Syrian Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

ὁ μὲν δὴ τοιοῖσδε λογισμοῖς τοὺς γάμους ἀπεώσατο, ὁ δʼ Ἀντίοχος αὖθις ἐφʼ Ἑλλησπόντου κατῄει, καὶ περιπλεύσας ἐς Χερρόνησον πολλὰ καὶ τότε τῆς Θρᾴκης ὑπήγετό τε καὶ κατεστρέφετο. Ἕλληνας δʼ, ὅσοι τοῖς Θρᾳξὶν ὑπήκουον, ἠλευθέρου, καὶ Βυζαντίοις ἐχαρίζετο πολλὰ ὡς ἐπίκαιρον ἐπὶ τοῦ στόματος πόλιν ἔχουσιν. Γαλάτας τε δώροις καὶ καταπλήξει τῆς παρασκευῆς ἐς συμμαχίαν ὑπήγετο, ἀξιομάχους ἡγούμενος ἔσεσθαί οἱ διὰ τὰ μεγέθη τῶν σωμάτων. μετὰ δὲ τοῦτο ἐς Ἔφεσον κατῇρε, καὶ πρέσβεις ἐς Ῥώμην ἔπεμπε Λυσίαν τε καὶ Ἡγησιάνακτα καὶ Μένιππον, οἳ τῷ μὲν ἔργῳ τῆς βουλῆς ἀποπειράσειν ἔμελλον, τῷ λόγῳ δʼ ὁ Μένιππος ἔφη τὸν βασιλέα περὶ τὴν Ῥωμαίων φιλίαν ἐσπουδακότα, καὶ βουλόμενον αὐτοῖς εἶναι καὶ σύμμαχον ἂν ἀξιῶσι, θαυμάζειν ὅτι κελεύουσι τῶν ἐν Ἰωνίᾳ πόλεων ἀφίστασθαι, καὶ φόρους τισὶν ἀφιέναι, καὶ τῆς Ἀσίας ἔνια μὴ πολυπραγμονεῖν, καὶ Θρᾴκην ἐᾶν ἀεὶ τῶν προγόνων αὐτοῦ γενομένην· ἅπερ οὐ τοῖς φίλοις ἀλλὰ τοῖς ἡττημένοις τοὺς κεκρατηκότας ἐπικελεύειν. οἱ δὲ τῆς πρεσβείας συνιέντες ἐπὶ διαπείρᾳ σφῶν ἀφιγμένης, διὰ βραχέος ἀπεκρίναντο αὐτοῖς, ἐὰν Ἀντίοχος αὐτονόμους τοὺς Ἕλληνας ἐᾷ τοὺς ἐν Ἀσίᾳ καὶ τῆς Εὐρώπης ἀπέχηται, Ῥωμαίοις αὐτὸν ἔσεσθαι φίλον, ἂν ἐθέλῃ.

τοσάδε μὲν ἀπεκρίναντο Ῥωμαῖοι, καὶ τὰς αἰτίας ταῖς ἀποκρίσεσιν οὐκ ἐπέθεσαν· ὁ δʼ Ἀντίοχος ἐς πρώτην ἐπινοῶν τὴν Ἑλλάδα ἐσβαλεῖν, κἀκεῖθεν ἄρξασθαι τοῦ πρὸς Ῥωμαίους πολέμου, ὑπετίθετο τὴν γνώμην τῷ Καρχηδονίῳ Ἀννίβᾳ· ὁ δʼ ἔφη τὴν μὲν Ἑλλάδα ἐκ πολλοῦ τετρυμένην ἔργον εὐχείρωτον εἶναι, τοὺς δὲ πολέμους ἅπασι χαλεποὺς μὲν οἴκοι διὰ λιμὸν τὸν ἐπιγιγνόμενον, ἔξω δὲ κουφοτέρους· καὶ τὰ Ῥωμαίων οὔ ποτε Ἀντίοχον ἐν τῇ Ἑλλάδι καθαιρήσειν, ἀγορᾶς τε οἰκείας καὶ παρασκευῆς ἱκανῆς εὐπορούντων. ἐκέλευεν οὖν τι προλαβεῖν τῆς Ἰταλίας καὶ πολεμεῖν ἐκεῖθεν ὁρμώμενον, ἵνα Ῥωμαίοις ἀσθενέστερα ᾖ καὶ τὰ οἴκοι καὶ τὰ ἔξω. ἔχω δʼ ἐμπείρως, ἔφη, τῆς Ἰταλίας, καὶ μυρίοις ἀνδράσι δύναμαι καταλαβεῖν αὐτῆς τὰ ἐπίκαιρα, ἔς τε Καρχηδόνα τοῖς φίλοις ἐπιστεῖλαι τὸν δῆμον ἐς ἀπόστασιν ἐγεῖραι, δυσφοροῦντα τέως ἐφʼ ἑαυτοῦ καὶ πρὸς Ῥωμαίους ἀπίστως ἔχοντα, τόλμης τε καὶ ἐλπίδος ἐμπλησόμενον, εἰ πύθοιντό με πορθοῦντᾳ τὴν Ἰταλίαν αὖθις. ὁ δʼ ἄσμενος ἀκούσας τοῦ λόγου, καὶ μέγα, ὥσπερ ἦν, ἐς τὸν πόλεμον ἡγούμενος Καρχηδόνα προσλαβεῖν, αὐτίκα αὐτὸν ἐπιστέλλειν τοῖς φίλοις ἐκέλευεν.

ὁ δὲ οὐκ ἐπέστειλε μέν (οὐ γὰρ ἀσφαλὲς ἡγεῖτό πω, Ῥωμαίων τε πάντʼ ἀνερευνωμένων, καὶ τοῦ πολέμου μή πω φανεροῦ γεγονότος, καὶ πολλῶν οἱ διαφερομένων ἐν Καρχηδόνι, καὶ τῆς πολιτείας οὐδὲν βέβαιον οὐδʼ εὐσταθὲς ἐχούσης, ἃ καὶ μετʼ ὀλίγον ἀνέτρεψε τὴν Καρχηδόνα), Ἀρίστωνα δʼ ἔμπορον Τύριον ἐπὶ προφάσει τῆς ἐμπορίας ἔπεμπε πρὸς τοὺς φίλους, ἀξιῶν, ὅταν αὐτὸς ἐς τὴν Ἰταλίαν ἐμβάλῃ, τότε ἐκείνους τὴν Καρχηδόνα ἐς ἄμυναν ὧν ἐπεπόνθεσαν ἐγείρειν. καὶ ὁ μὲν Ἀρίστον οὕτως ἔπραξεν, οἱ δὲ τοῦ Ἀννίβου ἐχθροί, αἰσθόμενοι τῆς Ἀρίστωνος ἐπιδημίας, ἐθορύβουν ὡς ἐπὶ νεωτέροις ἔργοις, καὶ τὸν Ἀρίστωνα ἐζήτουν περιιόντες. ὁ δέ, ἵνα τὴν διαβολὴν μὴ ἐξαίρετον ἔχοιεν οἱ Ἀννίβου φίλοι, προύθηκε νυκτὸς λαθὼν γράμματα πρὸ τοῦ βουλευτηρίου, ὅτι πάντας ὁ Ἀννίβας τοὺς βουλευτὰς παρακαλοίη τῇ πατρίδι συνάρασθαι μετʼ Ἀντιόχου. καὶ τοῦτο πράξας ἀπέπλευσεν. ἅμα δʼ ἡμέρᾳ τὸ μὲν δέος ἐξῄρητο τῶν Ἀννίβου φίλων ἐκ τῆς Ἀρίστωνος ἐπινοίας, ὡς πρὸς ἅπασαν τὴν γερουσίαν ἀπεσταλμένου, ἡ δὲ πόλις ἐπεπλήρωτο θορύβου ποικίλου, δυσμενῶς μὲν ἔχουσα Ῥωμαίοις, λήσεσθαι δʼ οὐ προσδοκῶσα.

καὶ τὰ μὲν Καρχηδονίων ὧδε εἶχε, Ῥωμαίων δὲ πρέσβεις, ἕτεροί τε καὶ Σκιπίων ὁ Καρχηδονίους ἀφελόμενος τὴν ἡγεμονίαν, ἐς ὁμοίαν πεμφθέντες Ἀντιόχου τῆς τε γνώμης ἀπόπειραν καὶ τῆς παρασκευῆς κατάσκεψιν, ἐπεὶ τὸν βασιλέα ηὗρον οἰχόμενον ἐς Πισίδας, ἐν Ἐφέσῳ περιέμενον, ἔνθα συνῄεσαν θαμινὰ ἐς λόγους τῷ Ἀννίβᾳ, Καρχηδόνος τε σφίσιν ἔτι οὔσης ἐνσπόνδου καὶ οὔπω φανερῶς Ἀντιόχου πολεμίου, καταμεμφόμενοι τὸν Ἀννίβαν ὅτι τὴν πατρίδα φύγοι, Ῥωμαίων οὐδὲν οὔτε ἐς αὐτὸν οὔτε ἐς τοὺς ἄλλους Καρχηδονίους ἐπὶ ταῖς συνθήκαις ἁμαρτόντων. ἔπρασσον δὲ ταῦθʼ, ὕποπτον ἐργαζόμενοι γενέσθαι τῷ βασιλεῖ τὸν Ἀννίβαν ἐκ τῆς συνεχοῦς σφῶν ὁμιλίας τε καὶ συνόδου. καὶ τοῦθʼ ὁ μὲν στρατηγικώτατος Ἀννίβας οὐχ ὑπενόησεν, ὁ δὲ βασιλεὺς πυθόμενος ὑπώπτευσε, καὶ ἀμβλύτερος ἦν τἀπὸ τοῦδε πιστεύειν ἔτι τῷ Ἀννίβᾳ· καὶ γάρ τι καὶ ζήλου προὐπῆν ἐς αὐτὸν ἤδη καὶ φθόνου, μὴ τῶν γιγνομένων τὸν ἔπαινον Ἀννίβας ἀποφέροιτο.

λέγεται δʼ ἐν ταῖσδε ταῖς διατριβαῖς ἐν τῷ γυμνασίῳ λεσχηνεῦσαί ποτε πρὸς ἀλλήλους Σκιπίωνα καὶ Ἀννίβαν περὶ στρατηγίας πολλῶν ἐφεστώτων, καὶ τοῦ Σκιπίωνος ἐρομένου τίς δοκοίη οἱ στρατηγὸς ἄριστος γενέσθαι, τὸν Ἀννίβαν εἰπεῖν, ὁ Μακεδὼν Ἀλέξανδρος. Σκιπίωνα δʼ ἡσυχάσαι μὲν ἐπὶ τῷδʼ, ἐξιστάμενον ἄρα Ἀλεξανδρῳ, ἐπανερέσθαι δὲ τίς εἴη δεύτερος μετʼ Ἀλέξανδρον. καὶ τὸν φάναι, Πύρρος ὁ Ἠπειρώτης, τὴν ἀρετὴν ἄρα τὴν στρατηγικὴν ἐν τόλμῃ τιθέμενον· οὐ γὰρ ἔστιν εὑρεῖν μεγαλοτολμοτέρους τῶνδε τῶν βασιλέων. δακνόμενον δʼ ἤδη τὸν Σκιπίωνα ὅμως ἐπανερέσθαι ἔτι τίνι διδοίη τὰ τρίτα, ταχὺ γοῦν ἐλπίζοντα ἕξειν τὰ τρίτα. τὸν δέ, ἐμαυτῷ, φάναι· νέος γὰρ ὢν ἔτι Ἰβηρίας τε ἐκράτησα, καὶ στρατῷ τὰ Ἄλπεια ὄρη μεθʼ Ἡρακλέα πρῶτος ὑπερῆλθον, ἔς τε τὴν Ἰταλίαν, ὑμῶν οὐδενός πω θαρροῦντος, ἐμβαλὼν τετρακόσια ἀνέστησα ἄστη, καὶ περὶ τῇ πόλει τὸν ἀγῶνα πολλάκις ὑμῖν ἐπέστησα, οὔτε μοι χρημάτων οὔτε στρατιᾶς ἐπιπεμπομένης ἐκ Καρχηδόνος. ὡς δὲ αὐτὸν ὁ Σκιπίων εἶδεν ἀπομηκύνοντα τὴν σεμνολογίαν, ἔφη γελάσας, ποῦ δʼ ἂν ἑαυτὸν ἔταττες, ὦ Ἀννίβα, μὴ νενικημένος ὑπʼ ἐμοῦ; τὸν δέ φασιν, αἰσθανόμενον ἤδη τῆς ζηλοτυπίας, εἰπεῖν ὅτι ἔγωγε ἔταξα ἂν ἐμαυτὸν πρὸ Ἀλεξάνδρου. οὕτω μὲν ὁ Ἀννίβας ἐπέμεινέ τε τῇ σεμνολογίᾳ, καὶ τὸν Σκιπίωνα λαθὼν ἐθεράπευσεν ὡς καθελόντα τὸν ἀμεινονα Ἀλεξάνδρου·

διαλυομένης δὲ τῆς συνόδου Σκιπίωνα μὲν ὁ Ἀννίβας ἐπὶ ξένια ἐκάλει, Σκιπίων δὲ ἐλθεῖν ἂν ἔφη μάλα προθύμως, εἰ μὴ συνῆσθα νῦν Ἀντιόχῳ πρὸς Ῥωμαίους ὑπόπτως ἔχοντι. ὧδε μὲν ἐκεῖνοι, τῆς στρατηγίας ἀξίως, τὴν ἔχθραν ὡρίζοντο τοῖς πολέμοις, Φλαμινῖνος δʼ ἀνομοίως. ἡττηθέντος γὰρ ὕστερον Ἀντιόχου φεύγοντα τὸν Ἀννίβαν καὶ ἀλώμενον περὶ Βιθυνίαν, πρεσβεύων, ἐφʼ ἕτερα πρὸς Προυσίαν, οὔτε τι πρὸς τοῦ Ἀννίβου προπαθών, οὔτε Ῥωμαίων ἐντειλαμένων, οὔτε φοβερὸν ἔτι αὐτοῖς γενέσθαι δυνάμενον Καρχηδόνος κατεστραμμένης, ἔκτεινε διὰ τοῦ Προυσίου φαρμάκῳ, λεγόμενον μὲν ἐσχηκέναι ποτὲ χρησμὸν ὧδε ἔχοντα Λίβυσσα κρύψει βῶλος Ἀννίβου δέμας, καὶ οἰόμενον ἐν Λιβύῃ τεθνήξεσθαι, ποταμὸς δʼ ἔστι Λίβυσσος ἐν τῇ Βιθυνίᾳ, καὶ πεδίον ἐκ τοῦ ποταμοῦ Λίβυσσα. καὶ τάδε μὲν ἐς ὑπόμνημα τῆς Ἀννίβου καὶ Σκιπίωνος μεγαλονοίας καὶ Φλαμινίνου σμικρότητος παρεθέμην.