Syrian Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

ὁ δʼ Ἀντίοχος ἐκ Πισιδῶν ἐς τὴν Ἔφεσον ἐπανῄει, καὶ χρηματίσας τοῖς Ῥωμαίων πρέσβεσι Ῥοδίους μὲν καὶ Βυζαντίους καὶ Κυζικηνούς, καὶ ὅσοι ἄλλοι περὶ τὴν Ἀσίαν εἰσὶν Ἕλληνες, αὐτονόμους ἐπηγγείλατο ἐάσειν, εἰ γίγνοιντο αὑτῷ συνθῆκαι πρὸς Ῥωμαίους, Αἰολέας δὲ καὶ Ἴωνας οὐ συνεχώρει ὡς ἐκ πολλοῦ καὶ τοῖς βαρβάροις βασιλεῦσι τῆς Ἀσίας εἰθισμένους ὑπακούειν. οἱ μὲν δὴ Ῥωμαίων πρέσβεις ἐς οὐδὲν αὐτῷ συμβαίνοντες (οὐ γὰρ ἐπʼ ἔργῳ συμβάσεων ἐληλύθεσαν ἀλλʼ ἐς ἀπόπειραν) ᾤχοντο ἐς Ῥώμην· Ἀντιόχῳ δʼ ἧκον Αἰτωλῶν πρέσβεις, ὧν Θόας ἦρχεν, αὐτοκράτορά τε στρατηγὸν Αἰτωλῶν Ἀντίοχον ἀποφαίνοντες, καὶ διαπλεῖν ἐς τὴν Ἑλλάδα ἤδη παρακαλοῦντες ὡς ἐπὶ ἔργον ἕτοιμον. οὐδὲ εἴων ἀναμένειν τὴν στρατιὰν ἀπὸ τῆς Ἀσίας τῆς ἄνω κατιοῦσαν, ἀλλὰ τὰ Αἰτωλῶν ὑπερεπαίροντες, καὶ Λακεδαιμονίους ἐπαγγελλόμενοι σφίσι καὶ Φίλιππον ἐπὶ τοῖς Λακεδαιμονίοις τὸν Μακεδόνα, Ῥωμαίοις μηνίοντα, συμμαχήσειν, ἐπέσπερχον ἐς τὴν διάβασιν. ὁ δʼ ἠρεθίζετο μάλα κουφόνως, καὶ οὐδὲ τοῦ παιδὸς αὐτῷ προσαγγελθέντος ἐν Συρίᾳ τεθνάναι τῆς ὁρμῆς τι ἐνδούς, διέπλει μετὰ μυρίων ὧν τότε εἶχε μόνων ἐς Εὔβοιαν. καὶ τήνδε μὲν αὐτὸς παρεστήσατο ἅπασαν, ἐνδοῦσαν ὑπὸ ἐκπλήξεως· Μικιθίων δέ, αὐτοῦ στρατηγός, τοῖς περὶ Δήλιον Ῥωμαίοις ἐπιπεσὼν (ἱερὸν δʼ ἐστὶ τὸ χωρίον Ἀπόλλωνος) τοὺς μὲν αὐτῶν ἔκτεινε, τοὺς δʼ ἐζώγρησεν.

Ἀμύνανδρός τε, ὁ Ἀθαμάνων βασιλεύς, ἐς συμμαχίαν Ἀντιόχῳ συνῆλθε διὰ τοιᾶσδε προφάσεως. τῶν τις Μακεδόνων Ἀλέξανδρος, ἐν Μεγάλῃ πόλει τραφεὶς καὶ τῆς αὐτόθι πολιτείας ἀξιωθείς, ἐτερατεύετο γένος Ἀλεξάνδρῳ τῷ Φιλίππου προσήκειν, γενομένους τέ οἱ παῖδας ὠνόμασεν, ἐς πίστιν ὧν ἐλογοποίει, Φίλιππόν τε καὶ Ἀλέξανδρον καὶ Ἀπάμαν, ἣν Ἀμυνάνδρῳ πρὸς γάμον ἠγγύησεν. ἀγαγὼν δʼ αὐτὴν Φίλιππος ὁ ἀδελφὸς ἐς τὸν γάμον, ἐπεὶ τὸν Ἀμύνανδρον εἶδεν ἀσθενῆ καὶ πραγμάτων ἄπειρον, παρέμενε, τὴν ἀρχὴν διὰ τὸ κῆδος διοικῶν. τοῦτον οὖν τὸν Φίλιππον ὁ Ἀντίοχος τότε ἐπελπίζων ἐς τὴν Μακεδόνων ἀρχὴν ὡς οἰκείαν οἱ κατάξειν, προσέλαβε τοὺς Ἀθαμᾶνας ἐς τὴν συμμαχίαν, ἐπὶ δʼ αὐτοῖς καὶ Θηβαίους, αὐτὸς ἐς Θήβας παρελθών τε καὶ δημηγορήσας.

ὁ μὲν δὴ Θηβαίοις τε καὶ Ἀμυνάνδρῳ καὶ Αἰτωλοῖς ἐπὶ τοσῷδε πολέμῳ μάλα ματαίως ἐθάρρει, καὶ ἐς Θεσσαλίαν ἐσκόπει πότερον εὐθὺς ἢ μετὰ χειμῶνα δέοι στρατεύειν· Ἀννίβαν δʼ ἐπὶ τῇ σκέψει τῇδε ἡσυχάζοντα ἐκέλευε γνώμην πρῶτον ἐσενεγκεῖν.

ὁ δʼ ἔφη, Θεσσαλοὺς μὲν οὐ δυσχερές, εἴτε νῦν εἴτε μετὰ χειμῶνα ἐθέλοις, ὑπάγεσθαι. τὸ γὰρ ἔθνος ἐκ πολλοῦ πεπονηκὸς ἔς τε σὲ νῦν καὶ ἐς Ῥωμαίους αὖ, εἴ τι γίγνοιτο νεώτερον, μεταβαλεῖται. ἤλθομεν δʼ ἄνευ τῆς οἰκείας δυνάμεως, Αἰτωλοῖς ἐπάγουσι πεισθέντες ὅτι καὶ Λακεδαιμόνιοι καὶ Φίλιππος ἡμῖν συμμαχήσουσιν· ὧν Λακεδαιμονίους μὲν καὶ πολεμεῖν ἡμῖν ἀκούω μετʼ Ἀχαιῶν, Φίλιππον δὲ οὐχ ὁρῶ σοι παρόντα, δυνατὸν ἐν τῷδε τῷ πολέμῳ ῥοπήν, ὁποτέρωσε προσθοῖτο, ποιῆσαι. τῆς δὲ γνώμης ἔχομαι τῆς αὐτῆς, τὴν στρατιὰν ἀπὸ τῆς Ἀσίας καλεῖν ὅτι τάχιστα, καὶ μὴ ἐν Ἀμυνάνδρῳ καὶ Αἰτωλοῖς τὰς ἐλπίδας ἔχειν, ὅταν δʼ ἀφίκηται, τὴν Ἰταλίαν πορθεῖν, ἵνα τοῖς οἰκείοις κακοῖς περισπώμενοι τὰ σὰ λυπῶσιν ἥκιστα, καὶ περὶ τῶν σφετέρων δεδιότες μηδαμοῦ προΐωσιν. ὁ δὲ τρόπος οὐκέθʼ ὅμοιος ᾧ προύλεγον, ἀλλὰ χρὴ τὸ μὲν ἥμισυ τῶν νεῶν τὰ παράλια τῆς Ἰταλίας πορθεῖν, τὸ δὲ ἥμισυ ναυλοχεῖν ἐφεδρεῦον ἐς τὰ συμφερόμενα, αὐτὸν δὲ δὲ τῷ πεζῷ παντὶ προκαθήμενον τῆς Ἑλλάδος, ἀγχοῦ τῆς Ἰταλίας, δόξαν ἐμποιεῖν ἐσβολῆς, καὶ εἰ δύναιό ποτε, καὶ ἐσβαλεῖν. Φίλιππον δὲ πειρᾶσθαι μὲν προσάγεσθαι μηχανῇ πάσῃ, πλεῖστον ἐς ἑκατέρους ἐν τῷδε τῷ πολέμῳ δυνάμενον· ἢν δʼ ἀπειθῇ, τὸν σὸν υἱὸν αὐτῷ Σέλευκον ἐπιπέμπειν διὰ Θρᾴκης, ἵνα καὶ ὅδε περισπώμενος οἰκείοις κακοῖς μηδὲν ᾖ τοῖς πολεμίοις χρήσιμος.

τοσάδε μὲν ὁ Ἀννίβας εἶπε, καὶ ἦν ἄριστα πάντων· ὑπὸ δὲ φθόνου τῆς τε δόξης αὐτοῦ καὶ συνέσεως οἵ τε ἄλλοι καὶ αὐτὸς οὐχ ἧσσον ὁ βασιλεύς, ἵνα μὴ δοκοίη σφῶν ὁ Ἀννίβας τῇ στρατηγίᾳ προφέρειν, μηδὲ ἡ δόξα τῶν ἐσομένων ἐκείνου γένοιτο, μεθῆκαν ἅπαντα, πλὴν ὅτι Πολυξενίδας ἐπὶ τὴν στρατιὰν ἐς τὴν Ἀσίαν ἐπέμφθη.

Ῥωμαῖοι δʼ ἐπεὶ τῆς ἐσβολῆς τῆς ἐς τὴν Ἑλλάδα Ἀντιόχου καὶ τῶν ἐπὶ Δηλίου Ῥωμαίων ἀναιρέσεώς τε καὶ αἰχμαλωσίας ἐπύθοντο, πολεμεῖν ἐψηφίσαντο. οὕτω μὲν ὁ Ἀντιόχου τε καὶ Ῥωμαίων πόλεμος, ἐκ πολλοῦ διʼ ὑπονοίας ἀλλήλοις γενόμενος, τότε πρῶτον ἀπερρήγνυτο ἐς ἔργον· οἷα δʼ Ἀντιόχου τῆς τε Ἀσίας τῆς ἄνω πολλῶν καὶ μεγάλων ἐθνῶν καὶ τῆς ἐπὶ θαλάσσῃ, χωρὶς ὀλίγων, ὅλης ἐπικρατοῦντος, ἔς τε τὴν Εὐρώπην διαβεβηκότος ἤδη, καὶ δόξαν ἐπίφοβον καὶ παρασκευὴν ἱκανὴν ἔχοντος, πολλά τε ἄλλα καθʼ ἑτέρων ἐξειργασμένου λαμπρά, διʼ ἃ καὶ μέγας ἦν ἐπώνυμον αὐτῷ, τὸν πόλεμον οἱ Ῥωμαῖοι χρόνιον σφίσι καὶ μέγαν ἔσεσθαι προσεδόκων. φίλιππόν τε τὸν Μακεδόνα διʼ ὑποψίας εἶχον, ἄρτι ὑπὸ σφῶν καταπεπολεμημένον, καὶ Καρχηδονίους, μὴ οὐ πιστοὶ σφίσιν ὦσιν ἐπὶ ταῖς συνθήκαις, Ἀννίβου συνόντος Ἀντιόχῳ. τούς τε ἄλλους σφῶν ὑπηκόους ὑπονοοῦντες, μὴ καὶ παρὰ τούτων τι νεώτερον ἐς τὴν Ἀντιόχου δόξαν γένοιτο, στρατιὰν ἐς ἅπαντας, ἐφεδρεύειν εἰρηνικῶς αὐτοῖς, καὶ στρατηγοὺς ἐπὶ τῇ στρατιᾷ, περιέπεμπον, οὓς αὐτοὶ καλοῦσιν ἑξαπελέκεας, ὅτι τῶν ὑπάτων δυώδεκα πελέκεσι καὶ δυώδεκα ῥάβδοις, ὥσπερ οἱ πάλαι βασιλεῖς, χρωμένων, τὸ ἥμισυ τῆς ἀξιώσεως ἔστι τοῖσδε τοῖς στρατηγοῖς καὶ τὰ ἡμίσεα παράσημα. ὡς δʼ ἐν μεγάλῳ φόβῳ, καὶ περὶ τῆς Ἰταλίας ἐδείμαινον, μὴ οὐδʼ αὐτὴ σφίσιν ᾖ πιστὴ ἢ βέβαιος ἐπʼ Ἀντιόχῳ. πεζὸν δὴ πολὺν ἐς Τάραντα διέπεμπον, ἐφεδρεύειν τοῖς ἐπιοῦσι, καὶ νεῶν στόλος τὴν παράλιον περιέπλει. τοσόσδε φόβος ἦν Ἀντιόχου τὰ πρῶτα. ὡς δὲ αὐτοῖς τὰ ἐς τὴν ἀρχὴν συνετετάχατο πάντα, ἐπʼ αὐτὸν Ἀντίοχον ἤδη κατέλεγον ἀπὸ μὲν σφῶν αὐτῶν ἐς δισμυρίους ἄνδρος, ἀπὸ δὲ τῶν συμμάχων τὸ διπλάσιον, ὡς ἅμα τῷ ἦρι τὸν Ἰόνιον διαβαλοῦντες.

καὶ οἱ μὲν τὸν χειμῶνα ὅλον ἐν τούτῳ παρασκευῆς ἦσαν, ὁ δʼ Ἀντίοχος ἤλαυνεν ἐπὶ Θετταλούς, καὶ γενόμενος ἐν Κυνὸς κεφαλαῖς, ἔνθα τὸ πταῖσμα τοῖς Μακεδόσιν ὑπὸ Ῥωμαίων ἐγεγένητο, τὰ λείπανα τῶν τότε πεσόντων ἄταφα ἔτι ὄντα μεγαλοπρεπῶς ἔθαπτε, δημοκοπῶν ἐς Μακεδόνας, καὶ Φίλιππον αὐτοῖς διαβάλλων οὐ θάψαντα τοὺς ὑπὲρ αὐτοῦ πεσόντας. ὧν πυθόμενος ὁ Φίλιππος, ἐνδοιάζων ἔτι καὶ περισκοπῶν ὁποτέρωσε προσθοῖτο, αὐτίκα εἵλετο τὰ Ῥωμαίων, Βαίβιόν τε στρατηγὸν αὐτῶν, ἄρχοντά τινος πλησίον στρατοῦ, καλέσας ἐλθεῖν ἔς τι χωρίον, πίστεις αὖθις ἐδίδου Ῥωμαίοις ἀδόλως συμμαχήσειν κατʼ Αντιόχου. ἐφʼ οἷς αὐτὸν ὁ Βαίβιος ἐπῄνει, καὶ θαρρήσας αὐτίκα ἔπεμπε διὰ τῆς Μακεδονίας Ἄππιον Κλαύδιον μετὰ δισχιλίων πεζῶν ἐς Θεσσαλίαν. καὶ ὁ Ἄππιος ἀπὸ τῶν Τεμπῶν Ἀντίοχον Λαρίσῃ παρακαθ ήμενον ἰδὼν πῦρ πολὺ ἤγειρεν, ἐπικρύπτων τὴν ὀλιγότητα. καὶ ὁ Ἀντίοχος, ὡς Βαιβίου καὶ Φιλίππου παρόντων διαταραχθείς, ἐξέλιπε τὴν πολιορκίαν, πρόφασιν τὸν χειμῶνα ποιούμενος, καὶ ἐς Χαλκίδα παρῆλθεν, ἔνθα κόρης εὐπρεποῦς ἔρωτι ἁλούς, ὑπὲρ ἔτη πεντήκοντα γεγονὼς καὶ τοσόνδε πόλεμον διαφέρων, ἔθυε γάμους καὶ πανηγύρεις ἦγε, καὶ τὴν δύναμιν ἐς πᾶσαν ἀργίαν καὶ τρυφὴν ἐπὶ τὸν χειμῶνα ὅλον ἀνῆκεν. ἀρχομένου δʼ ἦρος ἐμβαλὼν ἐς Ἀκαρνανίαν ᾔσθετο μὲν τῆς ἀργίας τοῦ στρατοῦ δυσέργου πρὸς ἅπαντα ὄντος, καὶ τότε τῶν γάμων αὐτῷ καὶ τῆς πανηγύρεως μετέμελεν· ὑπαγαγόμενος δʼ ὅμως τινὰ τῆς Ἀκαρνανίας, καὶ τὰ λοιπὰ πολιορκῶν, ἐπεὶ τάχιστα Ῥωμαίους ἐπύθετο περᾶν τὸν Ἰόνιον, ἐς Χαλκίδα ἀνεζεύγνυ.