Illyrian Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

Αὐταριέας δὲ φασὶν ἐκ θεοβλαβείας Ἀπόλλωνος ἐς ἔσχατον κακοῦ περιελθεῖν. Μολιστόμῳ γὰρ αὐτοὺς καὶ Κελτοῖς τοῖς Κίμβροις λεγομένοις ἐπὶ Δελφοῦς συστρατεῦσαι, καὶ φθαρῆναι μὲν αὐτίκα τοὺς πλέονας αὐτῶν πρὸ ἐπιχειρήσεως, ὑετῶν σφίσι καὶ θυέλλης καὶ πρηστήρων ἐμπεσοντων, ἐπιγενέσθαι δὲ τοῖς ὑποστρέψασιν ἄπειρον βατράχων πλῆθος, οἳ διασαπέντες τὰ νάματα διέφθειραν. καὶ ἐκ τῆς γῆς ἀτμῶν ἀτόπων γενομένων λοιμὸς ἦν Ἰλλυριῶν καὶ φθόρος Αὐταριέων μάλιστα, μέχρι φεύγοντες τὰ οἰκεῖα, καὶ τὸν λοιμὸν σφίσι περιφέροντες, οὐδενὸς αὐτοὺς δεχομένου διὰ τοῦτο τὸ δέος ὑπερῆλθον ὁδὸν ἡμερῶν εἴκοσι καὶ τριῶν, καὶ τὴν Γετῶν ἑλώδη καὶ ἀοίκητον, παρὰ τὸ Βαστερνῶν ἔθνος, ᾤκησαν. Κελτοῖς δὲ ὁ θεὸς τὴν γῆν ἔσεισε καὶ τὰς πόλεις κατήνεγκε· καὶ τὸ κακὸν οὐκ ἔληγε, μέχρι καὶ οἵδε τὰ οἰκεῖα φεύγοντες ἐνέβαλον ἐς Ἰλλυριοὺς τοὺς συναμαρτοντας σφίσιν, ἀσθενεῖς ὑπὸ τοῦ λοιμοῦ γενομένους, καὶ ἐδῄωσάν τε τὰ ἐκείνων, καὶ τοῦ λοιμοῦ μετασχόντες ἔφυγον καὶ μέχρι Πυρήνης ἐλεηλάτουν. ἐπιστρέφουσι δʼ αὐτοῖς ἐς τὴν ἕω, Ῥωμαῖοι, δεδιότες ὑπὸ μνήμης τῶν προπεπολεμηκότων σφίσι Κελτῶν, μὴ καὶ οἵδε ἐς τὴν Ἰταλίαν ὑπὲρ Ἄλπεις ἐσβάλοιεν, ἀπήντων ἅμα τοῖς ὑπάτοις καὶ πανστρατιᾷ διώλλυντο. καὶ τὸ πάθος τοῦτο Ῥωμαίων μέγα δέος Κελτῶν ἐς ὅλην τὴν Ἰταλίαν ἐνέβαλε, μέχρι Γάιον Μάριον ἑλόμενοι σφῶν οἱ Ῥωμαῖοι στρατηγεῖν, ἄρτι Λιβύων τοῖς Νομάσι καὶ Μαυρουσίοις ἐγκρατῶς πεπολεμηκότα, τοὺς Κίμβρους ἐνίκων καὶ πολὺν φόνον αὐτῶν εἰργάσαντο πολλάκις, ὥς μοι περὶ Κελτῶν λέγοντι εἴρηται. οἱ δὲ ἀσθενεῖς τε ἤδη γενόμενοι καὶ πάσης γῆς ἀποκλειόμενοι διὰ τὸ ἀσθενές, ἐς τὰ οἰκεῖα ἐπανῆλθον πολλὰ καὶ δράσαντες καὶ παθόντες.

τοιοῦτον μὲν δὴ τέλος τῆς ἀσεβείας ὁ θεὸς ἐπέθηκεν Ἰλλυριοῖς τε καὶ Κελτοῖς· οὐ μὴν ἀπέσχοντο τῆς ἱεροσυλίας, ἀλλʼ αὖθις, ἅμα τοῖς Κελτοῖς, Ἰλλυριῶν οἱ Σκορδίσκοι μάλιστα καὶ Μαῖδοι καὶ Δάρδανοι τὴν Μακεδονίαν ἐπέδραμον ὁμοῦ καὶ τὴν Ἑλλάδα, καὶ πολλὰ τῶν ἱερῶν καὶ τὸ Δελφικὸν ἐσύλησαν, πολλοὺς ἀποβαλόντες ὅμως καὶ τότε. Ῥωμαῖοι δʼ ἔχοντες ἤδη δεύτερον καὶ τριακοστὸν ἔτος ἀπὸ τῆς πρώτης ἐς Κελτοὺς πείρας, καὶ ἐξ ἐκείνου πολεμοῦντες αὐτοῖς ἐκ διαστημάτων, ἐπιστρατεύουσι τοῖς Ἰλλυριοῖς ἐπὶ τῇδε τῇ ἱεροσυλίᾳ ἡγουμένου Λευκίου Σκιπίωνος, ἤδη τῶν τε Ἑλλήνων καὶ Μακεδόνων προστατοῦντες. καί φασι τοὺς μὲν περιχώρους οὐ συμμαχῆσαι τοῖς ἱεροσύλοις, ἀλλʼ ἑκόντας ἐγκαταλιπεῖν τῷ Σκιπίωνι ἀβοηθήτους, μνήμῃ τῶν διʼ Αὐταριέας ἐς πάντας Ἰλλυριοὺς συμπεσόντων· Σκιπίωνα δὲ Σκορδίσκους μὲν διαφθεῖραι, καὶ εἴ τι λοιπὸν αὐτῶν ἦν, ἐς τὸν Ἴστρον καὶ τὰς νήσους τοῦ ποταμοῦ μετοικῆσαι φυγόντας, Μαίδοις δὲ καὶ Δαρδανεῦσι συνθέσθαι δωροδοκήσαντα τοῦ ἱεροῦ χρυσίου. καί τις ἔφη τῶν Ἰταλικῶν συγγραφέων ὡς διὰ τοῦτο μάλιστα Ῥωμαίοις πλεόνως μετὰ Λεύκιον τὰ ἐμφύλια ἤκμασε μέχρι μοναρχίας· καὶ περὶ μὲν τῶν νομιζομένων εἶναι τοῖς Ἕλλησιν Ἰλλυριῶν τοσαῦτά μοι προλελέχθω.

Ῥωμαῖοι δὲ καὶ τούσδε καὶ Παίονας ἐπʼ αὐτοῖς καὶ Ῥαιτοὺς καὶ Νωρικοὺς καὶ Μυσοὺς τοὺς ἐν Εὐρώτῃ, καὶ ὅσα ἄλλα ὅμορα τούτοις ἐν δεξιᾷ τοῦ Ἴστρου καταπλέοντι ᾤκηται, διαιροῦσι μὲν ὁμοίως τοῖς Ἕλλησιν ἀπὸ Ἑλλήνων, καὶ καλοῦσι τοῖς ἰδίοις ἑκάστους ὀνόμασι, κοινῇ δὲ πάντας Ἰλλυρίδα ἡγοῦνται, ὅθεν μὲν ἀρξάμενοι τῆσδε τῆς δόξης, οὐκ ἔσχον εὑρεῖν, χρώμενοι δʼ αὐτῇ καὶ νῦν, ὅπου καὶ τὸ τέλος τῶνδε τῶν ἐθνῶν, ἀπὸ ἀνίσχοντος Ἴστρου μέχρι τῆς Ποντικῆς θαλάσσης, ὑφʼ ἓν ἐκμισθοῦσι καὶ Ἰλλυρικὸν τέλος προσαγορεύουσιν. ὅπως δὲ αὐτοὺς ὑπηγάγοντο Ῥωμαῖοι, ὡμολόγησα μὲν καὶ περὶ Κρήτης λέγων οὐχ εὑρεῖν τὰς ἀκριβεῖς τῶν πολέμων ἀρχάς τε καὶ προφάσεις, καὶ ἐς τοῦτο τοὺς δυναμένους τι πλέον εἰπεῖν παρεκάλουν· ὅσα δʼ αὐτὸς ἔγνων, ἀναγράψω.

Ἄγρων ἦν βασιλεὺς Ἰλλυριῶν μέρους ἀμφὶ τὸν κόλπον τῆς θαλάσσης τὸν Ἰόνιον, ὃν δὴ καὶ Πύρρος ὁ τῆς Ἠπείρου βασιλεὺς κατεῖχε καὶ οἱ τὰ Πύρρου διαδεξάμενοι. Ἄγρων δʼ ἔμπαλιν τῆς τε Ἠπείρου τινὰ καὶ Κόρκυραν ἐπʼ αὐτοῖς καὶ Ἐπίδαμνον καὶ Φάρον καταλαβὼν ἔμφρουρα εἶχεν. ἐπιπλέοντος δʼ αὐτοῦ καὶ τὸν ἄλλον Ἰόνιον, νῆσος, ᾗ ὄνομα Ἴσσα, ἐπὶ Ῥωμαίους κατέφυγεν. οἱ δὲ πρέσβεις τοῖς Ἰσσίοις συνέπεμψαν, εἰσομένους τὰ Ἄγρωνος ἐς αὐτοὺς ἐγκλήματα. τοῖς δὲ πρέσβεσιν ἔτι προσπλέουσιν ἐπαναχθέντες Ἰλλυρικοὶ λέμβοι τῶν μὲν Ἰσσίων πρεσβευτὴν Κλεέμπορον, τῶν δὲ Ῥωμαίων Κορογκάνιον ἀναιροῦσιν· οἱ δὲ λοιποὶ διέδρασαν αὐτούς. καὶ ἐπὶ τῷδε Ῥωμαίων ἐπʼ Ἰλλυριοὺς ναυσὶν ὁμοῦ καὶ πεζῷ στρατευόντων, Ἄγρων μὲν ἐπὶ παιδίῳ σμικρῷ, Πίννῃ ὄνομα, ἀποθνήσκει, τῇ γυναικὶ τὴν ἀρχὴν ἐπιτροπεύειν τῷ παιδὶ παραδούς, καίπερ οὐκ οὔσῃ μητρὶ τοῦ παιδίου, Δημήτριος δʼ ὁ Φάρου ἡγούμενος Ἄγρωνι Φ̔άρου τε γὰρ αὐτῆς ἦρχε, καὶ ἐπὶ τῇδε Κορκύρας̓ παρέδωκεν ἄμφω Ῥωμαίοις ἐπιπλέουσιν ἐκ προδοσίας. οἱ δʼ ἐπὶ ταύταις Ἐπίδαμνον ἐς φιλίαν ὑπηγάγοντο, καὶ τοῖς Ἰσσίοις καὶ Ἐπιδαμνίοις πολιορκουμένοις ὑπὸ Ἰλλυριῶν ἐς ἐπικουρίαν ἔπλεον. Ἰλλυριοὶ μὲν δὴ τὰς πολιορκίας λύσαντες ἀνεχώρουν, καί τινες αὐτῶν ἐς Ῥωμαίους, οἱ Ἀτιντανοὶ λεγόμενοι, μετετίθεντο. μετὰ ταῦτα δὲ ἡ Ἄγρωνος γυνὴ πρέσβεις ἐς Ῥώμην ἔπεμψε τά τε αἰχμάλωτα ἀποδιδόντας αὐτοῖς καὶ τοὺς αὐτομόλους ἄγοντας, καὶ ἐδεῖτο συγγνώμης τυχεῖν τῶν οὐκ ἐφʼ ἑαυτῆς ἀλλʼ ἐπὶ Ἄγρωνος γενομένων. οἱ δὲ ἀπεκρίναντο Κόρκυραν μὲν καὶ Φάρον καὶ Ἴσσαν καὶ Ἐπίδαμνον καὶ Ἰλλυριῶν τοὺς Ἀτιντανοὺς ἤδη Ῥωμαίων ὑπηκόους εἶναι, Πίννην δὲ τὴν ἄλλην Ἄγρωνος ἀρχὴν ἔχειν καὶ φίλον εἶναι Ῥωμαίοις, ἢν ἀπέχηταί τε τῶν προλελεγμένων, καὶ τὴν Λίσσον μὴ παραπλέωσιν Ἰλλυρικοὶ λέμβοι δυοῖν πλείονες, καὶ τούτοιν δὲ ἀνόπλοιν.