Syrian Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

καὶ τὰ μὲν Καρχηδονίων ὧδε εἶχε, Ῥωμαίων δὲ πρέσβεις, ἕτεροί τε καὶ Σκιπίων ὁ Καρχηδονίους ἀφελόμενος τὴν ἡγεμονίαν, ἐς ὁμοίαν πεμφθέντες Ἀντιόχου τῆς τε γνώμης ἀπόπειραν καὶ τῆς παρασκευῆς κατάσκεψιν, ἐπεὶ τὸν βασιλέα ηὗρον οἰχόμενον ἐς Πισίδας, ἐν Ἐφέσῳ περιέμενον, ἔνθα συνῄεσαν θαμινὰ ἐς λόγους τῷ Ἀννίβᾳ, Καρχηδόνος τε σφίσιν ἔτι οὔσης ἐνσπόνδου καὶ οὔπω φανερῶς Ἀντιόχου πολεμίου, καταμεμφόμενοι τὸν Ἀννίβαν ὅτι τὴν πατρίδα φύγοι, Ῥωμαίων οὐδὲν οὔτε ἐς αὐτὸν οὔτε ἐς τοὺς ἄλλους Καρχηδονίους ἐπὶ ταῖς συνθήκαις ἁμαρτόντων. ἔπρασσον δὲ ταῦθʼ, ὕποπτον ἐργαζόμενοι γενέσθαι τῷ βασιλεῖ τὸν Ἀννίβαν ἐκ τῆς συνεχοῦς σφῶν ὁμιλίας τε καὶ συνόδου. καὶ τοῦθʼ ὁ μὲν στρατηγικώτατος Ἀννίβας οὐχ ὑπενόησεν, ὁ δὲ βασιλεὺς πυθόμενος ὑπώπτευσε, καὶ ἀμβλύτερος ἦν τἀπὸ τοῦδε πιστεύειν ἔτι τῷ Ἀννίβᾳ· καὶ γάρ τι καὶ ζήλου προὐπῆν ἐς αὐτὸν ἤδη καὶ φθόνου, μὴ τῶν γιγνομένων τὸν ἔπαινον Ἀννίβας ἀποφέροιτο.

λέγεται δʼ ἐν ταῖσδε ταῖς διατριβαῖς ἐν τῷ γυμνασίῳ λεσχηνεῦσαί ποτε πρὸς ἀλλήλους Σκιπίωνα καὶ Ἀννίβαν περὶ στρατηγίας πολλῶν ἐφεστώτων, καὶ τοῦ Σκιπίωνος ἐρομένου τίς δοκοίη οἱ στρατηγὸς ἄριστος γενέσθαι, τὸν Ἀννίβαν εἰπεῖν, ὁ Μακεδὼν Ἀλέξανδρος. Σκιπίωνα δʼ ἡσυχάσαι μὲν ἐπὶ τῷδʼ, ἐξιστάμενον ἄρα Ἀλεξανδρῳ, ἐπανερέσθαι δὲ τίς εἴη δεύτερος μετʼ Ἀλέξανδρον. καὶ τὸν φάναι, Πύρρος ὁ Ἠπειρώτης, τὴν ἀρετὴν ἄρα τὴν στρατηγικὴν ἐν τόλμῃ τιθέμενον· οὐ γὰρ ἔστιν εὑρεῖν μεγαλοτολμοτέρους τῶνδε τῶν βασιλέων. δακνόμενον δʼ ἤδη τὸν Σκιπίωνα ὅμως ἐπανερέσθαι ἔτι τίνι διδοίη τὰ τρίτα, ταχὺ γοῦν ἐλπίζοντα ἕξειν τὰ τρίτα. τὸν δέ, ἐμαυτῷ, φάναι· νέος γὰρ ὢν ἔτι Ἰβηρίας τε ἐκράτησα, καὶ στρατῷ τὰ Ἄλπεια ὄρη μεθʼ Ἡρακλέα πρῶτος ὑπερῆλθον, ἔς τε τὴν Ἰταλίαν, ὑμῶν οὐδενός πω θαρροῦντος, ἐμβαλὼν τετρακόσια ἀνέστησα ἄστη, καὶ περὶ τῇ πόλει τὸν ἀγῶνα πολλάκις ὑμῖν ἐπέστησα, οὔτε μοι χρημάτων οὔτε στρατιᾶς ἐπιπεμπομένης ἐκ Καρχηδόνος. ὡς δὲ αὐτὸν ὁ Σκιπίων εἶδεν ἀπομηκύνοντα τὴν σεμνολογίαν, ἔφη γελάσας, ποῦ δʼ ἂν ἑαυτὸν ἔταττες, ὦ Ἀννίβα, μὴ νενικημένος ὑπʼ ἐμοῦ; τὸν δέ φασιν, αἰσθανόμενον ἤδη τῆς ζηλοτυπίας, εἰπεῖν ὅτι ἔγωγε ἔταξα ἂν ἐμαυτὸν πρὸ Ἀλεξάνδρου. οὕτω μὲν ὁ Ἀννίβας ἐπέμεινέ τε τῇ σεμνολογίᾳ, καὶ τὸν Σκιπίωνα λαθὼν ἐθεράπευσεν ὡς καθελόντα τὸν ἀμεινονα Ἀλεξάνδρου·

διαλυομένης δὲ τῆς συνόδου Σκιπίωνα μὲν ὁ Ἀννίβας ἐπὶ ξένια ἐκάλει, Σκιπίων δὲ ἐλθεῖν ἂν ἔφη μάλα προθύμως, εἰ μὴ συνῆσθα νῦν Ἀντιόχῳ πρὸς Ῥωμαίους ὑπόπτως ἔχοντι. ὧδε μὲν ἐκεῖνοι, τῆς στρατηγίας ἀξίως, τὴν ἔχθραν ὡρίζοντο τοῖς πολέμοις, Φλαμινῖνος δʼ ἀνομοίως. ἡττηθέντος γὰρ ὕστερον Ἀντιόχου φεύγοντα τὸν Ἀννίβαν καὶ ἀλώμενον περὶ Βιθυνίαν, πρεσβεύων, ἐφʼ ἕτερα πρὸς Προυσίαν, οὔτε τι πρὸς τοῦ Ἀννίβου προπαθών, οὔτε Ῥωμαίων ἐντειλαμένων, οὔτε φοβερὸν ἔτι αὐτοῖς γενέσθαι δυνάμενον Καρχηδόνος κατεστραμμένης, ἔκτεινε διὰ τοῦ Προυσίου φαρμάκῳ, λεγόμενον μὲν ἐσχηκέναι ποτὲ χρησμὸν ὧδε ἔχοντα Λίβυσσα κρύψει βῶλος Ἀννίβου δέμας, καὶ οἰόμενον ἐν Λιβύῃ τεθνήξεσθαι, ποταμὸς δʼ ἔστι Λίβυσσος ἐν τῇ Βιθυνίᾳ, καὶ πεδίον ἐκ τοῦ ποταμοῦ Λίβυσσα. καὶ τάδε μὲν ἐς ὑπόμνημα τῆς Ἀννίβου καὶ Σκιπίωνος μεγαλονοίας καὶ Φλαμινίνου σμικρότητος παρεθέμην.

ὁ δʼ Ἀντίοχος ἐκ Πισιδῶν ἐς τὴν Ἔφεσον ἐπανῄει, καὶ χρηματίσας τοῖς Ῥωμαίων πρέσβεσι Ῥοδίους μὲν καὶ Βυζαντίους καὶ Κυζικηνούς, καὶ ὅσοι ἄλλοι περὶ τὴν Ἀσίαν εἰσὶν Ἕλληνες, αὐτονόμους ἐπηγγείλατο ἐάσειν, εἰ γίγνοιντο αὑτῷ συνθῆκαι πρὸς Ῥωμαίους, Αἰολέας δὲ καὶ Ἴωνας οὐ συνεχώρει ὡς ἐκ πολλοῦ καὶ τοῖς βαρβάροις βασιλεῦσι τῆς Ἀσίας εἰθισμένους ὑπακούειν. οἱ μὲν δὴ Ῥωμαίων πρέσβεις ἐς οὐδὲν αὐτῷ συμβαίνοντες (οὐ γὰρ ἐπʼ ἔργῳ συμβάσεων ἐληλύθεσαν ἀλλʼ ἐς ἀπόπειραν) ᾤχοντο ἐς Ῥώμην· Ἀντιόχῳ δʼ ἧκον Αἰτωλῶν πρέσβεις, ὧν Θόας ἦρχεν, αὐτοκράτορά τε στρατηγὸν Αἰτωλῶν Ἀντίοχον ἀποφαίνοντες, καὶ διαπλεῖν ἐς τὴν Ἑλλάδα ἤδη παρακαλοῦντες ὡς ἐπὶ ἔργον ἕτοιμον. οὐδὲ εἴων ἀναμένειν τὴν στρατιὰν ἀπὸ τῆς Ἀσίας τῆς ἄνω κατιοῦσαν, ἀλλὰ τὰ Αἰτωλῶν ὑπερεπαίροντες, καὶ Λακεδαιμονίους ἐπαγγελλόμενοι σφίσι καὶ Φίλιππον ἐπὶ τοῖς Λακεδαιμονίοις τὸν Μακεδόνα, Ῥωμαίοις μηνίοντα, συμμαχήσειν, ἐπέσπερχον ἐς τὴν διάβασιν. ὁ δʼ ἠρεθίζετο μάλα κουφόνως, καὶ οὐδὲ τοῦ παιδὸς αὐτῷ προσαγγελθέντος ἐν Συρίᾳ τεθνάναι τῆς ὁρμῆς τι ἐνδούς, διέπλει μετὰ μυρίων ὧν τότε εἶχε μόνων ἐς Εὔβοιαν. καὶ τήνδε μὲν αὐτὸς παρεστήσατο ἅπασαν, ἐνδοῦσαν ὑπὸ ἐκπλήξεως· Μικιθίων δέ, αὐτοῦ στρατηγός, τοῖς περὶ Δήλιον Ῥωμαίοις ἐπιπεσὼν (ἱερὸν δʼ ἐστὶ τὸ χωρίον Ἀπόλλωνος) τοὺς μὲν αὐτῶν ἔκτεινε, τοὺς δʼ ἐζώγρησεν.