Syrian Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

Σελεύκου δʼ ἀποθανόντος διάδοχοι, παῖς παρὰ πατρὸς ἐκδεχόμενοι τὴν Σύρων ἀρχήν, ἐγένοντο οἵδε, Ἀντίοχος μὲν πρῶτος ὅδε ὁ τῆς μητρυιᾶς ἐρασθείς, ὃς καὶ σωτὴρ ἐπεκλήθη Γαλάτας ἐκ τῆς Εὐρώπης ἐς τὴν Ἀσίαν ἐσβαλόντας, ἐξελάσας, δεύτερος δὲ Ἀντίοχος ἕτερος, ἐκ τῶνδε τῶν γάμων γενόμενος, ὅτῳ θεὸς ἐπώνυμον ὑπὸ Μιλησίων γίγνεται πρῶτον, ὅτι αὐτοῖς Τίμαρχον τύραννον καθεῖλεν. ἀλλὰ τόνδε μὲν τὸν θεὸν ἔκτεινεν ἡ γυνὴ φαρμάκῳ. δύο δὲ εἶχε, Λαοδίκην καὶ Βερενίκην, ἐξ ἔρωτός τε καὶ ἐγγύης, --- Πτολεμαίου τοῦ φιλαδέλφου θυγατέρα· καὶ αὐτὸν ἔκτεινε Λαοδίκη, καὶ ἐπʼ ἐκείνῳ Βερενίκην τε καὶ τὸ Βερενίκης βρέφος. καὶ Πτολεμαῖος ὁ τοῦ φιλαδέλφου, ταῦτα τινύμενος, Λαοδίκην τε ἔκτεινε καὶ ἐς Συρίαν ἐνέβαλε καὶ ἐς Βαβυλῶνα ἤλασεν. καὶ Παρθυαῖοι τῆς ἀποστάσεως τότε ἦρξαν ὡς τεταραγμένης τῆς τῶν Σελευκιδῶν ἀρχῆς.

ἐπὶ δὲ τῷ θεῷ βασιλεὺς γίγνεται Συρίας Σέλευκος, υἱὸς τοῦ θεοῦ τε καὶ Λαοδίκης, ᾧ καλλίνικος ἐπώνυμον. ἐπὶ δὲ Σελεύκῳ δύο παῖδες αὐτοῦ Σελεύκου, καθʼ ἡλικίαν ἑκάτερος αὐτῶν, Σέλευκός τε καὶ Ἀντίοχος. Σελεύκῳ μὲν δὴ ἀσθενεῖ τε ὄντι καὶ πενομένῳ καὶ δυσπειθῆ τὸν στρατὸν ἔχοντι ἐπεβούλευσαν οἱ φίλοι διὰ φαρμάκων, καὶ ἐς ἔτη δύο μόνα ἐβασίλευσεν· ὁ δὲ Ἀντίοχος ὅδε ἐστὶν ὁ μέγας ἐπίκλην, περὶ οὗ μοι πάλαι εἴρηται, Ῥωμαίοις πεπολεμηκότος. ἐβασίλευσε δὲ ἔτη ἑπτὰ καὶ τριάκοντα. καὶ αὐτοῦ περὶ τοῖν παίδοιν προεῖπον ἀμφοῖν βεβασιλευκότοιν, Σελεύκου τε καὶ Ἀντιόχου, Σελεύκου μὲν ἔτεσι δώδεκα, ἀπράκτως ἅμα καὶ ἀσθενῶς διὰ τὴν τοῦ πατρὸς συμφοράν, Ἀντιόχου δὲ δώδεκα οὐ πλήρεσιν, ἐν οἷς Ἀρταξίαν τὸν Ἀρμένιον εἷλε, καὶ ἐς Αἴγυπτον ἐστράτευσεν ἐπὶ ἕκτον Πτολεμαῖον, ὀρφανευόμενον μετʼ ἀδελφοῦ. καὶ αὐτῷ στρατοπεδεύοντι περὶ τὴν Ἀλεξάνδρειαν Ποπίλιος παρὰ Ῥωμαίων πρεσβευτὴς ἧκε, φέρων δέλτον ἐν ᾗ τάδε ἐγέγραπτο, μὴ πολεμεῖν Πτολεμαίοις Ἀντίοχον. ἀναγνόντι δὲ αὐτῷ, καὶ λέγοντι βουλεύσεσθαι, κύκλον τῇ ῥάβδῳ περιέγραψεν ὁ Ποπίλιος, καὶ εἶπεν· ἐνταῦθα βουλεύου. ὁ μὲν δὴ καταπλαγεὶς ἀνέζευξε, καὶ τὸ τῆς Ἐλυμαίας Ἀφροδίτης ἱερὸν ἐσύλησε, καὶ φθίνων ἐτελεύτησε, παιδίον ἐνναετὲς ἀπολιπών, Ἀντίοχον τὸν εὐπάτορα, ὥς μοι καὶ περὶ τοῦδε εἴρηται.

εἴρηται δὲ καὶ περὶ Δημητρίου τοῦ μετʼ αὐτόν, ὃς ὡμήρευεν ἐν Ῥώμῃ καὶ τῆς ὁμηρείας ἐκφυγὼν ἐβασίλευσε, σωτὴρ καὶ ὅδε πρὸς τῶν Σύρων, δεύτερος ἐπὶ τῷ Σελεύκου τοῦ νικάτορος παιδὶ ὀνομασθείς. ἐπανίσταται δὲ αὐτῷ τις Ἀλέξανδρος, ψευδόμενος εἶναι τοῦ Σελευκείου γένους· καὶ Πτολεμαῖος ὁ τῆς Αἰγύπτου βασιλεὺς κατὰ μῖσος Δημητρίου συνελάμβανεν Ἀλεξάνδρῳ. καὶ Δημήτριος μὲν διὰ Πτολεμαῖον ἐξέπεσε τῆς ἀρχῆς καὶ ἐτελεύτησε· τὸν δὲ Ἀλέξανδρον ἐξέβαλε Δημήτριος ὁ Δημητρίου τοῦδε τοῦ σωτῆρος υἱός, καὶ ἐπὶ τῷδε, ὡς νόθον τοῦ γένους ἄνδρα νικήσας, νικάτωρ ὑπὸ τῶν Σύρων ὠνομάσθη, δεύτερος καὶ ὅδε μετὰ Σέλευκον. ἐπί τε Παρθυαίους καὶ ὅδε μετὰ Σέλευκον ἐστράτευσε, καὶ γενόμενος αἰχμάλωτος δίαιταν εἶχεν ἐν Φραάτου βασιλέως, καὶ Ῥοδογούνην ἔζευξεν αὐτῷ τὴν ἀδελφὴν ὁ βασιλεύς.

παρὰ δὲ τὴν ἀναρχίαν τήνδε δοῦλος τῶν βασιλέων Διόδοτος παιδίον Ἀλέξανδρον, ἐξ Ἀλεξάνδρου τοῦ νόθου καὶ τῆς Πτολεμαίου θυγατρός, ἐπὶ τὴν βασιλείαν ἤγαγεν. καὶ τὸ παιδίον κτείνας αὐτὸς ἐπετόλμησε τῇ ἀρχῇ, Τρύφων ἀφʼ ἑαυτοῦ μετονομασθείς. ἀλλʼ αὐτὸν Ἀντίοχος ὁ ἀδελφὸς Δημητρίου τοῦ αἰχμαλώτου, πυθόμενος ἐν Ῥόδῳ περὶ τῆς αἰχμαλωσίας, κτείνει κατιὼν ἐς τὰ πατρῷα σὺν πόνῳ πολλῷ. καὶ στρατεύει καὶ ὅδε ἐπὶ τὸν Φραάτην, τὸν ἀδελφὸν αἰτῶν. ὁ μὲν δὴ Φραάτης αὐτὸν ἔδεισε καὶ τὸν Δημήτριον ἐξέπεμψεν· ὁ δʼ Ἀντίοχος καὶ ὣς συνέβαλέ τε τοῖς Παρθυαίοις, καὶ ἡσσώμενος ἑαυτὸν ἔκτεινεν. ἔκτεινε δὲ καὶ Δημήτριον ἐς τὴν βασιλείαν ἐπανελθόντα ἡ γυνὴ Κλεοπάτρα, δολοφονήσασα διὰ ζῆλον τοῦ γάμου Ῥοδογούνης, διʼ ὃν δὴ καὶ Ἀντιόχῳ τῷ ἀδελφῷ τοῦ Δημητρίου προὐγεγάμητο. καὶ παῖδες ἦσαν αὐτῇ δύο μὲν ἐκ Δημητρίου, Σέλευκός τε καὶ Ἀντίοχος, ὅτῳ γρυπὸς ἐπίκλησις, ἐκ δὲ Ἀντιόχου Ἀντίοχος, ὅτῳ Κυζικηνὸς ἐπώνυμον. τούτων τὸν μὲν γρυπὸν ἐς Ἀθήνας, τὸν δὲ Κυζικηνὸν ἐς Κύζικον ἐπεπόμφει τρέφεσθαι.

Σέλευκον δʼ εὐθὺς ἐπὶ τῷ πατρὶ Δημητρίῳ τὸ διάδημα ἐπιθέμενον ἐπιτοξεύσασα ἔκτεινεν, εἴτε δείσασα περὶ τῆς τοῦ πατρὸς δολοφονήσεως, εἴτε καὶ μανιώδει πρὸς πάντας μίσει. μετὰ δὲ Σέλευκον ὁ γρυπὸς ἐγένετο βασιλεύς, καὶ τὴν μητέρα οἱ φάρμακον κεράσασαν πιεῖν ἠνάγκασεν. ἡ μὲν δὴ δίκην ποτὲ ἔδωκεν, ἄξιος δὲ ἄρα τῆς μητρὸς ἦν καὶ ὁ γρυπός· ἐπεβούλευε γὰρ τῷ Κυζικηνῷ καίπερ ὄντι ὁμομητρίῳ. ὁ δὲ μαθὼν ἐπολέμησέ τε αὐτῷ καὶ τῆς ἀρχῆς αὐτόν ἐξήλασε, καὶ βασιλεὺς ἀντʼ ἐκείνου τοῖς Σύροις ἐγένετο. ἀλλὰ καὶ τόνδε Σέλευκος ὁ Ἀντιόχου τοῦ γρυποῦ παῖς, ἐπιστρατεύσας ὄντι περ θείῳ, παρείλετο τὴν ἀρχήν. βίαιος δὲ καὶ τυραννικώτατος ὢν ἐν Ἑστίᾳ Μόψου τῆς Κιλικίας κατεπρήσθη κατὰ τὸ γυμνάσιον. καὶ αὐτὸν διεδέξατο Ἀντίοχος ὁ υἱὸς τοῦ Κυζικηνοῦ· ὃν ἐπιβουλευόμενον ὑπὸ Σελεύκου τοῦ ἀνεψιοῦ οἱ μὲν Σύροι νομίζουσι περισωθῆναι διʼ εὐσέβειαν, καὶ διὰ τοῦτο εὐσεβῆ παρωνόμασαν (ἑταίρα δʼ αὐτὸν ἔσωσεν, ἐρασθεῖσα τοῦ κάλλους), ἐμοὶ δὲ δοκοῦσιν ἐπὶ γέλωτι αὐτῷ ποιήσασθαι τὸ ὄνομα οἱ Σύροι· ἔγημε γὰρ οὗτος ὁ εὐσεβὴς Σελήνην, ἣ καὶ τῷ πατρὶ αὐτοῦ ἐγεγάμητο τῷ Κυζικηνῷ καὶ τῷ γρυπῷ θείῳ γενομένῳ. τοιγάρτοι αὐτὸν θεοῦ μετιόντος ἐξήλασε τῆς ἀρχῆς Τιγράνης.

καὶ τὸν υἱὸν ἐκείνου τὸν ἐκ τῆς Σελήνης αὐτῷ γενόμενον, ἐν Ἀσίᾳ τε τραφέντα καὶ ἀπὸ τοῦδε Ἀσιατικὸν ἐπίκλην, Πομπήιος ἀφείλετο τὴν Σύρων ἀρχήν, ὥς μοι λέλεκται, ὄντα μὲν ἑπτακαιδέκατον ἐκ Σελεύκου Σύρων βασιλέα (ἐξαίρω γὰρ Ἀλέξανδρόν τε καὶ τὸν Ἀλεξάνδρου παῖδα ὡς νόθους, καὶ τὸν δοῦλον αὐτῶν Διόδοτον), βασιλεύσαντα δʼ ἐν ταῖς ἀσχολίαις ταῖς Πομπηίου ἐπὶ ἓν μόνον ἔτος. ἡ δὲ ἀρχὴ τῶν Σελευκιδῶν ἐς τριάκοντα ἐπὶ διακοσίοις ἐνιαυτοὺς διίκετο· καὶ εἴ τις ἐπισκοποίη τὸν ἐς Ῥωμαίους χρόνον ἀπʼ Ἀλεξάνδρου, προσθετέον ἐπὶ τοῖς διακοσίοις τριάκοντα ἔτεσι τὰ Τιγράνους τεσσαρεσκαίδεκα.

τοσάδε μὲν δὴ καὶ περὶ Μακεδόνων τῶν Συρίας βεβασιλευκότων εἶχον εἰπεῖν ὡς ἐν ἀλλοτρίᾳ συγγραφῇ.