Syrian Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

τάδε μὲν δή τις, ὡς ἐθέλοι, συγκρίνειν ἔχει· Μάλλιος δὲ ὁ τοῦ Σκιπίωνος διάδοχος τὴν ἀφαιρεθεῖσαν Ἀντιόχου γῆν ἐπιὼν καθίστατο, καὶ Γαλατῶν τῶν Ἀντιόχῳ συμμαχησάντων Τολιστοβοίους, ἀναφυγόντας ἐς τὸν Μύσιον Ὄλυμπον, ἐπιμόχθως τοῦ ὄρους ἐπιβὰς ἐτρέπετο φεύγοντας, ἕως ἔκτεινε καὶ κατεκρήμνισεν ὅσους ἀριθμήσασθαι διὰ τὸ πλῆθος οὐκ ἐγένετο, αἰχμαλώτους δʼ ἔλαβεν ἐς τετρακισμυρίους, ὧν τὰ μὲν ὅπλα κατέκαυσε, τὰ δὲ σώματα, οὐ δυνάμενος τοσόνδε πλῆθος ἐν πολέμοις περιάγεσθαι, τοῖς ἐγγὺς βαρβάροις ἀπέδοτο. ἐν δὲ Τεκτοσάγαις τε καὶ Τρόκμοις ἐκινδύνευσε μὲν ἐξ ἐνέδρας, καὶ ἔφυγεν· ἐπανελθὼν δὲ ἐς αὐλιζομένους τε καὶ βεβυσμένους ὑπὸ πλήθους περιέστησε τοὺς ψιλοὺς αὐτοῖς, καὶ περιτρέχων ἐκέλευεν ἐσακοντίζειν μήτε προσπλεκομένους μήτε πλησιάζοντας. οὐδενὸς δὲ βέλους ἀτυχοῦντος διὰ τὴν πυκνότητα τῶν πολεμίων, ἔκτεινεν ἐς ὀκτακισχιλίους, καὶ ἐδίωξε τοὺς λοιποὺς ὑπὲρ Ἅλυν ποταμόν. Ἀριαράθου δὲ τοῦ Καππαδοκῶν βασιλέως, καὶ τοῦδε συμμάχους πέμψαντος Ἀντιόχῳ, δεδιότος τε καὶ δεομένου καὶ διακόσια τάλαντα πέμψαντος ἐπὶ τῇ δεήσει τὴν χώραν οὐκ ἐπέδραμεν, ἀλλʼ ἐς τὸν Ἑλλήσποντον ἐπανῆλθε σὺν γάζῃ τε πολλῇ καὶ χρήμασιν ἀπείροις καὶ λείᾳ βαρυτάτῃ καὶ στρατῷ καταγόμῳ.

τάδε μὲν καλῶς ἐπέπρακτο τῷ Μαλλίῳ· τὸ δʼ ἐντεῦθεν ἀλόγως πάμπαν ὥρᾳ θέρους πλεῦσαι μὲν ὑπερεῖδεν, οὔτε τὸ βάρος ὧν ἐπήγετο ποιησάμενος ἐνθύμιον, οὔτʼ ἐπειγόμενος διαπονεῖν ἢ γυμνάζειν ὁδοιπορίαις ἔτι στρατὸν οὐκ ἐς πόλεμον ὁρμῶντα ἀλλʼ ἐς οἰκείαν μετὰ λαφύρων ἐπανιόντα, διὰ δὲ Θρᾴκης ὥδευε, στενὴν καὶ μακρὰν καὶ δύσβατον ὁδόν, πνίγους ὥρᾳ, οὔτʼ ἐς Μακεδονίαν Φιλίππῳ προεπιστείλας ἀπαντᾶν, ἵνα παραπέμψειεν αὐτόν, οὔτε τὸν στρατὸν ἐς μέρη πολλὰ διελών, ἵνα κουφότερον βαδίζοι καὶ τὰ χρήσιμα εὐμαρέστερα ἔχοι, οὔτε τὰ σκευοφόρα συντάξας ἐς λόχους ὀρθίους, ἵνʼ εὐφυλακτότερα ᾖ. ἀλλʼ ἀθρόως ἦγεν ἅπαντας ἐπὶ μῆκος πολύ, καὶ τὰ σκευοφόρα εἶχεν ἐν μέσῳ, μήτε τῶν πρόσθεν αὐτοῖς δυναμένων ἐπικουρεῖν μήτε τῶν ὄπισθεν ὀξέως διὰ μῆκος ὁμοῦ καὶ στενότητα τῆς ὁδοῦ. ὅθεν αὐτῷ πανταχόθεν ἐς τὰ πλάγια τῶν Θρᾳκῶν ἐπικειμένων, πολὺ μέρος ἀπώλεσε τῆς τε λείας καὶ τῶν δημοσίων χρημάτων καὶ αὐτοῦ δὴ τοῦ στρατοῦ. μετὰ δὲ τῶν ὑπολοίπων ἐς Μακεδονίαν διεσώθη. ᾧ δὴ καὶ μάλιστα ἐγένετο καταφανὲς ὅσον ὤνησε παραπέμπων τοὺς Σκιπίωνας ὁ Φίλιππος, καὶ ὅσον ἥμαρτεν Ἀντίοχος ἐκλιπὼν τὴν Χερρόνησον. ὁ δὲ Μάλλιος ἔκ τε Μακεδονίας Θεσσαλίαν διελθὼν καὶ ἐκ Θεσσαλίας Ἤπειρον ἐς Βρεντέσιον ἐπέρα, καὶ τὴν λοιπὴν στρατιὰν ἐς τὰ οἰκεῖα διαφεὶς ἐπανῆλθεν ἐς Ῥώμην.

Ῥόδιοι δὲ καὶ Εὐμένης ὁ Περγάμου βασιλεὺς μέγα φρονοῦντες ἐπὶ τῇ κατʼ Ἀντιόχου συμμαχίᾳ, Εὐμένης μὲν αὐτὸς ἐς Ῥώμην ἐστέλλετο, Ῥόδιοι δὲ πρέσβεις ἔπεμπον. ἡ βουλὴ δὲ Ῥοδίοις μὲν ἔδωκε Λυκίους τε καὶ Κᾶρας, οὓς οὐ πολὺ ὕστερον ἀπέστησεν αὐτῶν ὡς Περσεῖ τῷ Μακεδόνι μᾶλλον ἢ σφίσι πολεμοῦσι τῷ Περσεῖ προθυμοτέρων γενομένων, Εὐμένει δὲ παρέσχον ὅσα λοιπὰ ἀφῄρηντο Ἀντίοχον, χωρὶς Ἑλλήνων τῶν ἐν αὐτοῖς. τούτων δὲ ὅσοι μὲν Ἀττάλῳ τῷ πατρὶ Εὐμένους ἐτέλουν φόρους, ἐκέλευσαν Εὐμένει συμφέρειν, ὅσοι δʼ Ἀντιόχῳ πρῶτον ἐτέλουν, ἀπέλυσαν τῶν φόρων καὶ αὐτονόμους ἀφῆκαν.

ὧδε μὲν Ρωμαῖοι διέθεντο τὰ δορίκτητα, Ἀντιόχου δʼ ὕστερον τοῦ μεγάλου βασιλέως τελευτήσαντος γίγνεται Σέλευκος ὁ υἱὸς διάδοχος· καὶ τὸν ἀδελφὸν ὅδε Ἀντίοχον ἐξέλυσε τῆς ὑπὸ Ῥωμαίοις ὁμηρείας, ἀντιδοὺς τὸν ἑαυτοῦ παῖδα Δημήτριον. Ἀντιόχου δʼ ἐπανιόντος ἐκ τῆς ὁμηρείας καὶ ὄντος ἔτι περὶ Ἀθήνας, ὁ μὲν Σέλευκος ἐξ ἐπιβουλῆς Ἡλιοδώρου τινὸς τῶν περὶ τὴν αὐλὴν ἀποθνήσκει, τὸν δʼ Ἡλιόδωρον Εὐμένης καὶ Ἄτταλος ἐς τὴν ἀρχὴν βιαζόμενον ἐκβάλλουσι, καὶ τὸν Ἀντίοχον ἐς αὐτὴν κατάγουσιν, ἑταιριζόμενοι τὸν ἄνδρα· ἀπὸ γὰρ τινῶν προσκρουμάτων ἤδη καὶ οἵδε Ῥωμαίους ὑπεβλέποντο. οὕτω μὲν Ἀντίοχος ὁ Αντιόχου τοῦ μεγάλου Συρίας ἐπεκράτησεν· ὅτῳ παρὰ τῶν Σύρων ἐπώνυμον ἦν ἐπιφανής, ὅτι τῆς ἀρχῆς ἁρπαζομένης ὑπὸ ἀλλοτρίων βασιλεὺς οἰκεῖος ὤφθη. συνθέμενος δὲ φιλίαν καὶ συμμαχίαν Εὐμένει, Συρίας καὶ τῶν περὶ αὐτὴν ἐθνῶν ἐγκρατῶς ἦρχε, σατράπην μὲν ἔχων ἐν Βαβυλῶνι Τίμαρχον, ἐπὶ δὲ ταῖς προσόδοις Ἡρακλείδην, ἀδελφὼ μὲν ἀλλήλοιν, ἄμφω δὲ αὐτοῦ γενομένω παιδικά. ἐστράτευσε δὲ καὶ ἐπὶ Ἀρταξίαν τὸν Ἀρμενίων βασιλέα.

καὶ αὐτὸν ἑλὼν ἐτελεύτησεν, ἐνναετὲς παιδίον ἀπολιπών, Ἀντίοχον, ᾧ προσέθηκαν ὄνομα εὐπάτωρ οἱ Σύροι διὰ τὴν τοῦ πατρὸς ἀρετήν. καὶ τὸ παιδίον ἔτρεφε Λυσίας. ἡ δὲ σύγκλητος ἥσθη φανέντος ἐν ὀλίγῳ τοῦ Ἀντιόχου γεννικοῦ καὶ ταχέως ἀποθανόντος. Δημήτριόν τε τὸν Σελεύκου μὲν υἱὸν Ἀντιόχου δὲ τοῦ ἐπιφανοῦς ἀδελφιδοῦν, υἱωνὸν δὲ τοῦ μεγάλου Ἀντιόχου, ἀνεψιὸν ὄντα τῷδε τῷ παιδίῳ, ὁμηρεύοντα ἔτι ἐν Ῥώμῃ καὶ ἔτος ἄγοντα τρίτον ἐπὶ τοῖς εἴκοσιν, ἐς τὴν βασιλείαν καταχθῆναι παρακαλοῦντα ὡς αὑτῷ μᾶλλον προσήκουσαν, οὐ κατῆγον, οὐ συμφέρειν σφίσιν ἡγούμενοι τελειότερον ἄρχειν Σύρων ἀντὶ παιδὸς ἀτελοῦς. πυνθανόμενοι δʼ ἐν Συρίᾳ στρατόν τʼ ἐλεφάντων εἶναι καὶ ναῦς πλείονας τῶν ὡρισμένων Ἀντιόχῳ, πρέσβεις ἔπεμπον, οἳ τοὺς ἐλέφαντας συγκόψειν ἔμελλον καὶ τὰς ναῦς διαπρήσειν. οἰκτρὰ δὲ ἡ ὄψις ἦν ἀναιρουμένων θηρίων ἡμέρων τε καὶ σπανίων, καὶ νεῶν ἐμπιπραμένων· καί τις ἐν Λαοδικείᾳ Λεπτίνης τὴν ὄψιν οὐκ ἐνεγκών, Γναῖον Ὀκτάουιον τὸν τῶνδε τῶν πρέσβεων ἡγεμόνα, ἀλειφόμενον ἐν τῷ γυμνασίῳ, διεχρήσατο.

καὶ τὸν μὲν Ὀκτάουιον ἔθαπτεν ὁ Λυσίας,