόγῳ κατηρίθμηται, ἀπὸ τῶν εἰρημένων ἐπὶ τὸ ὅμοιον ἀεὶ καὶ μὴ πολὺ τὴν φύσιν διεστὸς μετάγοντας δεῖ τὰς κρίσεις ποιεῖσθαι.

Ταῦτα μὲν οὖν περὶ τετραπόδων ἡμέρων τε καὶ ἀγρίων ἱκανὰ νομίζειν χρή, καὶ μάλιστά γε τὸν μὴ πομπὴν λόγων ἀποδεχόμενον ἀλλʼ αὐτὸ τἀληθῆ ἐξετάζοντα. κἀκεῖνο δὲ σκοπεῖν προσήκει, ὅτι τὰ ἐξ ἡμέρων μὲν ἄγρια γενόμενα πονηρὰ ἂν εἴη, ἐξ ἀγρίων δὲ ἥμερα γενόμενα ἀγαθὰ καὶ ὠφέλιμα γίνεται. μεγάλα δὲ ἀγαθὰ σημαίνει τὰ καὶ φονὴν ῥήξαντα καὶ φθεγξάμενα ὥσπερ ἄνθρωποι, καὶ μάλιστα ὅταν τι εὔφημον καὶ ἡδὺ εἴπῃ. ὅ τι δʼ ἂν εἴπῃ, [*](p. 106) πάντως ἀληθῆ λέγει, καὶ χρὴ πιστεύειν κἂν μὲν ἁπλοῦν ᾖ τὸ εἰρημένον, αὐτόθεν προσέχειν· ἐὰν δέ τι αἴνιγμα, πειρᾶσθαι ἑρμηνεύειν.

Περὶ δὲ τῶν ἀπόδων ἑξῆς ποιήσομαι τὸν λόγον.

Δράκων βασιλέα σημαίνει διὰ τὸ δυνατὸν καὶ ἄρχοντα καὶ χρόνον διὰ τὸ μῆκος καὶ διὰ τὸ ἀποδιδύσκεσθαι τὸ γῆρας καὶ πάλιν νεάζειν τὸ γὰρ αὐτὸ καὶ τῷ χρόνῳ συμβέβηκε κατὰ τὰς τοῦ ἔτους ὥρας γηρᾶν τε καὶ νεάζειν

127
καὶ πλοῦτον καὶ χρήματα διὰ τὸ ἐπὶ θησαυροὺς ἱδρύεσθαι, καὶ θεούς πάντας, οἷς ἐστιν ἱερός. εἰσὶ δὲ οἵδε Ζεὺς Σαβάζιος Ἥλιος Δημήτηρ καὶ Κόρῃ Ἑκάτη ’ Ἀσκληπιὸς Ἥρωες. ἐπειδὰν οὖν προσίῃ ἢ καὶ διδῷ τι ἢ λέγῃ καὶ τὸ μὴ ἄγριον διὰ τῆς γλώσσης ἐμφαίνῃ, ἀγαθὰ μεγάλα σημαίνει ἀπὸ τῶν εἰρημένων ἢ διὰ τούς εἰρημένους θεοὺς ἢ δαίμονας· τὰ δὲ ἐναντία πράττων πονηρός. περιπλακεὶς δὲ καὶ δήσας τινὰ --- καὶ δεσμὰ προαγορεύει καὶ τοῖς νοσοῦσιν ὄλεθρον καὶ σχεδὸν εἰς τὴν γῆν ἄγει· γῆς γάρ ἐστι καὶ αὐτὸς παῖς καὶ τὰς διατριβὰς ἐν τῇ γῇ ποιεῖται.

Ὄφις δὲ νόσον σημαίνει καὶ ἐχθρόν. ὅπως δʼ ἂν διαθῇ τινα, οὕτω καὶ ἡ νόσος καὶ ὁ ἐχθρὸς τὸν ἰδόντα διαθήσουσιν.

Ἀσπίδες καὶ ἔχιδναι ἀργύριον σημαίνουσι διὰ τὸν πολὺν ἰόν, καὶ γυναῖκας πλουσίας διὰ τὸν αὐτὸν λόγον. αὗται δὲ καὶ δάκνουσαι ἀγαθαὶ παρά γε ἐμοὶ τετήρηνται καὶ προσιοῦσαι καὶ περιπλεκόμεναι. οἷον δʼ ἂν θηρίον ἑρπετὸν γυνὴ ἐν τῷ κόλπῳ ἔχουσα κρύπτῃ καὶ ἐπʼ αὐτῷ τέρπηται, μοιχεύεται ὡς ἐπὶ τὸ πολὺ ὑπὸ τοῦ ἐχθροῦ τοῦ ἰδόντος·

128
[*](p. 107) ἐὰν δὲ φοβῆται ἢ ἀνιᾶται νοσήσει καὶ ἐὰν ἐν γαστρὶ ἔχῃ, φθερεῖ καὶ οὐ διασώσει τὸ ἔμβρυον.

Ὕδροι τὰ μὲν αὐτὰ τῷ ὄφει σημαίνουσι καὶ τὴν νόσον ἐξ ὑγρῶν ἢ ἐν ὕδατι τὸν κίνδυνον ποιοῦσι καὶ τοὺς ἐχθροὺς σημαίνουσιν ἐξ ὕδατος ἢ διʼ ὕδατος ἔχειν τὴν ἐργασίαν. δρυΐναι δὲ καὶ παρεῖαι καὶ φύσαλοι πονηροὶ πάντες, καὶ τὰς ἀδικίας ἔκ τινων σημαίνουσιν οὐκ ἀστικῶν οὐδὲ ἐν πόλει διατριβόντων. σὴψ δὲ καὶ διψὰς καὶ δίφας καὶ ὁ καλούμενος χαμαιλέων καὶ ὅσα ἄλλα Νίκανδρος κατηρίθμησε πονηρὰ οὔτε ὁρώμενα οὔτε ὁμόσε χωροῦντα ἀγαθόν τι σημαίνει, ἀλλὰ κινδύνους οὐ τοὺς τυχόντας ἐπάγει. φαλάγγια δὲ καὶ σκορπίοι καὶ σκολόπενδραι πονηροὺς σημαίνουσιν ἀνθρώπους.

Σαγήνη καὶ γρῖπος καὶ ἀμφίβληστρον καὶ ὅσα ἄλλα ἐκ λίνων πέπλεκται ἐπιτήδεια πρὸς ἁλιείαν, ταὐτὰ τοῖς λίνοις τοῖς κυνηγετικοῖς, περὶ ὧν ἔμπροσθεν ἐπεμνήσθην, σημαίνει· ὁρμιαὶ δὲ καὶ ἄγκιστρα καὶ καθετῆρες καὶ οἱ λεγόμενοι δόλωνες δόλους καὶ ἐνέδρας σημαίνουσιν. ἀεὶ δὲ ἄμεινον αὐτὸν ταῦτα ἔχειν δοκεῖν ἄλλον ἔχοντα ἰδεῖν. λαμβάνειν δὲ ἰχθύας πολλούς ἅμα καὶ μεγάλους ἀγαθὸν καὶ κερδοφόρον πᾶσι πλὴν τῶν ἐπιδίφριον τὴν ἐργασίαν ἐχόντων καὶ σοφιστῶν· τοῖς μὲν γὰρ σχολὴν

129
σημαίνει τὸ ὄναρ διὰ τὸ μὴ δύνασθαι καὶ πρὸς ἔργῳ τῷ συνήθει εἶναι καὶ ἁλιεύειν, τοῖς δὲ οὔ φησιν ἐπιτηδείων τεύξεσθαι τῶν ἀκροατῶν· ἄφωνον γὰρ ὁ ἰχθύς. μικροὶ δʼ ἰχθύες λαμβανόμενοι ἀηδίαν σημαίνουσι καὶ οὐδαμῶς κέρδος, ὧν ἐν τῷ περὶ τροφῆς λόγῳ ἐν τῷ πρώτῳ βιβλίῳ ἐπεμνήσθην, οἷον χαλκίδες τριχίαι μαινίδες ψηστοὶ [*](p. 108) ἀφύαι. ἤδη δέ τι καὶ κατ’ εἶδος οἱ ἰχθύες διάφορον σημαίνουσιν· ἔχει δὲ ἕκαστα οὕτως. ὅσοι τῶν ἰχθύων εἰσὶ ποικίλοι, τοῖς μὲν νοσοῦσι φαρμακίας τοῖς δὲ ἐρρωμένοις δόλους καὶ ἐπιβουλὰς σημαίνουσιν, οἷον κίχλη φυκίς χάννος ἰουλὶς στρωματεὺς καὶ τὰ ὅμοια· ὅσοι δὲ τῶν ἰχθύων εἰσὶ πυρροί, δούλοις μὲν καὶ κακούργοις βασάνους σημαίνουσι, νοσοῦσι δὲ πυρετὸν λάβρον καὶ φλεγμονάς, τοῖς δὲ λανθάνειν πειρωμένοις ἔλεγχον ἐπάγουσιν, οἷον συνόδους ἐρυθῖνος κόκκυξ τρίγλη. αὕτη δὲ γυναιξὶν ἀτέκνοις ἐστὶν ἀγαθή τρὶς γὰρ κυεῖ. ὅθεν αὐτῇ καὶ τοὔνομα εἰκότως φασὶ κεῖσθαι καὶ Ἀριστοτέλης ἐν τοῖς περὶ ζῴων καὶ Ἀριστοφάνης ἐν τοῖς εἰς Ἀριστοτέλην ὑπομνήμασι.
130
ὅσοι δὲ τῶν ἰχθύων ἀποδιδύσκονται τὸ γῆρας, ἀγαθοὶ τοῖς νοσοῦσι καὶ τοῖς ἐν εἱρκτῇ οὖσι καὶ πένησι καὶ πᾶσι τοῖς ἔν τινι περιστάσει οὖσιν ἀποθήσονται γὰρ τὰ περικείμενα φαῦλα. ἀποδιδύσκονται γὰρ τὸ γῆρας τῶν ἰχθύων οἱ μαλακόστρακοι, οἷον καρὶς κάραβος καρκίνος ἀστακὸς πάγουρος καὶ ἡ λεγομένη γραῦς καὶ ὅσα ἄλλα ἐστὶν ὅμοια. ταῦτα δὲ καὶ πληγὰς πολλάκις προεμαντεύσατο διὰ τὸ ἑαυτὰ παίειν, καὶ ἀποδημίας, ὅτι ἐστὶν ἀμφίβια. ὅσοι δὲ τῶν ἰχθύων ἐκταράσσουσι τὴν κοιλίαν ἡμῶν καὶ ἀποκρίνουσι τὰ σκύβαλα, ταὐτὰ τοῖς λαχάνοις σημαίνουσι καὶ τὴν αὐτὴν τοῖς ἀνθρώποις παρέχουσι χρείαν. περὶ ὧν ἐν τῷ περὶ τροφῆς λόγῳ εἴρηκα. λύει δὲ τὴν γαστέρα λαμβανόμενα πάντα τὰ ὀστρακόδερμα, οἷον πορφύρα κῆρυξ ὄστρεον στρόμβος ἐχῖνος μῦς πελωρὶς χήμη κτένες καρκινάδες καὶ εἴ τι ἄλλο τοιοῦτον. πορφύραι δὲ καὶ καρκινάδες ἁλιεῦσι καὶ πορφυρευταῖς πολλάκις συμφέρουσιν.
131
πῖνα δὲ καὶ ὁ λεγόμενος πινοφύλαξ καρκίνος καὶ πρὸς γάμον καὶ κοινωνίαν εἰσὶν ἀγαθοὶ διὰ τὴν πρὸς ἀλλήλους κοινωνίαν καὶ εὔνοιαν. οἱ δὲ μαλακοὶ τῶν ἰχθύων μόνοις τοῖς πανούργοις συμφέρουσι· καὶ γὰρ αὐτοὶ μεταβάλλοντες τὰ χρώματα καὶ ὁμοιούμενοι τοῖς τόποις, ἐν οἷς ἂν γένωνται, λανθάνουσι. τοῖς δὲ λοιποῖς ἐμπόδια καὶ κατοχὰς σημαίνουσι διὰ τὸ καθεκτικὸν καὶ ἐξῶδες, καὶ ἐν ταῖς πράξεσιν ἀτονίας πολλὰς προαγορεύουσι διὰ τὸ μὴ ὀστέα ἔχειν· ἰσχὺς γὰρ σώματος ὀστέον. εἰσὶ δὲ οἵδε, πολύπους τευθὶς ἀκαλήφη ναύπλιος ἑλεδώνη πορφυρίων σηπία. αὕτη δὲ μόνη καὶ τοὺς ἀποδρᾶναι πειρωμένους ὠφελεῖ διὰ τὸν θολόν, ᾧ χρωμένη πολλάκις φεύγει. μέμνηται δὲ τούτου τοῦ ὀνείρου καὶ Ἀντιφῶν ὁ Ἀθηναῖος. ὅσοι δὲ τῶν ἰχθύων εἰσὶ σελάχιοι, οἱ μὲν μακροὶ πάντες ματαιοπονίαν σημαίνουσι καὶ τὰ
132
ἐλπιζόμενα οὐ τελειοῦσιν, ἐπειδὴ διολισθαίνουσι τῶν χειρῶν καὶ ὅτι λεπίδας οὐκ ἔχουσιν, αἳ τῷ σώματι περίκεινται ὥσπερ ἀνθρώποις τὰ χρήματα. εἰσὶ δὲ οἵδε σμύραινα ἔγχελυς γόγγρος. οἱ δὲ πλατεῖς καὶ κινδύνους σημαίνουσι διὰ τὸ θηριῶδες καὶ ἐπιβουλάς, οἷον τρυγὼν νάρκη βοῦς καὶ ὁ λεγόμενος ἀετὸς καὶ γαλεὸς καὶ ῥίνη καὶ εἴ τι ἄλλο τούτοις ὅμοιον. ὅσοι δὲ τῶν ἰχθύων ὅμοιοι μέν εἰσι λεπιδωτοῖς, οὐκ ἔχουσι δὲ λεπίδας, διολιαθῆσαι τὰς ἐλπίδας τοῦ ἰδόντος σημαίνουσιν, οἷον θύννος καὶ τὰ εἴδη αὐτοῦ πρημὰς πηλαμὺς σῖμος σφύραινα [*](p. 110) καὶ κολίας καὶ τὰ ὅμοια. μόρμυροι δὲ καὶ μελάνουροι καὶ σκορπίοι καὶ κωβιοὶ περιπεσεῖν σημαίνουσι πανούργοις καὶ ἀηδέσιν ἀνθρώποις, κορακῖνοι δὲ καὶ βλέννοι πονηροῖς καὶ ἀνωφελέσιν. ἰχθύες δὲ οἱ λιμναῖοι ἀγαθοὶ μέν, ἧσσον δέ καὶ γὰρ ἧσσον τῶν θαλασσίων εἰσὶ πολυτελεῖς, καὶ τρέφουσιν οὐχ ὀμοίως.

Βάτραχοι δὲ ἄνδρας γόητας καὶ βωμολόχους προαγορεύουσι, τοῖς δὲ ἐξ ὄχλου ποριζομένοις εἰσὶν ἀγαθοί. οἶδα δέ τινα οἰκέτην, ὃς ἔδοξε βατράχοις κονδύλους ἐπισείειν, καὶ προέστη τῆς τοῦ δεσπότου οἰκίας ἄρχων τῶν ἐν τῇ

133
οἰκίᾳ, ἀνθρώπων· ἡ μὲν γὰρ λίμνη τὴν οἰκίαν ἐσήμαινεν, οἱ δὲ βάτραχοι τούς ἔνδον ἀνθρώπους, ὁ κονδυλισμὸς δὲ τὴν ἐπιταγήν.

Θηρίον θαλάσσιον ἐν θαλάσσῃ ἰδεῖν οὐδενὶ συμφέρει πλὴν δελφῖνος· οὗτος γὰρ ἐν θαλάσσῃ ὁρώμενος ἀγαθός, καὶ ὅπου ἐπέρχεται, ἐκεῖθεν πνευσόμενον ἄνεμον σημαίνει. ἔξω δὲ θαλάσσης καὶ τοῦ ὑγροῦ πᾶν θηρίον θαλάσσιον ὁραθὲν ἀγαθόν οὐ γὰρ ἔτι κακῶσαι δύναται ὅπου γε μηδὲ ἑαυτὸ σῶσαι ἀσπαῖρον καὶ δυσθανατοῦν. διὸ καὶ τοὺς ἐχθροὺς πρὸς τῷ μηδὲν ἰσχῦσαι κακοὺς κακῶς ἀπολέσθαι σημαίνει. δελφὶς δὲ ἔξω θαλάσσης ὁρώμενος οὐκ ἀγαθός τῶν γὰρ φιλτάτων τινὰ ἐπιδεῖν ἀποθανόντο σημαίνει.

Λάροι καὶ αἴθυιαι καὶ ὅσα ἐστὶν ἄλλα ὄρνεα θαλάσσια τοὺς πλέοντας εἰς ἔσχατον κατάγουσι κίνδυνον, ἀλλʼ οὐκ ἀπολλύουσι καταδύεται μὲν γὰρ ταῦτα πάντα, ἀλλʼ οὐκ ἀποπνίγεται τῇ θαλάσσῃ. τοῖς δὲ ἄλλοις ἀνθρώποις ἤτοι ἑταίρας σημαίνει καὶ μαχίμους γυναῖκας ἢ ἄνδρας γόητας ἁρπακτικούς τε καὶ ἀγνώμονας καὶ ἐξ ὕδατος ἢ διʼ ὕδατος [*](p. 111) ἔχοντας τὴν ἐργασίαν πρὸς τὴν τροφήν. τὰ δὲ ἀπολλύμενα

134
οὐ φασιν εὑρεθήσεσθαι ὅ τι γὰρ ἂν λάβωσι, τοῦτο καταπίνουσιν.

Ἰχθύας νεκροὺς ἐν θαλάσσῃ εὑρεῖν οὐκ ἀγαθόν· ματαίας γὰρ ἐλπίδας σημαίνουσι, καὶ τὰ προσδοκώμενα οὐκ ἐῶσι τελεσθῆναι ζῶντας δὲ ἰχθύας ἄμεινον λαμβάνειν. περὶ δὲ τῆς σκευασίας αὐτῶν καὶ τῆς ἀρτύσεως τὰς κρίσεις ἀπὸ τῆς τῶν κρεῶν ἀρτύσεως ποιεῖσθαι χρή. ἔτι καὶ τὸ δοκεῖν ἰχθὺν ἐν τῇ κοίτῃ ἰδεῖν πονηρὸν τῷ πλέοντι νομίζειν καὶ τῷ νοσοῦντι· τῷ μὲν γὰρ ναυάγιον τῷ δὲ κίνδυνον ἐξ ὑγρῶν ἢ διʼ ὑγρῶν σημαίνει. καὶ ἢν γυνὴ ἐν γαστρὶ ἔχουσα ἰχθύν ὑπολάβῃ τεκεῖν, ὡς μὲν οἱ παλαιοὶ λέγουσιν, ἄφωνον γεννήσει, ὡς δὲ ἐγὼ ἐτήρησα, ὀλιγοχρόνιον. πολλαὶ δὲ καὶ νεκρὰ ἔτεκον ἔξω γὰρ τοῦ περιέχοντος γενόμενος πᾶς ἰχθύς ἀποθνήσκει.

Κάλαμοι ἰξευτικοὶ καὶ ἰξὸς τοὺς ἀποδήμους ἐπανάγουσι καὶ τοὺς δραπέτας εὑρίσκουσι καὶ τὰ ἀπολωλότα σώζουσι καὶ τὰ προσδοκώμενα τελειοῦσιν, ἀλλʼ οὐ πάντα· τὰ μὲν γὰρ μακρόθεν καὶ διεστῶτα πρὸς τὸν χρώμενον ἄγουσι, τοῦτʼ ἔστι πρὸς τὸν ἰξεύοντα, ἔνια δὲ τοὺς καλάμους καὶ διαφεύγει. αἱ δὲ λεγόμεναι νεφέλαι καὶ ὅσα ἄλλα πλεκτά ἐστι πρὸς

135
θήραν ὀρνέων πεποιημένα τὸν αὐτὸν ἔχει λόγον ταῖς σαγήναις καὶ τοῖς δικτύοις.

Ἑξῆς δὲ ἀκολουθεῖ τῷ λόγῳ τούτῳ περὶ ζῴων ἀεροπόρων εἰπεῖν.

Ὄρνιθες ἱεροὶ πλουσίοις μᾶλλον ἢ πένησι σύμφοροι, οἱ δὲ μικροὶ τοῖς πένησίν εἰσι συμφορώτατοι. οἱ μὲν γὰρ μεγάλοι διὰ τὸ μὴ λιταῖς χρῆσθαι τροφαῖς ἔστιν ὅτε μεγάλων [*](p. 112) ἐφιέμενοι καὶ τὸ προστυχὸν οὐκ ἀγαπῶντες λιμώττουσιν, οἱ δὲ σμικροὶ καὶ σπερμολόγοι εὐπόριστον ἔχοντες τροφὴν οὐκ ἔστιν ὅτε ἐνδεεῖς εἰσιν. ἤδη δὲ καὶ κατʼ εἶδος αὐτῶν ἐπιμνησθῆναι καλῶς ἔχον εἶναί μοι δοκεῖ.

Ἀετὸν ἰδεῖν ἐπὶ πέτρα καθεζόμενον ἢ ἐπὶ δένδρῳ ἐπὶ ὑψηλοτάτῳ τόπῳ ἀγαθὸν τοῖς ἐπὶ πρᾶξιν ὁρμῶσι, φοβουμένοις δὲ πονηρόν καὶ τὸν ἀπόδημον ἄγει. ἱπτάμενον δὲ ἡσυχῆ καὶ ἀτάραχον ἰδεῖν ὁμοίως ἀγαθὸν ἀνδρί, βράδιον δὲ φιλεῖ ἀποβαίνειν. ἀετὸς ἐπικαθεσθεὶς τῇ κεφαλῇ τοῦ ἰδόντος θάνατον αὐτῷ μαντεύεται. ὅ τι γὰρ ἂν ὑπὸ τοῖς ὄνυξι λάβῃ, θανατοῖ. ὀχεῖσθαι δὲ ἀετῷ βασιλεῦσι μὲν καὶ ἀνδράσι πλουσίοις καὶ μεγιστᾶσιν ὄλεθρον μαντεύεται. ἔθος γάρ τι παλαιὸν τοὺς ἀποθανόντας τούς γε τοιούτους γράφειν τε καὶ πλάσσειν ἐπʼ ἀετῶν ὀχουμένους καὶ διὰ

136
τῶν τοιούτων δημιουργημάτων τιμᾶν. πένησι δὲ ἀγαθόν ἀναληφθέντες γὰρ ὑπό τινων πλουσίων ὠφεληθήσονται οὐ μικρὰ ὡς ἐπὶ τὸ πολὺ ἀποδημήσαντες. ἀετὸς ἀπειλῶν ἀνδρὸς δυνατοῦ ἀπειλὴν προσημαίνει, τιθασὸς δὲ καὶ προσιὼν καὶ διδούς τι καὶ φθεγγόμενος τῇ ἑαυτοῦ φωνῇ ἀγαθὸς εἶναι τετήρηται. γυνὴ δὲ ἐὰν ὑπολάβῃ ἀετὸν τεκεῖν, υἱὸν γεννήσει, ὃς ἐὰν μὲν ᾖ πένης, στρατεύσεται καὶ στρατοπέδου ἄρξει παντὸς ὡς καὶ ἀετὸς τῶν ὀρνίθων. καὶ γὰρ στρατοπέδου παντὸς πρόεισιν ὁ ἀετός ἐὰν δὲ μέτριος ᾖ, ἀθλήσει καὶ βασιλεῖ γνώριμος ἔσται ἐὸν δὲ πλούσιος, ἄρξει πολλῶν ἢ καὶ βασιλεύσει. ἀετὸν νεκρὸν ἰδεῖν δούλῳ μόνῳ συμφέρει καὶ τῷ φοβουμένῳ τινά· τῷ γὰρ ἀπειλοῦντι καὶ τῷ δεσπότῃ θάνατον μαντεύεται τοῖς δὲ λοιποῖς ἀπραξίαν σημαίνει. σημαίνει δὲ ὁ ἀετὸς καὶ τὸν ἐνεστῶτα [*](p. 113) ἐνιαυτόν ἔστι γὰρ τὸ ὄνομα αὐτοῦ γραφὲν οὐδὲν ἄλλο πρῶτον ἔτος. πρὸς δὲ τὴν διαφορὰν τὴν τῶν ἀετῶν διάφορα νομίζειν χρὴ καὶ τὰ ἀποτελέσματα γίνεσθαι.

Ἅρπη γυναῖκα σημαίνει βασιλικὴν καὶ πλουσίαν, μέγα δὲ ἐπὶ κάλλει φρονοῦσαν καὶ εὐγνώμονα καὶ τοῖς ἤθεσιν εὖ κεχρημένην.

Αἰγυπιὸς δὲ τὸ αὐτὰ τῷ ἀετῷ σημαίνει.

Γῦπες δὲ κεραμεῦσι καὶ βυρσοδέψαις ἀγαθοὶ διὰ τὸ τῆς πόλεως ἀπῳκίσθαι καὶ τὸ νεκρῶν ἅπτεσθαι σωμάτων· ἰατροῖς δὲ καὶ τοῖς νοσοῦσι πονηροί· νεκροῖς γὰρ χαίρουσι σώμασι. σημαίνουσι δὲ καὶ ἐχθρούς ἐναγεῖς καὶ μιαροὺς καὶ οἰκοῦντας οὐκ ἐν πόλει. καὶ πρὸς τὰ ἄλλα δὲ πάντα εἰσὶ πονηροί.

137

Ἱέραξ δὲ καὶ ἰκτῖνος ἅρπαγας καὶ λῃστὰς σημαίνουσιν· ἱέραξ μὲν φανεροὺς καὶ ὁμόσε χωροῦντας, ἰκτῖνος δὲ λάθρᾳ ἐπιτιθεμένους.

Κόραξ δὲ μοιχῷ καὶ κλέπτῃ προσεικάζοιτʼ ἂν καὶ διὰ τὸ χρῶμα καὶ διὰ τὸ πολλάκις ἀλλάσσειν τὴν φωνήν.

Κορώνη χρόνον τε πολὺν καὶ παρολκὴν τῶν πραγμάτων καὶ γραῖαν διὰ τὰ ἔτη καὶ χειμῶνα δηλοῖ διὰ τὸ χειμῶνος εἶναι ἄγγελον.

Ψᾶρες ὄχλον σημαίνουσι καὶ ἄνδρας πένητας καὶ ταραχὴν ματαίαν, καὶ οἱ κολοιοὶ δὲ τὰ αὐτὰ τοῖς ψάροις.

Φάσσαι καὶ περιστεραὶ γυναῖκας σημαίνουσι, φάσσαι μὲν πάντως πορνικάς, περιστεραὶ δὲ ἔσθ᾿ ὅτε οἰκοδεσποίνας καὶ κοσμίας. ἔστι δὲ καὶ ἀπὸ πολλῶν μίαν γυναῖκα τεκμήρασθαι καὶ ἀπὸ μιᾶς πολλάς. σημαίνουσι δὲ αἱ περιστεραὶ καὶ τὴν ἐν τοῖς πρασσομένοις ἐπαφροδισίαν διὰ τὸ [*](p. 114) ἀνακεῖσθαι τῇ Ἀφροδίτῃ καὶ πρὸς φιλίας δὲ καὶ κοινωνίας καὶ συναλλαγὰς πάσας εἰσὶν ἀγαθαὶ διὰ τὸ συναγελαστικὸν αὐτῶν.

Γέρανοι δὲ καὶ πελαργοὶ κατ᾿ ἀγέλας μὲν καὶ συστροφὰς ὁρώμενοι λῃστῶν ἔφοδον καὶ πολεμίων σημαίνουσι καὶ

138
χειμῶνα ἐπάγουσι χειμῶνος φαινόμενοι, θέρους δὲ αὐχμόν· ἰδίᾳ δὲ καὶ κατὰ μόνας γέρανοι καὶ πελαργοὶ ἀγαθοὶ πρὸς ἀποδημίαν καὶ πρὸς ἀποδήμων ἀνακομιδὴν διὰ τὸ περὶ τροπὰς ὡρῶν ἀποδημεῖν τε καὶ μετανίστασθαι, καὶ πρὸς γάμον καὶ παιδοποιίαν διὰ τὸ γαμεῖν τε καὶ τεκνοῦν. μάλιστα δὲ πρὸς παιδοποιίαν ἐπιτήδειος ὁ πελαργὸς διὰ τὴν γινομένην ὑπὸ τῶν ἐκγόνων τοῖς γονεῦσιν ἐπικουρίαν.

Κύκνος ἄνδρα σημαίνει μουσικὸν καὶ αὐτὴν τὴν μουσικήν, καὶ τὰ κρυπτὰ ἐλέγχει διὰ τὸ χρῶμα. νοσοῦσι δὲ ὁρώμενος μὲν σωτηρίαν μαντεύεται, φθεγγόμενος δὲ ὄλεθρον· οὐ γὰρ πρότερον φθέγγεται εἰ μὴ πρὸς τὸ ἀποθνήσκειν ᾖ.

Περὶ δὲ χελιδόνος ἐν τῷ περὶ θανάτου λόγῳ ἐπιμνησθήσομαι.

Πελεκᾶνες ἄνδρας ἀγνώμονας σημαίνουσιν, ἀσκέπτως δὲ καὶ ἀλόγως πάντα δρῶντας, καὶ τὸν κλέπτην καὶ τὸν δραπέτην ἐγγὺς ποταμοῦ εἶναι σημαίνουσι ἢ λίμνης.

Νῆσσαι δὲ καὶ ὅσα ἄλλα ἐστὶ λιμναῖα ἢ ποτάμια ὄρνεα τὰ αὐτὰ τοῖς λάροις καὶ ταῖς αἰθυίαις σημαίνει.

139

Ἐπειδὴ δὲ παὶ τὰ ἔντομα τῶν ζῴων ἵπταται, καὶ αὐτὰ ἐν τῷ περὶ ὀρνέων λόγῳ κατατάξω.

Μέλισσαι γεωργοῖς μὲν καὶ τοῖς ἐξ αὐτῶν ἔχουσι τὴν ἐργασίαν ἀγαθαί· τοῖς δὲ ἄλλοις ταραχὰς σημαίνουσι [*](p. 115) διὰ τὸν βόμβον καὶ τραύματα διὰ τὸ κέντρον καὶ νόσον διὰ τὸ μέλι καὶ τὸν κηρόν. ἐπικαθεζόμεναι δὲ τῇ κεφαλῇ τοῦ ὁρῶντος στρατηγοῦντι μὲν καὶ δημιουργοῦντι ἀγαθαί, τοῖς δὲ ἄλλοις πονηραί, καὶ ὡς ἐπὶ τὸ πολὺ ὑπὸ ὄχλου ἢ ὑπὸ στρατιωτῶν διαφθαρῆναι σημαίνουσι τὸν ἰδόντα. ἐοίκασι μὲν γὰρ ὄχλῳ ἢ στρατῷ διὰ τὸ ἡγεμόνι ὑποτετάχθαι, ἀναιροῦσι δὲ διὰ τὸ τοῖς ἀψύχοις ἐπικαθέζεσθαι. ἐγκλείειν δὲ μελίσσας ἀγαθόν, καὶ ἀναιρεῖν ὁμοίως ἀγαθὸν πᾶσι πλὴν γεωργῶν.

Σφῆκες δὲ πᾶσι κακοί· περιπεσεῖν γὰρ σημαίνουσι πονηροῖς ἀνθρώποις καὶ ὠμοῖς.

Ἀκρίδες δὲ καὶ πάρνοπες καὶ οἱ λεγόμενοι μάστακες γεωργοῖς μὲν ἀφορίαν ἢ φθορὰν τῶν καρπῶν προαγορεύουσι· σίνονται γὰρ τὰ σπέρματα διαφθείρουσι· τοῖς δὲ λοιποῖς πονηροὺς ἄνδρας γυναῖκας σημαίνουσι.

Κάνθαροι καὶ μηλολόνθαι καὶ λαμπυρίδες τοῖς τὰς ῥυπώδεις ἐργασίας καὶ ἀσέμνους ἐργαζομένοις μόνοις

140
ὠφέλιμοι, τοῖς δὲ λοιποῖς βλάβης καὶ ἀπραξίας εἰσὶ σημαντικοί, μάλιστα δὲ μυροπώλαις καὶ ἀρωματοπώλαις.

Πλεῖν δοκεῖν καὶ εὐπλοεῖν πᾶσιν ἀγαθόν, χειμῶνι δὲ περιπεσεῖν δυσθυμίας καὶ κινδύνους σημαίνει. τὸ δὲ ναυαγεῖν τῆς νεὼς ἤτοι ἀνατραπείσης ἢ διαφθαρείσης ἢ πέτραις περιρραγείσης πάντας βλάπτει πλὴν τῶν βιᾳ ὑπό τινων κατεχομένων καὶ δούλων· τούτους γὰρ ἀπαλλάσσει τῶν [*](p. 116) κατεχόντων, ἔοικε γὰρ τὸ πλοῖον τοῖς πεοιέχουσιν αὐτούς---. ἀεὶ δὲ ἄμεινον ἐν μεγάλῳ πλεῖν πλοίῳ καὶ φορτία στερεὰ ἔχοντι, ἐπεὶ τὰ μικρὰ πλοῖα, κἂν εὐπλοῇ τις, οὐκ ἄφοβα τὰ ἀγαθὰ ποιεῖ. ἔτι κἀκεῖνο. διὰ θαλάσσης πλεῖν καὶ εὐπλοεῖν ἀγαθὸν μᾶλλον διὰ γῆς· βραδύτερα γὰρ καὶ δυσκολώτερα καὶ μόλις ἐσόμενα τὰ ἀγαθὰ σημαίνει τὸ διὰ γῆς δοκεῖν πλεῖν. πονηρότερον δὲ τὸ διὰ θαλάσσης πλέοντα χειμάζεσθαι ἢ τὸ διὰ γῆς. οὐ δύνασθαι δὲ πλεῖν προῃρημένον ἢ βίᾳ πρός τινων κατέχεσθαι ἐμπόδια καὶ κατοχὰς τῶν ἐγχειρήσεων σημαίνει, ὁμοίως δὲ καὶ τὸ διὰ γῆς πλεῖν δένδρων πετρῶν ἐμποδὼν γινομένων κατοχὰς σημαίνει καὶ ἐμποδισμούς. ἰδεῖν δὲ ἀπὸ γῆς πλοῖα διὰ θαλάσσης πλέοντα καὶ εὐπλοοῦντα ἀγαθὸν πᾶσι καὶ ἀποδημίας σημαντικὸν --- καὶ τοῖς ἀποδήμοις ἀνακομιδήν, πολλάκις δὲ καὶ ἀγγελίας διαποντίους προηγόρευσε. καὶ ἀναγόμενα μὲν τὰ πλοῖα βραδύτερα τὰ ἀγαθὰ ποιεῖ· ἄρτι γὰρ ἄρχεται τοῦ πλοῦ, καταγόμενα δὲ καὶ καθορμιζόμενα θᾶττον· πρὸς γὰρ τῷ συμπεράσματι τοῦ πλοῦ γέγονεν. ἀεὶ δὲ λιμένες φίλους καὶ εὐεργέτας

141
σημαίνουσι καὶ πάντες οἱ ὅρμοι, σκόπελοι δὲ καὶ ὑποδρομαὶ τοὺς διʼ ἀνάγκην καὶ μὴ κατὰ προαίρεσιν ὑφʼ ἡμῶν φιλουμένους, οἳ οὐδὲ αὐτοὶ ἑκόντες ἡμᾶς εὐεργετοῦσιν. ἄγκυραι δὲ τὸ ἀναγκαῖον τῶν χρειῶν καὶ τὸ ἀσφαλὲς σημαίνουσιν, ἀποδημεῖν δὲ κωλύουσιν ἀεὶ γὰρ ἐπὶ κατοχῇ πλοίων τίθενται. πείσματα δὲ καὶ τὰ ἀπόγεια σχοινία πάντα δανείων ἐστὶ σημαντικὰ καὶ ἐργολαβιῶν καὶ συνθηκῶν καὶ κατοχῆς. ἱστὸς δὲ τῆς νεὼς τὸν κύριον σημαίνει τῆς νεὼς ἢ τῆς οἰκείας, ἀντιπρόσωπον δὲ τὸν πρῳρέα, καὶ ὁ χηνίσκος τὸν κυβερνήτην, τὰ δὲ πηδάλια τὸν πλοῦν ἢ τούς γε τοῦ ναυκλήρου παῖδας, τρόπις τὴν ἐνθήκην τοῦ πλοίου, ὅπλα τοὺς ναύτας, καὶ τὸ κέρας τὸν τοίχαρχον. ὁποῖον ἂν οὖν μέρος διαφθείρηται τῆς [*](p. 117) νεὼς ὁρμούσης, τὸν ὅμοιον εἰκὸς διαφθαρήσεσθαι πλεούσης δὲ τῆς νεὼς περὶ αὐτὸ ἐκεῖνο τὸ μέρος κίνδυνον οὐ τὸν τυχόντα ἔσεσθαι δηλοῖ χειμῶνι βιαίῳ συσχεθείσης ὅθεν δʼ ἂν πῦρ ἐπὶ τὴν ναῦν φέρηται, ἐκεῖθεν χειμῶνα ἐσόμενον προαγορεύει. οἶδα δέ τινα ναύκληρον, ὃς ἔδοξε τοὺς ἐν τῷ πλοίῳ ἱδρυμένους θεοὺς ἀπολωλεκέναι, καὶ σφόδρα φοβουμένῳ καὶ ὄλεθρον ἡγουμένῳ σημαίνειν τὸ ὄναρ πᾶν τοὐναντίον εἰς ἀγαθὸν ἀπέβη πολλὰ γὰρ πορίσας ἀπέδωκε τὰ χρέα τοῖς δανεισταῖς τοῖς ἔχουσιν εἰς ὑποθήκην τὴν ναῦν, καὶ συνέβη αὐτῷ μηκέτι ἔχειν τοὺς κατέχοντας τὸ πλοῖον. ἀεὶ δὲ ἀγαθὸν ἡρέμα πορφύρουσαν καὶ κυμαίνουσαν τὴν
142
θάλασσαν ἰδεῖν· πράξεις γὰρ μεγάλας προαγορεύει· γαλήνη δὲ ἀπραξίας διὰ τὴν ἀκινησίαν, καὶ ὁ χειμὼν ταραχὰς καὶ βλάβας ἔστι γὰρ τούτων αἴτιος.

Σπείρειν καὶ φυτεύειν καὶ ἀροτριᾶν ὅ τι σημαίνει ἐν τῷ περὶ τεχνῶν λόγῳ προείρηται· νυνὶ δὲ περὶ τῶν ἑπομένων τῇ γεωργίᾳ ποιήσομαι τὸν λόγον.

Ἄροτρον ἀγαθὸν πρὸς γάμον καὶ παίδων γονὴν καὶ πράξεις· χρόνους δὲ καὶ παρολκὰς προστίθησι ταῖς ἀποβάσεσι. ζυγὸν δὲ τοῖς μὲν ἄλλοις ἀγαθόν, δούλοις δὲ ἐμπόδιον τῆς ἐλευθερίας γίνεται ὅθεν κατασσόμεν μᾶλλον τούτοις ὑγιὲς ὂν συμφέρει. δρέπανον δὲ ἀφαιρέσεως καὶ βλάβης ἐστὶ σημεῖον διὰ τὸ πάντα διχάζειν καὶ μηδὲν ἑνοῦν. δηλοῖ δὲ καὶ ἑξάμηνον· ἥμισυ γάρ ἐστι κύκλου. πέλεκυς δὲ στάσεώς ἐστι σημεῖον καὶ βλάβης καὶ μάχης, ἀξίνη δὲ καὶ ἄμη γυναικός τε καὶ γυναικείας ἐργασίας· καὶ γυναικείας μὲν ἐργασίας διὰ τὸ τῷ κρατοῦντι προσφέρειν καὶ προσέλκειν, γυναικὸς δὲ διὰ τὸ ὄνομα. ὕνις δὲ καὶ ὁ λεγόμενος μίσχος καὶ θρίναξ καὶ [*](p. 118) πτύον βλάβην καὶ ἀποβολὴν σημαίνουσιν. ἰδίως δὲ ἡ ὕνις, ὡς πολλάκις ἐτήρησα, καὶ τὸ αἰδοῖον τοῦ ἰδόντος σημαίνει, ὅθεν οὔτε ἀπολλυμένη ἐστὶν ἀγαθὴ οὔτε κατασσομένη. ζυγόδεσμος δὲ καὶ ὁ λεγόμενος ἀμφιδέτης πρὸς πάντα εἰσὶν ἀγαθοί, μάλιστα δὲ πρὸς γάμον καὶ κοινωνίαν. κόφινοι δὲ οἰκέτας σημαίνουσιν, ἅμαξαι δὲ τὸν βίον τοῦ

143
ἰδόντος διὰ τὸ ἐκ πολλῶν συγκεῖσθαι καὶ πολλὰ βαστάζειν καὶ ἄλλοτε ἄλλα. ὅταν μέντοι τις παρὰ τὸν καιρὸν καὶ τὴν ὥραν τοῦ ἔτους τρυγᾶν ἢ θερίζειν ὑπολάβῃ, ἐάν τε ἀγαθὸν ἐάν τε κακὸν ᾖ τὸ συμβουλευόμενον, εἰς ἐκείνην τὴν ὥραν τοῦ ἔτους τὰ σημαινόμενα ὑπερτίθεται. οὖλοι δὲ καὶ δράγματα καὶ θημῶνες ἀσταχύων παρολκὰς ἐν τοῖς πραττομένοις σημαίνουσι καὶ κόπον οὐδέπω γὰρ τὰ τοιαῦτα ἕτοιμα εἰς τροφήν ἐστι. σιροὶ δὲ καὶ κάπετοι καὶ πάντα ἐν οἷς θησαυρίζεται καὶ ἀποτίθεται τὰ σπέρματα γυναῖκα σημαίνει καὶ τὸν βίον τοῦ ἰδόντος καὶ τὴν ὕπαρξιν, ὅθεν οὔτε συντριβόμενα οὔτε συμπίπτοντα ἀγαθὰ νενόμισται. θριγκοὶ δὲ καὶ περίβολοι καὶ φραγμοί καὶ σκόλοπες καὶ οἱ περὶ τοὺς ὅρους γῦροι τοῖς μὲν φοβουμένοις ἀσφαλείας εἰσὶ σημαντικοί, πρὸς δὲ τὰς κινήσεις καὶ ἀποδημίας οὐ πάντῃ ἁρμόζουσι· καταχὰς γὰρ σημαίνουσι διὰ τὸ ἀποκεκλεικέναι τὰ ἐντός· πρὸς δὲ τὰς λοιπὰς ἐγχειρήσεις τοὺς παρισταμένους καὶ ἀμύνοντας καὶ συναιρομένους ἐν ταῖς χρείαις σημαίνουσιν.

Ἑξῆς δὲ περὶ δένδρων καὶ φυτῶν ποιήσομαι τὸν λόγον.

Ἐλαία γυναῖκα σημαίνει καὶ ἄθλησιν καὶ ἀρχὴν καὶ ἐλευθερίαν, ὅθεν ἀγαθὸν εὐθαλῆ ὁρᾶν καὶ ταῖς ῥίζαις ἡδρασμένην καὶ καρπὸν ἔχουσαν πεπανὸν καὶ ὥριμον. τρυγώμεναι δὲ αἱ ἐλαῖαι τοῖς μὲν ἄλλοις ἅπασιν ἀγαθαί, δούλοις δὲ πληγὰς μαντεύονται διὰ τὸ μετὰ πληγῶν τὸν καρπὸν αὐτῶν καθαιρεῖσθαι. ἀναλέγειν δὲ χαμόθεν ἐλαίας τρίβειν [*](p. 119) ἐλαίας (λέγω δὲ τὸν καρπόν) πόνους καὶ καμάτους σημαίνει.

144

Δρῦς ἄνδρα σημαίνει πλούσιον διὰ τὸ τρόφιμον ἢ πρεσβύτην διὰ τὸ πολυχρόνιον ἢ χρόνον διὰ ταὐτό.

Δάφνη δὲ γυναῖκα σημαίνει εὔπορον διὰ τὸ ἀειθαλές καὶ εὔμορφον διὰ τὸ χάριεν καὶ ἀποδημίαν καὶ φυγὴν καὶ ἀποτυχίαν τῶν προσδοκωμένων διὰ τὴν περὶ τὸ δένδρον ἱστορίαν. ἰατροῖς δὲ καὶ μάντεσι πρὸς τὴν τέχνην ἐστὶ ληπτέα διὰ τὸν Ἀπόλλωνα.

Κυπάρισσος δὲ μακροθυμίας καὶ παρολκῆς ἐστι σύμβολον διὰ τὸ μῆκος.

Πίτυς δὲ καὶ στρόβιλος ναυκλήροις μὲν καὶ πᾶσι τοῖς ναυτιλλομένοις πρὸς ναῦν εἰσι ληπτέαι διὰ τὴν κατασκευὴν τῶν νεῶν καὶ τὴν πίσσαν καὶ τὴν ῥητίνην τὴν ἀπὸ τούτων τῶν δένδρων γινομένην. τοῖς δὲ ἄλλοις ἅπασιν ἀηδίας καὶ φυγῆς εἰσι σημαντικαὶ διὰ τὸ φιλήνεμον.

Ῥοαὶ καὶ μηλέαι καὶ ἄπιοι καὶ ἀχράδες καὶ πάντα τὰ τοιαῦτα τὸν αὐτὸν τῷ καρπῷ λόγον ἔχει, ὃν ἐν τῷ περὶ τροφῆς εἴρηκα.

Πλάτανοι καὶ αἴγειροι καὶ πτελέαι καὶ ὀξύαι καὶ μελίαι καὶ πάντα τὰ ὅμοια μόνοις τοῖς ἐπὶ πόλεμον ὁρμῶσι καὶ

145
τεκτονικοῖς συμφέρει. τοῖς μὲν διὰ τὸ ἐξ αὐτῶν γίνεσθαι ὅπλα, τοῖς δὲ διὰ τὴν ἐξ αὐτῶν ἐργασίαν. τοῖς δὲ λοιποῖς διὰ τὸ ἄκαρπον πενίας καὶ ἀπορίας ἐστὶ σημαντικά. μόνη δὲ λεύκη ἀθληταῖς συμφέρει διὰ τὸν Ἡρακλέα.

Πύξοι καὶ μυρρίναι καὶ ῥοδοδάφναι γυναῖκας ἑταιρικὰς [*](p. 120) καὶ οὐ πάνυ τι κοσμίας σημαίνουσι καὶ τοῖς ἐπὶ τὸ πράττειν ὁρμωμένοις ἀπάτας καὶ τοῖς νοσοῦσιν ἀνάληψιν καὶ ὑγεῖαν· τοῖς δὲ λοιποῖς ματαιοπονίας σύμβολα καθίστανται.

Περὶ δὲ τῶν λοιπῶν δένδρων κατὰ τὰς ὑποθήκας τὰς προειρημένας χρὴ ποιεῖσθαι τὰς κρίσεις παραλαμβάνοντας ἀεὶ τὰ ὅμοια ταῖς ἀποβάσεσι. καὶ γὰρ οὐδὲν ἄλλο ἐστὶν ὀνειροκρισία ἢ ὁμοίου παράθεσις. μεμνῆσθαι δὲ καὶ τοῦτο χρή, ὅτι τὰ μὲν ἀγαθόν τι σημαίνοντα δένδρα θάλλοντα καὶ καρποφοροῦντα ἀγαθὰ ἂν εἴη, αὐαινόμενα δὲ ἢ πρόρριζα ἀνατρεπόμενα ἢ κεραυνούμενα ἢ ἄλλως πυρὶ καταφλεγόμενα τἀναντία σημαίνει· τὰ δὲ πονηρόν τι σημαίνοντα ἐν ταῖς ἀποβάσεσιν αὐαινόμενα καὶ διαφθειρόμενα λυσιτελέστερα καθίσταται.

Ἑξῆς δὲ τῇ γεωργίᾳ ἐπιβάλλον ἂν εἴη καὶ περὶ κόπρου εἰπεῖν.

Κόπρος βοεία γεωργοῖς μόνοις συμφέρει, ὁμοίως καὶ ἡ ἱππεία καὶ ἡ ἄλλη πᾶσα πλὴν ἀνθρωπείας, τοῖς δὲ λοιποῖς δυσθυμίας καὶ βλάβας σημαίνει, μολύνουσα δὲ καὶ νόσον. μόνοις δὲ τοῖς τὰς ῥυπώδεις ἐργασίας ἐργαζομένοις συμφέρει καὶ λυσιτελὴς οὖσα τετήρηται. ἀνθρωπεία

146
δὲ κόπρος πολλὴ ὁρωμένη πολλὰ καὶ διάφορα σημαίνει κακά. ἔχει δὲ ὧδε. ἐν πλατείᾳ καὶ ἐν ἀγορᾷ καὶ ἐν παντὶ δημοσίῳ χωρίῳ ὁρωμένη εἴργει χρῆσθαι τοῖς τόποις, ἐν οἷς ἂν ᾖ, πολλάκις δὲ καὶ προιέναι κωλύει, ὥστʼ ἔστιν ὅτε τοὺς παρακούσαντας ταῖς ἑαυτῶν κεφαλαῖς μεγάλα ἀναμάξαι κακὰ ἐποίησεν. ἄτοπον δʼ ἂν εἴη καὶ τὸ μολύνεσθαι κόπρῳ ἀνθρωπείᾳ καταρρεούσῃ ποθέν. οἶδα δέ τινα, ὃς ἔδοξεν ἑταῖρον καὶ συνήθη τινὰ πλούσιον, ὄντα αὐτῷ φίλον, ὄναρ [*](p. 121) κατὰ τῆς κεφαλῆς κατατιλῆσαι. οὗτος διεδέξατο τὴν οὐσίαν καὶ ἐκληρονόμησε τὸν ἑταῖρον. καὶ πάλιν αὖ ἔδοξέ τις ὑπό τινος γνωρίμου πένητος προστιληθῆναι, καὶ ὑπ᾿ αὐτοῦ μεγάλα ἐβλάβη καὶ αἰσχύνῃ τινὶ μεγάλῃ περιέπεσεν ἦν γὰρ εἰκὸς τὸν μὲν εὐποροῦντα τὰ ἑαυτοῦ τῷ ἰδόντι προσθήσειν, τὸν δὲ πενόμενον καὶ οὐδὲν ἔχοντα καταλιπεῖν καταφρονήσειν τοῦ ἰδόντος καὶ αἰσχύνῃ περιβαλεῖν αὐτόν. εἰ δὲ αὐτός τις ἑαυτὸν μολύνειν δόξειε κατὰ τῶν σκελῶν ἀφείς, ἑαυτῷ μεγάλον κακῶν αἴτιος ἔσται καὶ προσέτι νοσήσει. πονηρὸν δὲ καὶ τῇ κοίτῃ ἐναφιέναι· μακρὰν γὰρ νόσον μαντεύεται, ἐπειδὴ οἱ μὴ δυνάμενοι ἀναστῆναι καὶ οἱ πρὸς ἐσχάτοις ὄντες ἐναφιᾶσι τῇ κοίτῃ· πολλάκις δὲ καὶ γυναικὸς καὶ ἐρωμένης διίστησι τὸ ὄναρ αἰτίᾳ τοῦ ἰδόντος καὶ οὐ τῆς γυναικὸς διὰ τὸ μολῦναι τὴν κοίτην. ἐν ᾧ δέ τις οἰκεῖ οἴκῳ χαμαὶ ἀποπατεῖν μὴ χρήσασθαι ἔτι τῷ οἴκῳ σημαίνει· ἥκιστα γάρ τις τοῖς μολυνομένοις ἐνδιατρίβει. πάντων δʼ ἂν εἴη ἐπισφαλέστερον καὶ φοβερώτερον
147
τὸ ἀποπατεῖν ἐν ναῷ θεοῦ ἢ ἐν ἀγορᾷ ἢ ἐν πλατεία ἢ ἐν βαλανείῳ θεῶν τε γὰρ μῆνιν καὶ μεγάλην ἀσχημοσύνην καὶ ζημίαν οὐ τὴν τυχοῦσαν προαγορεύει, πρὸς δὲ καὶ τὰ κρυπτὰ ἐλέγχει, πολλάκις δὲ καὶ μῖσος ἐργάζεται περὶ τὸν ἰδόντα. ἀποπατεῖν δὲ ἐν κοπρῶνι καθήμενον ἐπὶ λασάνου στερεοῦ καὶ πολλὰ ἀποκρίνειν σκύβαλα ἀγαθὸν πᾶσι· πολὺν γὰρ κουφισμὸν φροντίδων καὶ πάσης ἀνίας σημαίνει· καὶ γὰρ τὸ σῶμα μετὰ τὸν ἀπόπατον κουφότατον γίνεται. ἀγαθὸν δὲ καὶ πρὸς ἀποδημίαν τὸ τοιοῦτο καὶ πρὸς ἀποδήμου ἀνακομιδὴν διὰ τὸ ὄνομα· ἄφοδος γὰρ καλεῖται. ἐγὼ δὲ ἐτήρησα καὶ τὸ παρʼ αἰγιαλῷ ἀποπατεῖν καὶ ἐν ὁδοῖς καὶ ἐν ἀρούραις καὶ ἐν ποταμῷ καὶ ἐν λίμναις λυσιτελὲς ὂν καὶ τὰ αὐτὰ σημαῖνον τῷ δοκεῖν ἐν κοπρῶνι χέζειν, ὀρθῶς καὶ κατὰ λόγον ἀποβαίνοντος τοῦ τοιούτου· οὔτε [*](p. 122) γὰρ οἱ τόποι οὗτοι ὑπὸ τοῦ ἀποπατοῦντος βλάπτονται, αὐτῷ τε τῷ ἀποπατοῦντι παρέχουσι χωρὶς αἰσχύνης ἀποφορτίσασθαι.

Ἕπεται δὲ τῷ λόγῳ καὶ περὶ ποταμῶν καὶ πηγῶν εἰπεῖν καὶ λίμνης καὶ φρέατος.

Ποταμοὶ καθαρὸν καὶ διειδὲς ἔχοντες ὕδωρ καὶ ἠρέμα ῥέοντες ἀγαθοὶ δούλοις καὶ δικαζομένοις καὶ ἀποδημεῖν προῃρημένοις· ἐοίκασι γὰρ οἱ ποταμοὶ δεσπόταις μὲν καὶ δικασταῖς διὰ τὸ πράττειν ὅοα ἂν βούλωνται ἀνυπευθύνως καὶ κατὰ γνώμην τὴν ἑαυτῶν, ἀποδημίαις δὲ καὶ κινήσεσι διὰ τὸ μὴ μένειν τὸ ὕδωρ ἀλλὰ παραρρεῖν. ἐπειδὰν δὲ

148
θολερὸν καὶ ῥοῶδες ᾖ τὸ ὕδωρ, καὶ τὴν ἀπὸ δεσποτῶν καὶ δικαστῶν ἀπειλὴν σημαίνουσιν οἱ ποταμοὶ καὶ πάσης ἀποδημίας εἴργουσιν. ἐὰν δέ τι καὶ ἁρπάσαντες κτῆμα τοῦ θεωμένου τὸν ὄνειρον ἀποφέρωσιν, ἐκ παντὸς βλάβην ἐπιφέρουσι· μείζονα δὲ τὴν βλάβην καὶ ἅμα καὶ κίνδυνον σημαίνουσιν ἐὰν αὐτὸν συναρπάσαντες τὸν ὁρῶντα, καὶ μάλιστα ἐὰν καὶ εἰς θάλασσαν ἐκβάλωσι. πονηρὸν δὲ καὶ τὸ ἐν ποταμῷ ἑστάναι καὶ περικλύζεσθαι καὶ μὴ δύνασθαι ἐξελθεῖν οὐ γὰρ ἂν ὑπομείνειέ τις ἐπὶ τῷ τοιούτῳ ὀνείρῳ, καὶ εἰ πάνυ εὔψυχος εἴη, τὰ κακά. χείμαρροι δὲ ποταμοὶ καὶ δικαστὰς σημαίνουσιν ἀγνώμονας καὶ δεσπότας ἀηδεῖς καὶ ὄχλον διὰ τὸ βίαιον καὶ μεγαλόφωνον. ἀγαθὸν δὲ τούτους περᾶν, μάλιστα μὲν τοῖς ποσίν· εἰ δὲ μή, νηξάμενον. εἰ δέ τις διὰ τὸ μὴ δύνασθαι ἀντικρὺς διελθεῖν ὑποστρέφειν ὑπολάβοι, ἄμεινον αὐτῷ ἀφίστασθαι καὶ μηκέτι δικάζεσθαι μηδὲ προσιέναι δεσπότῃ τὸ παρόν μηδὲ ἐν ὄχλῳ [*](p. 123) ἀναστρέφεσθαι. νήχεσθαι δὲ ἐν ποταμῷ δοκεῖν ἢ λίμνῃ εἰς ἔσχατον ἐλάσαι κίνδυνον σημαίνει καὶ μᾶλλον ἐὰν εἰς ποταμὸν νήχηται· ὅσα γὰρ ἰχθύς ἐν γῇ πάσχει, τοσαῦτα εἰκὸς καὶ ἄνθρωπον ἐν ὑγρῷ πάσχειν. ἀεὶ δὲ ἄμεινον διανήξασθαι μεταξὺ κολυμβῶντα διυπνισθῆναι. ποταμὸς εἰς οἰκίαν ῥέων καθαρὸς ἀνδρὸς πλουσίου εἴσοδον εἰς τὴν οἰκίαν μαντεύεται ἐπʼ ὠφελείᾳ τῶν ἐνοικούντων, τεταραγμένος δὲ καὶ θολερός, καὶ μάλιστα ἐάν τι σίνηται τῶν ἐν
149
τῇ οἰκίᾳ ὄντων, ἐχθροῦ βίαν σημαίνει, ὃς πολλὰ καὶ τὴν οἰκίαν καὶ τοὺς ἐν αὐτῇ βλάψει. ἐξ οἰκίας δὲ ποταμὸς ἐκρέων πλουσίῳ μὲν ἀνδρὶ καὶ μέγα δυναμένῳ συμφέρει· ἄρξει γὰρ τῆς πόλεως καὶ πολλὰ φιλοτιμούμενος εἰς τὸ δημόσιον ἀναλώσει, πολλοί τε ἐπὶ τὴν οἰκίαν αὐτοῦ φοιτήσουσι δεόμενοι καὶ χρῄζοντες· πάντες γὰρ ποταμοῦ δέονται. πένητι δὲ ἀνδρὶ διαβάλλει τὴν γυναῖκα ἢ τὸν παῖδα ἤ τινα τῶν ἐν τῇ οἰκίᾳ μοιχευόμενον καὶ ἀσχημονοῦντα. ἄλλο δὲ ὕδωρ εἰς οἰκίαν ῥέον θολερὸν μὲν ἐμππτραμένην τὴν οἰκίαν ὄψεσθαι σημαίνει, τὸ δὲ καθαρὸν κτῆσιν καὶ χρήματα περιβαλεῖσθαι σημαίνει, φρέαρ δὲ ἰδεῖν ἐν τῇ οἰκία ἐν ἀγρῷ οὐκ ὂν πρότερον ἀγαθόν οὐσίας γὰρ ἐπίκτησιν σημαίνει, ἀγάμῳ δὲ καὶ ἄπαιδι γυναῖκα καὶ παῖδας· νύμφαι τε γάρ εἰσιν ἐν τῷ φρέατι καὶ ὥσπερ γυνὴ τὸ φρέαρ τοῖς ἔνδον τὰ ἐπιτήδεια ὡν χρήζουσι παρέχεε. ἀγαθὸν δὲ καὶ πλῆρες ἰδεῖν φρέαρ πλημμυροῦντος τοῦ ὕδατος, ὅταν γε μὴ ὑπερχέηται· ἐπεὶ τὸ ὑπερχεόμενον καὶ ῥέον ὕδωρ τοῦ φρέατος τὰ προσγενόμενα ἀγαθὰ καὶ γυναῖκα τε καὶ παῖδας μὴ παραμεῖναι μαντεύεται. τὸ δʼ αὐτὸ καὶ ὅταν ἀλλότριοί τινες ἀντλῶσι τὸ φρέαρ. λίμνη [*](p. 126) δὲ μεγάλη τὰ αὐτὰ τῷ ποταμῷ σημαίνει πλὴν τοῦ κατὰ τὴν ἀποδημίαν· αὕτη γὰρ εἴργει ἀποδημεῖν διὰ τὸ τὸ ὕδωρ ἐν αὐτῇ μὴ ῥέειν ἀλλὰ μένειν ἐντη χώρᾳ τῇ αὐτῇ ἀεί. σύμμετρος δὲ καὶ μικρὰ λίμνη γυναῖκα σημαίνει εὔπορον καὶ ἀφροδισίοις χαίρουσαν· δέχεται γὰρ τοὺς εἰσβαίνειν
150
βουλομένους καὶ ἡ λίμνη καὶ οὐκ ἀπείργει. εἴη δʼ ἂν ἄριστον καὶ ἐν λίμνῃ ἢ ἐν ποταμῷ πλέειν καὶ μὴ νήχεσθαι. πηγαὶ δέ καὶ κρῆναι καὶ πίδακες ὕδατι καθαρῷ πλημμυροῦσαι ἀγαθαὶ πᾶσι μὲν ἐπίσης, μάλιστα δὲ τοῖς νοσοῦσι καὶ τοῖς ἀπόροις. οἷς μέν γὰρ σωτηρίας οἷς δέ εὐπορίας εἰσὶ σημαντικαί· οὐδὲν γὰρ οὕτωτρόφιμον ὡς ῦδωρ.αὐαινόμεναι δέ καὶ μὴ ἔχουσαι ὕδωρ τὰ ἐναντία πᾶσι σημαίνουσιν.

Ἕλη ποιμέσι μόνοις συμφέρει, τοῖς δέ λοιποῖς ἀπραξιῶν ἐστι σημαντικά, καὶ τοῖς ὁδεύουσιν ἐμπόδια γίνεται οἰὰτας ἐν αὐτοῖς ἀνοδίας. ὅρη δέ καὶ νάπαι καὶ ἄγκη καὶ φάραγγες καὶ ῦλαι πᾶσι δυσθυμίας καὶ φόβους καὶ ταραχὰς καὶ ἀνεργασίας σημαίνουσι, δούλοις δέ καὶ κακούργοις βασάνους καὶ πληγὰς καὶ πλουσίοις βλάβας διὰ τὸ κατακόπτεσθαι καὶ ἀεί τι ἀποβάλλειν. ἀεὶ δέ μεινον ταῦτα διεκπερᾶν καὶ τὰς ἐναὐτοῖς ὁδοὺς εὑρίσκειν καὶ ἀπὸ τούτων εἰς πεδία κατιέναι καὶ μηκέτι ἐν αὐτοῖς ὄντα διυπνίζεσθαι. οἵας δʼ ἄν ὀδούς ὁδεύειν τις ὑπολάβῃ, τοιούτῳ χρήσεται τῷ βίῳ· αἱ μέν γὰρ πλατεῖαι καὶ ὁμαλαὶ καὶ ἐν πεδίῳ οὖσαι πολλὴν εὐμάρειαν ἐν τοῖς πραττομένοις προαγορεύουσιν, αἱ δέ λεῖαι μέν ἀνάντεις δέ μετὰ παρολκῆς καὶ δυσθυμίας σημαίνουσιν ἀνύσειν τὰ προκείμενα, ἐὰν δέ τις ἐξαναβῇ καὶ ἐπὶ πέρας ἀφῖχθαι νομίσῃ, αἱ δέ κατάντεις [*](p.125) πάσίν εἰσιν ἄπρακτοι πλὴν τῶν φοβουμένων καὶ φευγόντων θᾶττον γὰρ ἀποφυγεῖν προαγορεύουσι· στεναὶ δέ παντελῶς δυσθυμίας σημαίνουσι.

Δικαστήρια καὶ δικασταὶ καὶ δικολόγοι καὶ νομοδιδάκται πᾶσι ταραχὰς καὶ δυσθυμίας καὶ δαπάνας ἀκαίρους

151
προμαντεύονται καὶ τὰ κρυπτὰ ἐλέγχουσι, τοῖς δέ νοσοῦσι κρισίμους ἡμέρας προαγορεύουσιν, ἐν αἷς, ἐὰν μέν κατ’ ὄναρ νικῶσιν, ἐπὶ τὸ βέλτιον μεταβαλοῦσιν, ἐὰν δέ λειφθῶσι κατ’ ὄναρ, τεθνήξονται. εἰ δέ τις δίκην ἔχων ὑπολάβοι ἐν τῇ τοῦ δικαστοῦ χώρα καθέζεσθαι, οὐ λειφθήσεται οὐ γὰρ ὁ δικαστὴς ἑαυτοῦ καταδικάζει, ἀλλʼ ἄλλων. πάσι δὲ τοῖς δίκην ἔχουσιν ἰατροὶ ὁρώμενοι τὸν ἴσὸν τοῖς συνηγόροις ἐπέχουσι λόγον.

Βασιλεύεινδοκεῖν τῷ μὲν νοσοῦντι θάνατον προαγορεύει ἀνυπότακτος γὰρ μόνος ὁ βασιλεύς, ὥσπερ καὶ ὁ ἀποθανών· τῷ δέ ἐρρωμένῳ τῶν συγγενῶν ἀπώλειαν πάντων καὶ κοινωνῶν χευρισμόν· ἀκοινώνητος γὰρ ἡ βασιλεία. κακούργῳ δέ δεσμὰ σημαίνει καὶ τὰ κρυπτὰ ἐλέγχει· ἐκφανὴς γὰρ ὁ βασιλεύς ἐστι καὶ ὑπὸ πολλῶν φρουρεῖται. τὸ δέ αὐτὸ σημαίνει καὶ ἡ βασιλικὴ σκευή, τοῦτ’ ἔστι διάδημα καὶ σκῆπτρον καὶ ἁλουργίς. βασιλεύειν πένης ἐὰν δόξῃ, πολλὰ πράξει ἐπιδόξως μέν, ἀκερδῶς δέ. δούλῳ δέ τὸ βασιλεύειν ἐλευθερίαν προαγορεύει· πάντως γὰρ χρ τὸν βασιλέα ἐλεύθερον εἶναι. ἄριστον δὲ φιλοσόφῳ καὶ μάντει τὸ βασιλεύειν οὐδὲν γὰρ ὑγιοῦς γνώμης ἐλευθεριώτερον οὐδὲ βασιλικώτερον ὑπολαμβάνομεν εἶναι. στρατηγεῖν δέ τοῖς μὲν ἠθάσιν ἀγαθόν, πένησι δὲ ταραχὰς σημαίνει καὶ περιβοησίας, δούλοις δέ ἐλευθερίαν. γραμματεύειν δὲ δοκεῖν ἀλλοτρίων καὶ οὐδὲν προσηκόντων σημαίνει φροντίσαι πραγμάτων, ἐξ ὧν κάματος μέν τῷ [*](p.126) δόντι καὶ πόνος ἔσται, ὠφέλεια δὲ οὐδʼ ἡτισοῦν. νοσοῦντι

152
δὲ καὶ αὕτη ἡ ἀρχὴ θάνατον προσημαίνει διὰ τὸ προάγειν τὸν γραμματέα. δούλῳ δέ οἰκονομίας καὶ πίστεις περιποιεῖ τὸ ὄναρ τοῦτο. ἀστυνομεῖν δὲ παιδονομεῖν γυναικονομεῖν φροντίδας καὶ σκυλμούς τῷ ἰδόντι περιτίθησι διὰ δημόσια διὰ παιδία διὰ γυναῖκας. ἀγορανομεῖν δέ τοῖς ἐπὶ ἰατρικὴν ὁρμῶσι συμφέρει, καὶ μάλιστα τοῖς διαιτωμένοις διὰ τὸ τροφῆς τὸν ἀγορανόμον προνοεῖσθαι τοῖς δέ λοιποῖς ταραχὰς καὶ περιβοησίας σημαί νει. ἐὰν δέ καὶ πράγματα ποιῇ καὶ δαπάνας ἀχρήστους, πάντως δὲ καὶ ῳψόγους ἕξει· οὐ γὰρ ἔστιν ἀγορανομοῦντα ἄνευ τούτων διάγειν. ἐπιδόσεις δέ δημοσίας ἐπιδιδόναι παρʼ ἑαυτοῦ τοῖς μέν νοσοῦσι θάνατον προαγορεύει καὶ τῆς οὐσίας σκορπισμὸν καὶ διάλυσιν, τοῖς δέ ἐρρωμένοις ταραχὰς καὶ περιβοησίας. μόνοις δέ τοῖς παντελῶς ἀπόροις ἀγαθόν ἐστι καὶ κερδοφόρον τὸ ὄναρ· οὐ γὰρ ἔστι πολλοῖς ἐπιδιδόναι μὴ οὐχὶ πολλὰ ἔχοντα. ἀγαθὸν δέ καὶ σκηνικοῖς καὶ θυμελικοῖς καὶ πᾶσι τοῖς εἰς ὄχλον καθιεῖσιν ἑαυτούς· τιμὴν γὰρ πολλὴν πρὸς τοὺς ὄχλους κετήσασθαι σημαίνει· εὐφημοῦνται γὰρ οἱ τὰς ἐπιδόσεις διδόντες. διδομένης δέ ἐπιδόσεως δοκεῖν λαμβάνειν ἀγαθόν, μὴ λαμμιιβάνειν δέ πονηρὸν πᾶσιν, ἐάν τε δημοσία ἡ ἐπίδοσις ᾖ ἐάν τε ἰδιωτική· θάνατον γὰρ ἄντικρυς προαγορεύει, ἐπεὶ μηκέτι τοῖς ἀποθανοῦσιν ἡ ἐπίδοσις δίδοται. οἱδα δέ τινα εἰς Ὀλύμμπια ἀνιόντα ἐπὶ τῷ ἀγωνίσασθαι, ὃς ἔδοξε τούς Ἑλλανοδίκας τοῖς ἀθληταῖς διδόναι ἄρτους, αὐτῷ δέ ὑστερήσαντι μηκέτι ἔχειν ὅ τι δοῦναι. καὶ οἱ μὲν ἄλλοι πάντες ἐδόκουν αὐτὸν οὐ καταλήψεσθαι τὸν ἀγῶνα, ἐμοὶ δέ δίκαιον ἐδόκει. καὶ δὴ οὕτως ἀπέβη.
153
μετὰ γὰρ τὰς ἀπογραφὰς εὐθέως ἀπέθανεν. οἵα δʼ ἄν ἀρχὴ πορφύραν ἢ χρυσὸν τὸν ᾶρχοντα ἀναγκάζῃ φορεῖν, ὄλεθρον τοῖς νοσοῦσι σημαίνει καὶ τὰ κρυπτὰ ἐλέγχει. τὸ [*](p.127) δὲ ἰεράσθαι καὶ ἱερωσύνην παρὰ δήμου λαμβάνειν ἀγαθὸν πᾶσι πλὴν τῶν ἀποκρυπτομένων ἐπίσημοι γὰρ οἱ ἐρεῖς. οἱου δʼ ἄν ὑπολάβῃ τις θεοῦ ερεὺς εἶναι, τοιοῦτον αὐτῷ καὶ τὸ ἀγαθὸν ἀποβήσεται ἢ ἀπὸ τοιούτων ἀνδρῶν ἢ γυναικῶν. συστημάτων δέ οἰκίας ἄρχειν ἢ ἐπιτροπεύειν πᾶσι σκυλμοὺς καὶ ἀηδίας βιωτικὰς περιτίθησι, πολλάκις δέ καὶ ζημίας, μάλιστα δέ τοῖς δοκοῦσι παρʼ ἑαυτῶν φιλοτιμεῖσθαι καὶ δεῖπνα ποιεῖν ἐπιδόσεις διδόναι. πᾶσα δέ ἱερωσύνη καὶ πᾶσα ἀρχή, ἧς μὴ μέτεστι γυναικί, ἐὰν ὑπολάβῃ γυνὴ ἱερατεύειν ἢ ἄρχειν, θάνατον αὐτῇ προαγορεύει· καὶ πάλιν αὖ πάσα ἱερωσύνη καὶ πᾶσα ἀρχή, ἡς μὴ μέτεστιν ἀνδρί διὰ τὸ ἔθος ἢ νόμον, ἐὰν ἀνὴρ ὑπολάβῃ ἱερατεύειν ἢ ἄρχειν, ὁμοίως αὐτῷ προαγορεύει θάνατον.