Illyrian Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

Ἄγρων ἦν βασιλεὺς Ἰλλυριῶν μέρους ἀμφὶ τὸν κόλπον τῆς θαλάσσης τὸν Ἰόνιον, ὃν δὴ καὶ Πύρρος ὁ τῆς Ἠπείρου βασιλεὺς κατεῖχε καὶ οἱ τὰ Πύρρου διαδεξάμενοι. Ἄγρων δʼ ἔμπαλιν τῆς τε Ἠπείρου τινὰ καὶ Κόρκυραν ἐπʼ αὐτοῖς καὶ Ἐπίδαμνον καὶ Φάρον καταλαβὼν ἔμφρουρα εἶχεν. ἐπιπλέοντος δʼ αὐτοῦ καὶ τὸν ἄλλον Ἰόνιον, νῆσος, ᾗ ὄνομα Ἴσσα, ἐπὶ Ῥωμαίους κατέφυγεν. οἱ δὲ πρέσβεις τοῖς Ἰσσίοις συνέπεμψαν, εἰσομένους τὰ Ἄγρωνος ἐς αὐτοὺς ἐγκλήματα. τοῖς δὲ πρέσβεσιν ἔτι προσπλέουσιν ἐπαναχθέντες Ἰλλυρικοὶ λέμβοι τῶν μὲν Ἰσσίων πρεσβευτὴν Κλεέμπορον, τῶν δὲ Ῥωμαίων Κορογκάνιον ἀναιροῦσιν· οἱ δὲ λοιποὶ διέδρασαν αὐτούς. καὶ ἐπὶ τῷδε Ῥωμαίων ἐπʼ Ἰλλυριοὺς ναυσὶν ὁμοῦ καὶ πεζῷ στρατευόντων, Ἄγρων μὲν ἐπὶ παιδίῳ σμικρῷ, Πίννῃ ὄνομα, ἀποθνήσκει, τῇ γυναικὶ τὴν ἀρχὴν ἐπιτροπεύειν τῷ παιδὶ παραδούς, καίπερ οὐκ οὔσῃ μητρὶ τοῦ παιδίου, Δημήτριος δʼ ὁ Φάρου ἡγούμενος Ἄγρωνι Φ̔άρου τε γὰρ αὐτῆς ἦρχε, καὶ ἐπὶ τῇδε Κορκύρας̓ παρέδωκεν ἄμφω Ῥωμαίοις ἐπιπλέουσιν ἐκ προδοσίας. οἱ δʼ ἐπὶ ταύταις Ἐπίδαμνον ἐς φιλίαν ὑπηγάγοντο, καὶ τοῖς Ἰσσίοις καὶ Ἐπιδαμνίοις πολιορκουμένοις ὑπὸ Ἰλλυριῶν ἐς ἐπικουρίαν ἔπλεον. Ἰλλυριοὶ μὲν δὴ τὰς πολιορκίας λύσαντες ἀνεχώρουν, καί τινες αὐτῶν ἐς Ῥωμαίους, οἱ Ἀτιντανοὶ λεγόμενοι, μετετίθεντο. μετὰ ταῦτα δὲ ἡ Ἄγρωνος γυνὴ πρέσβεις ἐς Ῥώμην ἔπεμψε τά τε αἰχμάλωτα ἀποδιδόντας αὐτοῖς καὶ τοὺς αὐτομόλους ἄγοντας, καὶ ἐδεῖτο συγγνώμης τυχεῖν τῶν οὐκ ἐφʼ ἑαυτῆς ἀλλʼ ἐπὶ Ἄγρωνος γενομένων. οἱ δὲ ἀπεκρίναντο Κόρκυραν μὲν καὶ Φάρον καὶ Ἴσσαν καὶ Ἐπίδαμνον καὶ Ἰλλυριῶν τοὺς Ἀτιντανοὺς ἤδη Ῥωμαίων ὑπηκόους εἶναι, Πίννην δὲ τὴν ἄλλην Ἄγρωνος ἀρχὴν ἔχειν καὶ φίλον εἶναι Ῥωμαίοις, ἢν ἀπέχηταί τε τῶν προλελεγμένων, καὶ τὴν Λίσσον μὴ παραπλέωσιν Ἰλλυρικοὶ λέμβοι δυοῖν πλείονες, καὶ τούτοιν δὲ ἀνόπλοιν.

ἡ μὲν δὴ ταῦτα πάντα ἐδέχετο, καὶ γίγνονται Ῥωμαίοις αἵδε πρῶται πρὸς Ἰλλυριοὺς πεῖραί τε καὶ συνθῆκαι· Ῥωμαῖοι δʼ ἐπʼ αὐταῖς Κόρκυραν μὲν καὶ Ἀπολλωνίαν ἀφῆκαν ἐλευθέρας, Δημητρίῳ δʼ ἔστιν ἃ χωρία μισθὸν ἔδοσαν τῆς προδοσίας, ἐπειπόντες ὅτι ἐν τοσῷδε διδόασι, τὴν ἀπιστίαν ἄρα τοῦ ἀνδρὸς ὑφορώμενοι. ἣ δὴ καὶ ἦρξεν αὐτοῦ μετʼ ὀλίγον· Ῥωμαίων γὰρ Κελτοῖς ἐπὶ τριετὲς τοῖς ἀμφὶ τὸν Ἠριδανὸν οὖσι πολεμούντων, ὁ Δημήτριος ὡς ὄντων ἐν ἀσχολίᾳ τὴν θάλασσαν ἐλῄζετο, καὶ Ἴστρους ἔθνος ἕτερον Ἰλλυριῶν ἐς τοῦτο προσελάμβανε, καὶ τοὺς Ἀτιντανοὺς ἀπὸ Ῥωμαίων ἀφίστη. οἱ δέ, ἐπεὶ τὰ Κελτῶν διετέθειτο, εὐθὺς μὲν ἐπιπλεύσαντες αἱροῦσι τοὺς λῃστάς, ἐς νεώτα δὲ ἐστράτευον ἐπὶ Δημήτριον καὶ Ἰλλυριῶν τοὺς συναμαρτόντας αὐτῷ. Δημήτριον μὲν δὴ πρὸς Φίλιππον τὸν Μακεδόνων βασιλέα φυγόντα καὶ αὖθις ἐπιόντα καὶ λῃστεύοντα τὸν Ἰόνιον κτείνουσι, καὶ τὴν πατρίδα αὐτῷ Φάρον συναμαρτοῦσαν ἐπικατέσκαψαν, Ἰλλυριῶν δʼ ἐφείσαντο διὰ Πίννην αὖθις δεηθέντα. καὶ δεύτεραι πεῖραί τε καὶ συνθῆκαι πρὸς Ἰλλυριοὺς αὐτοῖς ἐγίγνοντο.

τὰ λοιπὰ δʼ οὔτι μοι πάντα χρόνῳ καὶ τάξει μᾶλλον ἢ κατὰ ἔθνος Ἰλλυριῶν ἕκαστον, ὅσα ηὗρον, συγγέγραπται.

Ῥωμαῖοι Μακεδόσιν ἐπολέμουν, καὶ Περσεὺς ἦν ἤδη Μακεδόνων βασιλεὺς μετὰ Φίλιππον· Περσεῖ δὲ Γένθιος Ἰλλυριῶν ἑτέρων βασιλεὺς ἐπὶ χρήμασι συνεμάχει, καὶ ἐς τοὺς Ῥωμαίων Ἰλλυριοὺς ἐνέβαλε, καὶ πρέσβεις Ῥωμαίων πρὸς αὐτὸν ἐλθόντας ἔδησεν, αἰτιώμενος οὐ πρέσβεις ἀλλὰ κατασκόπους ἐλθεῖν. Ἀνίκιος δὲ Ῥωμαίων στρατηγὸς λέμβους τε τοῦ Γενθίου τινὰς εἷλεν ἐπιπλεύσας, καὶ κατὰ γῆν αὐτῷ συνενεχθεὶς ἐκράτει τὴν μάχην, καὶ συνέκλεισεν ἔς τι χωρίον, ὅθεν αὐτῷ δεομένῳ ὁ μὲν Ἀνίκιος ἐκέλευσε Ῥωμαίοις ἑαυτὸν ἐπιτρέψαι, ὁ δʼ ἐς βουλὴν ᾔτησε τρεῖς ἡμέρας, καὶ ἔλαβεν. ἐν δὲ ταύταις τῶν ὑπηκόων αὐτοῦ πρὸς τὸν Ἀνίκιον μετατιθεμένων ἠξίωσεν ἐντυχεῖν τῷ Ἀνικίῳ, καὶ γονυπετὴς ἐδεῖτο αὐτοῦ πάνυ αἰσχρῶς. ὁ δὲ αὐτὸν ἐπιθαρρύνων κατεπτηχότα ἀνίστη, καὶ καλέσας ἐπὶ ἑστίασιν, ἀπιόντα ἀπὸ τοῦ δείπνου προσέταξε τοῖς ὑπηρέταις ἐς φυλακὴν ἐμβαλεῖν. καὶ τόνδε μὲν ἐς θρίαμβον ἅμα τοῖς παισὶν ὁ Ἀνίκιος ἐς Ῥώμην ἤγαγε, καὶ ὁ Γενθίου πόλεμος ἅπας εἴκοσιν ἡμέραις ἐπεπολέμητο· ἑβδομήκοντα δʼ αὐτοῦ πόλεις οὔσας Αἰμίλιος Παῦλος ὁ τὸν Περσέα ἑλών, τῆς βουλῆς ἐπιστειλάσης ἐν ἀπορρήτῳ, ἐς Ῥώμην παρώδευεν ἐπίτηδες, καὶ δεδιόσιν αὐτοῖς ὑπέσχετο συγγνώσεσθαι τῶν γεγονότων, ἐὰν ὅσον ἔχουσιν ἀργύριόν τε καὶ χρυσίον ἐσενέγκωσιν. ὑποδεξαμένων δʼ ἐκείνων συνέπεμπεν αὐτοῖς τοῦ στρατοῦ μέρος ἐς πόλιν ἑκάστην, ὁρίσας ἡμέραν τοῖς στρατηγοῦσι τοῦ στρατοῦ πᾶσι τὴν αὐτήν, καὶ ἐντειλάμενος ἅμα ἕῳ κηρύσσειν ἕκαστον ἐν ἑκάστῃ πόλει τρισὶν ὥραις ἐς τὴν ἀγορὰν τὰ χρήματα φέρειν, συνενεγκόντων δὲ τὰ λοιπὰ διαρπάσαι.

οὕτω μὲν ὁ Παῦλος ἑβδομήκοντα πόλεις διήρπασεν ὥρᾳ μιᾷ· Ἀρδεῖοι δὲ καὶ Παλάριοι, γένη ἕτερα Ἰλλυριῶν, τὴν ὑπὸ Ῥωμαίους Ἰλλυρίδα ἐδῄουν, καὶ οἱ Ῥωμαῖοι διʼ ἀσχολίαν πρέσβεις ἔπεμψαν ἐπιπλήξοντας αὐτοῖς. οὐ μεταθεμένων δὲ ἐκείνων ἐστράτευον ἐπʼ αὐτοὺς μυρίοις πεζοῖς καὶ ἱππεῦσιν ἑξακοσιοις. οἱ δὲ πυθόμενοι, καὶ ἔτι ὄντες ἀπαράσκευοι, πρέσβεις ἔπεμψαν μεταγιγνώσκοντες καὶ δεόμενοι. καὶ ἡ βουλὴ τὰς βλάβας αὐτοῖς ἐκέλευσεν ἀποδοῦναι τοῖς ἠδικημένοις. οὐκ ἀποδιδόντων δὲ ἐστράτευεν ἐπʼ αὐτοὺς Φούλουιος Φλάκκος. καὶ ὁ πόλεμος ἄρα μέχρι καταδρομῆς ἔληξε μόνης. οὐ γὰρ ηὗρον αὐτοῦ τέλος ἀκριβές. Ἰάποσι δὲ τοῖς ἐντὸς Ἄλπεων ἐπολέμησε μὲν Σεμπρώνιος ὁ Τουδιτανὸς ἐπίκλην καὶ Πανδούσας Τιβέριος καὶ ἐοίκασιν οἱ Ἰάποδες αὐτοῖς ὑπακοῦσαι, ἐοίκασι δὲ καὶ Σεγεστανοὶ Λευκίῳ Κόττᾳ καὶ Μετέλλῳ, ἀμφότεροι δʼ οὐ πολὺ ὕστερον ἀποστῆναι.

Δαλμάται δέ, Ἰλλυριῶν ἕτερον γένος, Ἰλλυριοὺς τοὺς ὑπὸ Ῥωμαίοις κατέθεον, καὶ πρέσβεις ἀφικομένους περὶ τοῦδε Ῥωμαίων οὐ προσίεντο. στρατεύουσιν οὖν ἐπʼ αὐτοὺς οἱ Ῥωμαῖοι, Μαρκίου Φίγλου σφῶν ὑπατεύοντός τε καὶ ἐς τὸν πόλεμον ἡγουμένου. οἱ δὲ ἄρτι τοῦ Φίγλου παραστρατοπεδεύοντος τὰς φυλακὰς ἐνίκων ἐπίδραμόντες, καὶ αὐτὸν ἐκ τοῦ στρατοπέδου κατήραξαν ἐς πεδίον πρανές, μέχρι ἐπὶ Νάρωνα ποταμὸν ἧκεν ὑποφεύγων. ὡς δὲ οἱ μὲν ἀνεχώρουν, ἀρχὴ δὲ χειμῶνος ἦν, ὁ Φίγλος ἐλπίσας αὐτοῖς ἀδοκήτως ἐπιπεσεῖσθαι συνερρυηκότας ηὗρεν ἐκ τῶν πόλεων πρὸς τὴν ἔφοδον αὐτοῦ. καὶ συνήλασεν ὅμως ἐς πόλιν Δελμίνιον, ὅθεν ἄρα καὶ τὸ ὄνομα αὐτοῖς ἐς Δελματέας, εἶτα Δαλμάτας ἐτράπη. οὐδὲν δὲ πρὸς ἐχυρὰν πόλιν ἐξ ἐφόδου δυνάμενος, οὐδὲ μηχανήμασιν ἔχων χρῆσθαι διὰ τὸ ὕψος, ᾕρει τὰς ἄλλας ἐπιθέων, ἐρημοτέρας ἀνδρῶν ὑπὸ τῆς ἐς τὸ Δελμίνιον συνόδου γενομένας. εἶτα διπήχεας κορύνας πίσσῃ καὶ θείῳ καὶ στυππίῳ περιβαλὼν ἐς τὸ Δελμίνιον ἐκ καταπελτῶν ἐσφενδόνα. αἱ δʼ ὑπὸ τῆς ῥύμης ἐξεκαίοντο, καὶ φερόμεναι καθάπερ λαμπάδες ὅπου τύχοιεν ἐνεπίμπρασαν, ἕως πολλὰ μὲν κατεπρήσθη, καὶ τέλος ἄρα τοῦτο ἦν τότε Φίγλῳ τοῦ Δαλματῶν πολέμου. χρόνῳ δʼ ὕστερον Καικίλιος Μέτελλος ὑπατεύων οὐδὲν ἀδικοῦσι τοῖς Δαλμάταις ἐψηφίσατο πολεμεῖν ἐπιθυμίᾳ θριάμβου, καὶ δεχομένων αὐτὸν ἐκείνων ὡς φίλον διεχείμασε παρʼ αὐτοῖς ἐν Σαλώνῃ πόλει, καὶ ἐς Ῥώμην ἐπανῆλθε καὶ ἐθριάμβευσεν.

τοῦ δὲ Καίσαρος ἡγουμένου Κελτῶν, οἱ Δαλμάται οἵδε, καὶ ὅσοι ἄλλοι Ἰλλυριῶν τότε μάλιστα διηυτύχουν, Λιβυρνούς, ἕτερον ἔθνος Ἰλλυριῶν, Πρωμόναν πόλιν ἀφείλοντο· οἱ δὲ σφᾶς Ῥωμαίοις ἐπιτρέποντες ἐπὶ τὸν Καίσαρα ἐγγὺς ὄντα κατέφευγον. ὁ δὲ ἔπεμψε μέν, καὶ προηγόρευσε τοῖς ἔχουσι τὴν Πρωμόναν ἀποδοῦναι τοῖς Λιβυρνοῖς· οὐ φροντισάντων δὲ ἐκείνων τέλος ἔπεμψε στρατοῦ πολλοῦ, οὓς ἅπαντας ἔκτειναν οἱ Ἰλλυριοί. καὶ ὁ Καῖσαρ οὐκ ἐπεξῆλθεν· οὐ γὰρ ἦν οἱ σχολὴ τότε στασιάζοντι πρὸς Πομπήιον. ἐκραγείσης δὲ ἐς πόλεμον τῆς στάσεως ὁ μὲν Καῖσαρ μεθʼ ὅσων εἶχεν ἐκ Βρεντεσίου χειμῶνος τὸν Ἰόνιον ἐπέρα καὶ Πομπηίῳ κατὰ Μακεδονίαν ἐπολέμει, τοῦ δʼ ἄλλου στρατοῦ τὸν μὲν Ἀντώνιος ἐς τὴν Μακεδονίαν ἦγε τῷ Καίσαρι, περῶν καὶ ὅδε τὸν Ἰόνιον χειμῶνος ἄκρου, σπείρας δὲ πεζοῦ πεντεκαίδεκα καὶ τρισχιλίους ἱππέας Γαβίνιος ἦγεν αὐτῷ διὰ τῆς Ἰλλυρίδος, περιοδεύων τὸν Ἰόνιον. οἱ δὲ Ἰλλυριοὶ φόβῳ τῶν οὐ πρὸ πολλοῦ γεγονότων ἐς Καίσαρα, τὴν νίκην αὐτοῦ νομίζοντες ὄλεθρον γενήσεσθαι ἑαυτοῖς, κτείνουσι πάντα τὸν ὑπὸ τῷ Γαβινίῳ στρατὸν ἐπιδραμόντες, χωρὶς αὐτοῦ Γαβινίου καὶ ὀλίγων διαφυγόντων. καὶ ἐς χρήματα τότε μάλιστα καὶ τὴν ἄλλην ἰσχὺν ἐκ τοσῶνδε λαφύρων ἔστησαν.

ὁ δὲ Καῖσαρ ἠσχολεῖτο μὲν ὑπʼ ἀνάγκης ἐς Πομπήιον, καὶ Πομπηίου καθαιρεθέντος ἐς τὰ ὑπόλοιπα τῆς ἐκείνου στάσεως πολυμερῆ γενόμενα, καταστησάμενος δὲ πάντα ἐπανῆλθεν ἐς Ῥώμην, καὶ ἐστράτευεν ἐπὶ Γέτας τε καὶ Παρθυαίους. ἔδεισαν οὖν οἱ Ἰλλυριοὶ μὴ ἐν ὁδῷ σφίσιν οὖσιν ἐπιθοῖτο, καὶ πρέσβεις πέμψαντες ἐς Ῥώμην ᾔτουν τε συγγνώμην τῶν γεγονότων καὶ ἐς φίλιαν ἑαυτοὺς καὶ συμμαχίαν ἐδίδοσαν, ὡς περὶ ἔθνους ἀλκίμου μάλιστα σεμνολογούμενοι. ὁ δὲ ἐπειγόμενος ἄρα ἐς Παρθυαίους σεμνότερον ὅμως αὐτοῖς ἀπεκρίνατο, φίλους μὲν οὐ θήσεσθαι τοὺς τοιαῦτα δεδρακότας, συγγνώσεσθαι δέ, εἰ φόρους ὑποσταῖεν καὶ ὅμηρα δοῖεν. ὑπισχνουμένων δὲ ἐς ἀμφότερα αὐτῶν Οὐατίνιον ἔπεμψε σὺν στρατοῦ τέλεσι τρισὶ καὶ ἱππεῦσι πολλοῖς, φόρους τε ὀλίγους τάξοντα αὐτοῖς καὶ τὰ ὅμηρα ληψόμενον. ἀναιρεθέντος δὲ τοῦ Καίσαρος, ἡγούμενοι τὴν Ῥωμαίων ἰσχὺν ἐν τῷ Καίσαρι γεγονέναι τε καὶ διεφθάρθαι, οὐδὲν ἔτι τοῦ Οὐατινίου κατήκουον, οὔτε ἐς τοὺς φόρους οὔτε ἐς τὰ ἄλλα, βιάζεσθαι δὲ ἐγχειροῦντος αὐτοὶ πέντε τάξεις ἐπιδραμόντες ἔφθειραν, καὶ τὸν ἡγούμενον τῶν τάξεων Βαίβιον, ἄνδρα ἀπὸ βουλῆς. καὶ Οὐατίνιος μὲν σὺν τοῖς ὑπολοίποις ἐς Ἐπίδαμνον ἀνεχώρει· ἡ δὲ Ῥωμαίων βουλὴ τὸν στρατὸν τόνδε καὶ Μακεδονίαν ἐπʼ αὐτῷ, καὶ Ἰλλυριοὺς ὅσων ἦρχον, ἐνεχείρισε Βρούτῳ Καιπίωνι τῷ κτείναντι Γάιον, ὅτε περ καὶ Συρίαν Κασσίῳ, καὶ τῷδε ἀνδροφόνῳ Γαΐου γενομένῳ. ἀλλὰ καὶ οἵδε, πολεμούμενοι πρὸς Ἀντωνίου καὶ τοῦ δευτέρου Καίσαρος τοῦ Σεβαστοῦ προσαγορευθέντος, ἐς οὐδὲν ἐσχόλασαν Ἰλλυριοῖς.

οἱ δὲ Παίονές εἰσιν ἔθνος μέγα παρὰ τὸν Ἴστρον, ἐπίμηκες ἐξ Ἰαπόδων ἐπὶ Δαρδάνους, Παίονες μὲν ὑπὸ τῶν Ἑλλήνων λεγόμενοι, καὶ ῥωμαϊστὶ Παννόνιοι, συναριθμούμενοι δὲ ὑπὸ Ῥωμαίων τῇ Ἰλλυρίδι, ὡς προεῖπον. διὸ καὶ περὶ τῶνδέ μοι δοκεῖ νῦν κατὰ τὰ Ἰλλυρικὰ εἰπεῖν. ἔνδοξοι δʼ εἰσὶν ἐκ Μακεδόνων διʼ Ἀγριᾶνας, οἳ τὰ μέγιστα Φιλίππῳ καὶ Ἀλεξάνδρῳ κατεργασάμενοι Παίονές εἰσι τῶν κάτω Παιόνων, Ἰλλυριοῖς ἔποικοι. ἐπεὶ δʼ ἐπὶ τοὺς Παίονας ἐστράτευσε Κορνήλιος, κακῶς ἀπαλλάξας μέγα δέος Παιόνων Ἰταλοῖς ἅπασιν ἐνεποίησε, καὶ ἐς πολὺ τοῖς ἔπειτα ὑπάτοις ὄκνον ἐπὶ Παίονας ἐλαύνειν. τὰ μὲν δὴ πάλαι τοσαῦτα περὶ Ἰλλυριῶν καὶ Παιόνων ἔσχον εὑρεῖν· ἐν δὲ τοῖς ὑπομνήμασι τοῦ δευτέρου Καίσαρος τοῦ κληθέντος Σεβαστοῦ, παλαιότερον μὲν οὐδὲν οὐδʼ ἐν τοῖσδε περὶ Παιόνων ηὗρον.

Ἰλλυριῶν δέ μοι φαίνεται χωρὶς τῶν εἰρημένων ἐθνῶν καὶ ἕτερα Ῥωμαίων προϋπακοῦσαι. καὶ ὅπως μεν, οὐκ ἔγνων· οὐ γὰρ ἀλλοτρίας πράξεις ὁ Σεβαστός, ἀλλὰ τὰς ἑαυτοῦ συνέγραφεν, ὡς δʼ ἀποστάντας ἐς τοὺς φόρους ἐπανήγαγε, καὶ ἑτέρους ὡς ἀρχῆθεν ἔτι ὄντας αὐτονόμους εἷλε, καὶ πάντας ἐκρατύνατο ὅσοι τὰς κορυφὰς οἰκοῦσι τῶν Ἄλπεων, βάρβαρα καὶ μάχιμα ἔθνη, καὶ κλοπεύοντα τὴν Ἰταλίαν ὡς γείτονα. καί μοι θαῦμά ἐστιν ὅτι καὶ πολλοὶ καὶ μεγάλοι Ῥωμαίων στρατοὶ ἐπὶ Κελτοὺς καὶ Ἴβηρας διὰ τῶν Ἄλπεων ὁδεύοντες ὑπερεῖδον τάδε τὰ ἔθνη, καὶ οὐδὲ Γάιος Καῖσαρ, εὐτυχέστατος ἐς πολέμους ἀνήρ, ἐξήνυσεν αὐτά, ὅτε Κελτοῖς ἐπολέμει καὶ δέκα ἔτεσιν ἀμφὶ τήνδε τὴν χώραν ἐχείμαζεν. ἀλλά μοι δοκοῦσιν οἱ μέν, ἐφʼ ἃ ᾑρέθησαν ἐπειγόμενοι, τῆς διόδου τῶν Ἄλπεων μόνης φροντίσαι, ὁ δὲ Γάιος ἀμφί τε τὰ Κελτικὰ γενέσθαι, καὶ τῆς στάσεως τοῦ Πομπηίου τὰ Κελτικὰ ἐπιλαβούσης τὸ τούτων τέλος ὑπερθέσθαι. φαίνεται μὲν γὰρ καὶ Ἰλλυρίδος ἅμα Κελτοῖς αἱρεθεὶς ἄρχειν, οὐ πάσης δʼ ἄρα ἦρχεν ἀλλʼ ὅση τις ἦν τότε Ῥωμαίοις Ἰλλυρίς.