Syrian Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

καὶ οἱ μὲν τὸν χειμῶνα ὅλον ἐν τούτῳ παρασκευῆς ἦσαν, ὁ δʼ Ἀντίοχος ἤλαυνεν ἐπὶ Θετταλούς, καὶ γενόμενος ἐν Κυνὸς κεφαλαῖς, ἔνθα τὸ πταῖσμα τοῖς Μακεδόσιν ὑπὸ Ῥωμαίων ἐγεγένητο, τὰ λείπανα τῶν τότε πεσόντων ἄταφα ἔτι ὄντα μεγαλοπρεπῶς ἔθαπτε, δημοκοπῶν ἐς Μακεδόνας, καὶ Φίλιππον αὐτοῖς διαβάλλων οὐ θάψαντα τοὺς ὑπὲρ αὐτοῦ πεσόντας. ὧν πυθόμενος ὁ Φίλιππος, ἐνδοιάζων ἔτι καὶ περισκοπῶν ὁποτέρωσε προσθοῖτο, αὐτίκα εἵλετο τὰ Ῥωμαίων, Βαίβιόν τε στρατηγὸν αὐτῶν, ἄρχοντά τινος πλησίον στρατοῦ, καλέσας ἐλθεῖν ἔς τι χωρίον, πίστεις αὖθις ἐδίδου Ῥωμαίοις ἀδόλως συμμαχήσειν κατʼ Αντιόχου. ἐφʼ οἷς αὐτὸν ὁ Βαίβιος ἐπῄνει, καὶ θαρρήσας αὐτίκα ἔπεμπε διὰ τῆς Μακεδονίας Ἄππιον Κλαύδιον μετὰ δισχιλίων πεζῶν ἐς Θεσσαλίαν. καὶ ὁ Ἄππιος ἀπὸ τῶν Τεμπῶν Ἀντίοχον Λαρίσῃ παρακαθ ήμενον ἰδὼν πῦρ πολὺ ἤγειρεν, ἐπικρύπτων τὴν ὀλιγότητα. καὶ ὁ Ἀντίοχος, ὡς Βαιβίου καὶ Φιλίππου παρόντων διαταραχθείς, ἐξέλιπε τὴν πολιορκίαν, πρόφασιν τὸν χειμῶνα ποιούμενος, καὶ ἐς Χαλκίδα παρῆλθεν, ἔνθα κόρης εὐπρεποῦς ἔρωτι ἁλούς, ὑπὲρ ἔτη πεντήκοντα γεγονὼς καὶ τοσόνδε πόλεμον διαφέρων, ἔθυε γάμους καὶ πανηγύρεις ἦγε, καὶ τὴν δύναμιν ἐς πᾶσαν ἀργίαν καὶ τρυφὴν ἐπὶ τὸν χειμῶνα ὅλον ἀνῆκεν. ἀρχομένου δʼ ἦρος ἐμβαλὼν ἐς Ἀκαρνανίαν ᾔσθετο μὲν τῆς ἀργίας τοῦ στρατοῦ δυσέργου πρὸς ἅπαντα ὄντος, καὶ τότε τῶν γάμων αὐτῷ καὶ τῆς πανηγύρεως μετέμελεν· ὑπαγαγόμενος δʼ ὅμως τινὰ τῆς Ἀκαρνανίας, καὶ τὰ λοιπὰ πολιορκῶν, ἐπεὶ τάχιστα Ῥωμαίους ἐπύθετο περᾶν τὸν Ἰόνιον, ἐς Χαλκίδα ἀνεζεύγνυ.

Ῥωμαῖοι δʼ ὑπὸ σπουδῆς τοῖς τότε ἑτοίμοις ἱππεῦσι δισχιλίοις καὶ πεζοῖς δισμυρίοις καὶ ἐλέφασί τισιν, ἡγουμένου σφῶν Ἀκιλίου Μανίου Γλαβρίωνος, ἐς Ἀπολλωνίαν ἐκ Βρεντεσίου διαβαλόντες ἐπὶ Θεσσαλίας ἐβάδιζον καὶ τὰς πόλεις ἐξέλυον τῶν πολιορκιῶν, ἐν ὅσαις δʼ ἦσαν ἤδη Ἀθαμάνων φρουραί, τὰς φρουρὰς ἐξέβαλλον. καὶ τὸν Μεγαλοπολίτην Φίλιππον αἰχμάλωτον ἔλαβον, ἐλπίζοντα ἔτι τὴν Μακεδόνων ἀρχήν. εἷλον δὲ καὶ τῶν Ἀντιοχείων ἐς τρισχιλίους. ἅμα δὲ ταῦτα ὁ Μάνιος εἰργάζετο, καὶ ὁ Φίλιππος ἐς Ἀθαμανίαν ἐμβαλὼν πᾶσαν αὐτὴν ὑπήκοον ἔλαβεν, Ἀμυνάνδρου φυγόντος ἐς Ἀμβρακίαν. ὧν ὁ Ἀντίοχος αἰσθανόμενός τε, καὶ τὴν ὀξύτητα τῶν γιγνομένων καταπλαγείς, ἔδεισεν ὡς ἐπὶ αἰφνιδίῳ καὶ ταχείᾳ μεταβολῇ, καὶ τῆς εὐβουλίας Ἀννίβου τότε ᾔσθετο, ἔς τε τὴν Ἀσίαν ἄλλους ἐπʼ ἄλλοις ἔπεμπεν ἐπισπέρχειν Πολυξενίδαν ἐς τὴν διάβασιν, αὐτὸς δʼ ὅσους εἶχε, πανταχόθεν συνεκάλει. γενομένων δʼ αὐτῷ τῶν μὲν οἰκείων πεζῶν μυρίων καὶ ἱππέων πεντακοσίων, ἐπὶ δὲ τούτοις καὶ τινῶν συμμάχων, Θερμοπύλας κατέλαβεν ὡς τὴν δυσχωρίαν προβαλούμενος τοῖς πολεμίοις καὶ τὸν στρατὸν ἐκ τῆς Ἀσίας ἀναμενῶν. δίοδος δʼ ἐστὶν αἱ Θερμοπύλαι στενὴ καὶ ἐπιμήκης, καὶ αὐτὴν περιέχει τῇ μὲν θάλασσα τραχεῖα καὶ ἀλίμενος, τῇ δὲ ἕλος ἄβατόν τε καὶ βαραθρῶδες. κορυφαί τε εἰσὶν ἐν αὐτῇ δύο ὀρῶν ἀπόκρημνοι, καὶ τούτων μὲν Τειχιοῦντα καλοῦσι τὴν δὲ Καλλίδρομον. ἔχει δὲ ὁ τόπος θερμῶν ὑδάτων πηγάς, καὶ Θερμοπύλαι ἀπὸ τοῦδʼ ἐπικλῄζονται.

τεῖχος οὖν ἐνταῦθα διπλοῦν ὁ Ἀντίοχος ᾠκοδομήσατο, καὶ τὰς μηχανὰς ἐπὶ τὸ τεῖχος ἐπέθηκεν. ἔς τε τὰς κορυφὰς τῶν ὀρῶν Αἰτωλοὺς ἀνέπεμψε, μή τις λάθοι κατὰ τὴν λεγομένην ἀτραπὸν περιελθών, ᾗ δὴ καὶ Λακεδαιμονίοις τοῖς ἀμφὶ Λεωνίδαν Ξέρξης ἐπέθετο, ἀφυλάκτων τότε τῶν ὀρῶν ὄντων. Αἰτωλοὶ δὲ χιλίους μὲν ἑκατέρῳ τῶνδε τῶν ἄκρων ἐπέστησαν, τοῖς δὲ λοιποῖς ἐστρατοπέδευον ἐφʼ ἑαυτῶν περὶ πόλιν Ἡράκλειαν. ὁ δὲ Μάνιος ἐπεὶ κατεῖδε τὴν τῶν πολεμίων παρασκευήν, σημεῖον ἔδωκεν ἐς ἕω μάχης· καὶ δύο τῶν χιλιάρχων, Μᾶρκον Κάτωνα καὶ Λεύκιον Οὐαλέριον, ἐκέλευσε νυκτός, ἐπιλεξαμένους ἑκάτερον ὁπόσους ἐθέλοι, τὰ ὄρη περιελθεῖν καὶ τοὺς Αἰτωλοὺς ἀπὸ τῶν ἄκρων, ὅπῃ δύναιντο, βιάσασθαι. τούτων ὁ μὲν Λεύκιος ἀπεκρούσθη τοῦ Τειχιοῦντος, ἀγαθῶν ἐνταῦθα τῶν Αἰτωλῶν γενομένων· ὁ δὲ Κάτων τῷ Καλλιδρόμῳ παραστρατοπεδεύσας, κοιμωμένοις ἔτι τοῖς ἐχθροῖς ἐπέπεσε περὶ ἐσχάτην φυλακήν, καὶ πολὺς ἀμφʼ αὐτὸν ἐγίγνετο ἀγών, βιαζόμενον ἐς ὑψηλὰ καὶ ἀπόκρημνα κωλυόντων τῶν πολεμίων. ἤδη δὲ καὶ Μάνιος ἐπῆγε τὴν στρατιὰν Ἀντιόχῳ κατὰ μέτωπον, ἐς λόχους ὀρθίους διῃρημένην· ὧδε γὰρ μόνως ἐν στενοῖς ἐδύνατο. καὶ ὁ βασιλεὺς τοὺς μὲν ψιλοὺς καὶ πελταστὰς προμάχεσθαι τῆς φάλαγγος ἐκέλευσεν, αὐτὴν δʼ ἔστησε πρὸ τοῦ στρατοπέδου, ἐπὶ δεξιὰ δʼ αὐτῆς τοὺς σφενδονήτας καὶ τοξότας ἐπὶ τῶν ὑπωρειῶν, τοὺς δʼ ἐλέφαντας ἐν ἀριστερᾷ, καὶ τὸ στῖφος ὃ μετʼ αὐτῶν ἀεὶ συνετάσσετο, παρὰ τῇ θαλάσσῃ.