Syrian Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

καὶ οἱ μὲν Σκιπίωνες ἔτι ἦσαν ἐν παρασκευῇ, Λίουιος δʼ ὁ φύλαξ τῆς Ἰταλίας, ἐπὶ τὴν ναυαρχίαν αἱρεθεὶς Ἀτιλίῳ διάδοχος, αὐτίκα ταῖς τε ἰδίαις ναυσίν, αἷς τὴν Ἰταλίαν περιέπλει, καὶ παρὰ Καρχηδονίων αὐτῷ τισὶ δοθείσαις καὶ συμμαχίσιν ἄλλαις ἐς Πειραιᾶ κατήχθη, καὶ τὸν ὑπʼ Ἀτιλίῳ στόλον παραλαβὼν ἔπλει καταφράκτοις ὀγδοήκοντα καὶ μιᾷ, ἑπομένου καὶ Εὐμένους πεντήκοντα ἰδίαις· καὶ ἦν κατάφρακτον καὶ τῶνδε τὸ ἥμισυ. ἔς τε Φώκαιαν ὑπήκοον μὲν Ἀντιόχου, ὑπὸ δʼ ἐκπλήξεως αὐτοὺς δελομένην κατήγοντο, καὶ τῆς ἐπιούσης ἐς ναυμαχίαν ἀνέπλεον. ἀντανήγετο δʼ αὐτοῖς ὁ ναύαρχος ὁ Ἀντιόχου Πολυξενίδας διακοσίαις ναυσί, κουφοτέραις τῶν πολεμίων παρὰ πολύ· ᾧ δὴ καὶ μάλιστα προύλαβε τοῦ πελάγους ἔτι Ῥωμαίων ἀναπειρωμένων. καὶ δύο τῶν Καρχηδονίων ναῦς ἰδὼν προπλεούσας, τρεὶς τῶν ἰδίων ἐπιπέμψας εἷλε τὰς δύο κενάς, ἐξαλομένων τῶν Λιβύων ἐς τὸ πέλαγος. Λίουιος δʼ ἐπὶ τὰς τρεῖς ἐφέρετο πρῶτος ὑπʼ ὀργῆς τῇ στρατηγίδι νηί, πολὺ προύχων τοῦ στόλου. αἱ δʼ, ὡς μιᾷ, σὺν καταφρονήσει χεῖράς τε σιδηρᾶς ἐπέβαλον, καὶ συνεστηκότων τῶν σκαφῶν ὁ ἀγὼν ἦν ὥσπερ ἐν γῇ. πολὺ δὲ κρείσσους ὄντες οἱ Ῥωμαῖοι ταῖς εὐτολμίαις, ἐπιβάντες ἐς τὰς ἀλλοτρίας ἐκράτουν, καὶ μιᾷ νηὶ δύο ὁμοῦ φέροντες ἐπανῄεσαν. καὶ τόδε μὲν τῆς ναυμαχίας προαγώνισμα ἦν· ἐπεὶ δὲ οἱ στόλοι συνέπεσον ἀλλήλοις, ἰσχύι μὲν καὶ προθυμίᾳ τὰ Ῥωμαίων ἐπεκράτει, διὰ δὲ βαρύτητα τῶν σκαφῶν τοὺς ἐχθροὺς οὐκ ἐδύναντο καταλαμβάνειν κούφαις ναυσὶν ὑποφεύγοντας, ἕως οἳ μὲν ἐς τὴν Ἔφεσον ὀξέως κατέφυγον, οἳ δʼ ἐς Χίον ἀπῇραν, ἔνθα αὐτοῖς Ῥοδίων νῆες συμμαχίδες ἦλθον ἑπτὰ καὶ εἴκοσιν. Ἀντίοχος δὲ περὶ τῆσδε τῆς ναυμαχίας πυθόμενος, Ἀννίβαν ἔστελλεν ἐπὶ Συρίας ἐς νεῶν ἄλλων ἐκ τε Φοινίκης καὶ Κιλικίας παρασκευήν.

καὶ τόνδε μὲν ἐπανιόντα Ῥόδιοι κατέκλεισαν ἐς Παμφυλίαν, καί τινας αὐτοῦ τῶν νεῶν εἷλον, καὶ τὰς λοιπὰς ἐφεδρεύοντες ἐφύλασσον·

Πόπλιος δὲ Σκιπίων ἀφικόμενος ἐς Αἰτωλίαν μετὰ τοῦ ὑπάτου, καὶ τὸν Μανίου στρατὸν παραλαβών, τὰς μὲν ἐν Αἰτωλίᾳ πολιορκίας ὑπερεῖδεν ὡς μικρὸν ἔργον, καὶ τοῖς Αἰτωλοῖς δεομένοις ἐπέτρεψεν αὖθις ἐς Ῥώμην πρεσβεῦσαι περὶ σφῶν, ἐπὶ δὲ τὸν Ἀντίοχον ἠπείγετο πρὶν ἐκβῆναι τῷ ἀδελφῷ τὴν στρατηγίαν. διὰ δὲ Μακεδόνων ὥδευε καὶ Θρᾳκῶν ἐπὶ τὸν Ἑλλήσποντον, δυσχερῆ καὶ χαλεπὴν ὁδὸν αὐτῷ γενομένην ἄν, εἰ μὴ Φίλιππος ὁ Μακεδὼν ὡδοποίει καὶ ὑπεδέχετο καὶ παρέπεμπεν ἐζευγμένοις τε ποταμοῖς ἐκ πολλοῦ καὶ ἀγοραῖς ἑτοίμοις· ἐφʼ οἷς αὐτὸν οἱ Σκιπίωνες αὐτίκα τῶν ὑπολοίπων χρημάτων ἀπέλυσαν, ἐπιτετραμμένοι τοῦθʼ ὑπὸ τῆς βουλῆς, εἰ πρόθυμον εὕροιεν. ἐπέστελλον δὲ καὶ ἐς Προυσίαν τὸν Βιθυνῶν βασιλέα, καταλέγοντες ὅσοις βασιλεῦσι Ῥωμαῖοι συμμαχήσασι τὰς ἀρχὰς ἐπηύξησαν· Φίλιππον δέ, φασί, τὸν Μακεδόνα καὶ πολέμῳ κρατήσαντες ἄρχειν ἐῶσι, καὶ τὸν παῖδα αὐτῷ τῆς ὁμηρείας ἀπελύσαμεν, καὶ τὸ ἔτι ὄφλημα τῶν χρημάτων. οἷς ὁ Προυσίας ἡσθεὶς συνέθετο συμμαχήσειν ἐπʼ Ἀντίοχον.

Λίουιος δʼ ὁ ναύαρχος ἐπεὶ τῆς ὁδοιπορίας τῶν Σκιπιώνων ἐπύθετο, Παυσίμαχον μὲν τὸν Ῥόδιον μετὰ τῶν Ῥοδίων νεῶν ἐν τῇ Αἰολίδι κατέλιπε, καὶ μέρος τι τοῦ ἰδίου στόλου, ταῖς δὲ πλείοσιν ἐς τὸν Ἑλλήσποντον ἔπλει τὸν στρατὸν ὑποδεξόμενος. καὶ Σηστὸς μὲν αὐτῷ καὶ Ῥοίτειον καὶ ὁ Ἀχαιῶν λιμὴν καί τινα ἄλλα προσέθετο, Ἀβυδον δὲ ἀπειθοῦσαν ἐπολιόρκει.

Παυσίμαχος δʼ οἰχομένου Λιουίου πείρας τε πυκνὰς καὶ μελέτας τῶν ἰδίων ἐποιεῖτο, καὶ μηχανὰς ποικίλας συνεπήγνυτο, πυρφόρα τε ἀγγεῖα σιδηρᾶ ἐξῆπτε κοντῶν μακρῶν, αἰωρεῖσθαι τὸ πῦρ ἐς τὸ πέλαγος, ἵνα τῶν μὲν ἰδίων σκαφῶν πολὺ προύχῃ, τοῖς δὲ πολεμίοις προσιοῦσιν ἐμπίπτῃ. καὶ αὐτὸν τάδε φιλοπονούμενον Πολυξενίδας ὁ Ἀντιόχου ναύαρχος, Ῥόδιός τε ὢν καὶ ὅδε καί τισιν αἰτίαις ἐκπεσὼν τῆς πατρίδος, ἐνήδρευεν, ὑπισχνούμενος τὸν Ἀντιόχου στόλον ἐγχειριεῖν, εἰ συνθοῖτο συμπράξειν ἐς κάθοδον αὑτῷ. ὁ δὲ ὑπώπτευε μὲν ἐπίκλοπον ἄνδρα καὶ πανοῦργον, καὶ ἐς πολὺ καλῶς ἐφυλάσσετο· γράψαντος δʼ αὐτῷ τοῦ Πολυξενίδου περὶ τῆς προδοσίας ἐπιστολὴν αὐτόγραφον, καὶ ἐπʼ αὐτῇ καὶ ἀναζεύξαντος ἀπὸ τῆς Ἐφέσου, καὶ τὴν στρατιὰν ὑποκριθέντος ἐς χορτολογίαν περιπέμπειν, ὁ Παυσίμαχος τήν τε ἀνάζευξιν ὁρῶν, καὶ οὐκ ἐλπίσας ἄν τινα περὶ προδοσίας ἐπιστολὴν αὐτόγραφον οὐκ ἀληθεύοντα πέμψαι, πάγχυ πιστεύσας ἐξέλυσε τὰς φυλακὰς καὶ ἐς σιτολογίαν καὶ αὐτὸς περιέπεμπεν. ὁ δὲ Πολυξενίδας ἐπεὶ κατεῖδεν αὐτὸν ἐνηδρευμένον, αὐτίκα τὴν παρασκευὴν συνῆγε, καὶ Νίκανδρον τὸν πειρατὴν σὺν ὀλίγοις ἐς τὴν Σάμον περιέπεμπε, κατὰ τὴν γῆν ὄπισθεν τοῦ Παυσιμάχου θορυβοποιεῖν. ἐκ δὲ μέσων νυκτῶν αὐτὸς ἐπέπλει, καὶ περὶ τὴν ἑωθινὴν φυλακὴν ἐπέπιπτεν ἔτι κοιμωμένῳ. ὁ δὲ ἐν αἰφνιδίῳ κακῷ καὶ ἀδοκήτῳ τοὺς στρατιώτας ἐκέλευε, τὰς ναῦς ἐκλιπόντας, ἀπὸ τῆς γῆς ἀμύνεσθαι τοὺς πολεμίους. προσπεσόντος δʼ ὄπισθεν αὐτῷ τοῦ Νικάνδρου, νομίσας καὶ τὴν γῆν προειλῆφθαι οὐχ ὑπὸ τῶν ἑωραμένων μόνων ἀλλʼ, ὡς ἐν νυκτί, πολὺ πλειόνων, πάλιν ἐς τὰς ναῦς ἐνέβαινε θορυβούμενος, πρῶτός τε ἐς μάχην ἀνήγετο, καὶ πρῶτος ἔπιπτε λαμπρῶς ἀγωνιζόμενος. τῶν δʼ ἄλλων οἱ μὲν ἐλήφθησαν οἱ δʼ ἀπώλοντο. καὶ τῶν νεῶν ἑπτὰ μέν αἳ τὸ πῦρ ἔφερον, οὐδενὸς αὐταῖς διὰ τὴν φλόγα προσιόντος ἔφυγον, τὰς δὲ λοιπὰς εἴκοσιν ὁ Πολυξενίδας ἀναδησάμενος ἐς τὴν Ἔφεσον κατήχθη.

καὶ ἐπὶ τῇδε τῇ νίκῃ Φώκαια αὖθις καὶ Σάμος καὶ Κύμη πρὸς Ἀντίοχον μετετίθεντο. δείσας δʼ ὁ Λίουιος περὶ τῶν σφετέρων νεῶν, ἃς ἐν τῇ Αἰολίδι κατελελοίπει, κατὰ σπουδὴν ἐς αὐτὰς ἐπανῄει. καὶ Εὐμένης πρὸς αὐτὸν ἠπείγετο, Ῥόδιοί τε Ῥωμαίοις ναῦς ἑτέρας εἴκοσιν ἔπεμπον. μικρὸν δὲ διαλιπόντες ἅπαντες ἀνεθάρρησαν, καὶ ἐπὶ τὴν Ἔφεσον ἔπλεον ἐς ναυμαχίαν ἐσκευασμένοι. οὐδενὸς δʼ αὐτοῖς ἀντεπιπλέοντος, τὸ μὲν ἥμισυ τῶν νεῶν ἐς ἐπίδειξιν ἔστησαν ἐν μέσῃ τῇ θαλάσσῃ μέχρι πολλοῦ, ταῖς δʼ ὑπολοίποις ἐς τὴν πολεμίαν καταχθέντες ἐπόρθουν, μέχρι Νίκανδρος αὐτοῖς ἐκ τῆς μεσογείας ἐπιπεσὼν τήν τε λείαν ἀφείλετο καὶ ἐς τὰς ναῦς κατεδίωξεν.

οἱ μὲν δὴ πάλιν ἐς Σάμον ἀνήγοντο, καὶ ὁ χρόνος ἔληγε Λιουίῳ τῆς ναυαρχίας· τοῦ δʼ αὐτοῦ χρόνου Σέλευκος ὁ Ἀντιόχου τὴν Εὐμένους γῆν ἐδῄου καὶ Περγάμῳ παρεκάθητο, τοὺς ἄνδρας ἐς τὴν πόλιν κατακλείσας. ὅθεν ὁ Εὐμένης ἐς Ἐλαίαν, τὸ τῆς ἀρχῆς ἐπίνειον, διέπλει κατὰ σπουδήν, καὶ σὺν αὐτῷ Λεύκιος Αἰμίλιος Ῥηγίλλος ὁ Λιουίου τὴν ναυαρχίαν παραδεδεγμένος. ἧκον δὲ καὶ παρὰ τῶν Ἀχαιῶν Εὐμένει σύμμαχοι χίλιοι πεζοὶ καὶ ἱππεῖς ἑκατὸν ἐπίλεκτοι, ὧν Διοφάνης ὁ στρατηγὸς ἀπὸ τοῦ τείχους ἰδὼν τοὺς Σελευκείους παίζοντάς τε καὶ μεθύοντας ἐκ καταφρονήσεως, ἔπειθε τοὺς Περγαμηνοὺς ἑαυτῷ συνεκδραμεῖν ἐπὶ τοὺς πολεμίους. οὐχ ὑφισταμένων δʼ ἐκείνων, ὥπλισε τοὺς ἰδίους χιλίους καὶ τοὺς ἑκατὸν ἱππέας. καὶ προαγαγὼν ὑπὸ τὸ τεῖχος ἔστησεν ἀτρεμεῖν, ὑπερορώντων αὐτοὺς ἐς πολὺ τῶν πολεμίων ὡς ὀλίγους τε καὶ οὐ τολμῶντας ἐς χεῖρας ἐλθεῖν. ὁ δʼ ἀριστοποιουμένοις ἐπιδραμὼν ἐθορύβησέ τε καὶ ἐτρέψατο τοὺς προφύλακας, τῶν δʼ ἄλλων ἐπὶ τὰ ὅπλα ἀναπηδώντων, καὶ τοὺς ἵππους περιχαλινούντων ἢ φεύγοντας διωκόντων ἢ δυσχερῶς ἀναβαινόντων οὐκ εὐσταθοῦντας, ἐκράτει πάνυ λαμπρῶς, ἐπιβοώντων ἄνωθεν ἀπὸ τοῦ τείχους τῶν Περγαμηνῶν, καὶ οὐδὲ τότε προελθεῖν ὑφισταμένων. κτείνας δʼ ὅσους ἐδύνατο ὡς ἐν ἐπιδείξει ταχείᾳ, καί τινας αἰχμαλώτους ἑλὼν ἄνδρας τε καὶ ἵππους, ἐπανῄει κατὰ σπουδήν. καὶ τῆς ἐπιούσης αὖθις ἵστη τοὺς Ἀχαιοὺς ὑπὸ τὸ τεῖχος, οὐδὲ τότε τῶν Περγαμηνῶν αὐτῷ συνεξιόντων. Σέλευκος δʼ ἱππεῦσι πολλοῖς αὐτῷ προσεπέλαζε προκαλούμενος. ὁ δὲ τότε μὲν οὐκ ἐπεξῄει, παρʼ αὐτὸ τὸ τεῖχος ἑστώς, ἀλλʼ ἐφυλάσσετο· ἐπεὶ δʼ ὁ Σέλευκος παραμείνας ἐς μεσημβρίαν, καμνόντων οἱ ἤδη τῶν ἱππέων ἐπέστρεφε καὶ ἐπανῄει, τοῖς τελευταίοις αὐτοῦ ὁ Διοφάνης ἐπιθέμενος καὶ θορυβοποιήσας, καὶ βλάψας ὅσα καὶ τότε δυνατὸς ἦν, εὐθὺς ἐπανῄει πάλιν ὑπὸ τὸ τεῖχος. καὶ τόνδε τὸν τρόπον συνεχῶς ἔν τε χορτολογίαις καὶ ξυλείαις ἐνεδρεύων καὶ ἀεί τι ἐνοχλῶν ἀπό τε Περγάμου τὸν Σέλευκον ἀνέστησε καὶ ἀπὸ τῆς ἄλλης Εὐμένους χώρας ἐξήλασεν.

Πολυξενίδᾳ δὲ καὶ Ῥωμαίοις μετʼ οὐ πολὺ γίγνεται ναυμαχία περὶ Μυόννησον, ἐς ἣν συνῄεσαν Πολυξενίδας μὲν ναυσὶν ἐνενήκοντα καταφράκτοις, Λεύκιος δʼ ὁ Ῥωμαίων ναύαρχος ὀγδοήκοντα τρισί· τούτων ἦσαν ἐκ Ῥόδου πέντε καὶ εἴκοσιν. ὧν ὁ στρατηγὸς Εὔδωρος ἐτέτακτο μὲν ἐπὶ τοῦ λαιοῦ κέρως, ἰδὼν δὲ ἐπὶ θάτερα Πολυξενίδαν πολὺ προύχοντα Ῥωμαίων, ἔδεισέ τε μὴ κυκλωθεῖεν, καὶ περιπλεύσας ὀξέως ἅτε κούφαις ναυσὶ καὶ ἐρέταις ἐμπείροις θαλάσσης, τὰς ναῦς τὰς πυρφόρους τῷ Πολυξενίδᾳ πρώτας ἐπῆγε, λαμπομένας τῷ πυρὶ πάντοθεν. οἱ δʼ ἐμβαλεῖν μὲν αὐταῖς οὐκ ἐτόλμων διὰ τὸ πῦρ, κύκλῳ δʼ αὐτὰς περιπλέοντες ἐνέκλινόν τε καὶ θαλάσσης ἐπίμπλαντο καὶ ἐς τὰς ἐπωτίδας ἐτύπτοντο, μέχρι Ῥοδίας νεὼς ἐς Σιδονίαν ἐμβαλούσης, καὶ τῆς πληγῆς εὐτόνου γενομένης, ἄγκυρα ἐκπίπτουσα τῆς Σιδονίας ἐς τὴν Ῥοδίαν ἐπάγη τε καὶ συνέδησεν ἄμφω πρὸς ἀλλήλας, ὅθεν ἦν ὁ ἀγὼν ἀτρεμούντων τῶν σκαφῶν τοῖς ἐπιβάταις ὥσπερ ἐν γῇ. καὶ προσιουσῶν ἄλλων ἐς ἐπικουρίαν ἑκατέρᾳ πολλῶν, φιλονεικία τε παρʼ ἀμφοῖν ἐγίγνετο λαμπρά, καὶ τὸ μέσον τῶν Ἀντιόχου νεῶν ἔρημον ἐκ τούτου γενόμενον αἱ Ῥωμαίων νῆες διέπλεον, καὶ τοὺς πολεμίους ἔτι ἀγνοοῦντας ἐκύκλουν, ὡς δʼ ἔμαθόν ποτε, ἐγίγνετο φυγὴ καὶ τροπή, καὶ διεφθάρησαν Ἀντιόχου νῆες μιᾶς δέουσαι τριάκοντα, ὧν τρισκαίδεκα αὐτοῖς ἀνδράσιν ἐλήφθησαν. Ῥωμαίων δʼ ἀπώλοντο μόναι δύο. καὶ ὁ Πολυξενίδας τὴν Ῥοδίαν ναῦν ἐπαγόμενος ἐς τὴν Ἔφεσον κατήχθη.