Numidian Affairs
Appianus of Alexandria
Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
μαι σξριπτ. ϝετ. ν. ξολλ. τ. ιι π. 367.ὅτι Βομίλχας κατηγορούμενος ἔφυγε πρὸ δίκης, καὶ Ἰογόρθας σὺν αὐτῷ, τοῦτο δὴ τὸ περιφερόμενον ἐς τοὺς δωροδοκοῦντας εἰπών, ὅτι Ῥωμαίων ἡ πόλις ἐστὶν ὠνία πᾶσα, εἴ τις ὠνητὴς αὐτῆς εὑρεθείη.
ϝαλ. π. 561.ὅτι Μέτελλος ἀνεζεύγνυεν ἐς Λιβύην τὴν ὑπὸ Ῥωμαίοις αἰτίαν ἔχων παρὰ τῷ στρατῷ βραδυτῆτος ἐς τοὺς πολεμίους καὶ ἐπὶ σφίσιν ὠμότητος· σφόδρα γὰρ τοὺς ἁμαρτάνοντας ἐκόλαζεν.
ιδ. ιβ.ὅτι Μέτελλος Βαγαίων ἀνῄρει τὴν βουλὴν ὅλην ὡς τὴν φρουρὰν προδόντας Ἰογόρθᾳ, καὶ τὸν φρούραρχον Τουρπίλιον, ἄνδρα Ῥωμαῖον οὐκ ἀνυπόπτως ἑαυτὸν ἐγχειρίσαντα τοῖς πολεμίοις, ἐπαπκέτεινε τῇ βουλῇ. Θρᾷκας δὲ καὶ Λίγυας αὐτομόλους λαβὼν παρὰ Ἰογόρθα, τῶν μὲν τὰς χεῖρας ἀπέτεμνε, τοὺς δὲ ἐς τὴν γῆν μέχρι γαστρὸς κατώρυσσε, καὶ περιτοξεύων ἢ ἐσακοντίζων ἔτι ἐμπνέουσι πῦρ ὑπετίθει.
υρς. π. 370.ὅτι τοῦ Μαρίου ἐς Κίρταν ἀφικομένου πρέσβεις Βόκχου παρῆσαν, οἳ πεμφθῆναί τινας ἐς λόγους Βόκχῳ παρεκάλουν. καὶ ἐπέμφθησαν Αὖλός τε Μάλλιος ὁ πρεσβευτὴς καὶ Κορνήλιος Σύλλας ὁ ταμίας, οἷς ὁ Βόκχος ἔφη Ῥωμαίοις πολεμῆσαι διὰ Μάριον· γῆν γὰρ ἣν αὐτὸς Ἰογόρθαν ἀφείλετο, πρὸς Μαρίου νῦν ἀφῃρῆσθαι. Βόκχος μὲν δὴ ταῦτα ἐνεκάλει, Μάλλιος δʼ ἔφη τὴν γῆν τήνδε Ῥωμαίους ἀφελέσθαι Σύφακα πολέμου νόμῳ καὶ δοῦναι Μασσανάσσῃ δωρεάν, διδόναι δὲ Ῥωμαίους τὰς δωρεὰς ἔχειν τοῖς λαβοῦσιν ἕως ἂν τῇ βουλῇ καὶ τῷ δήμῳ δοκῇ. οὐ μὴν ἀλόγως μεταγνῶναι· Μασσανάσσην τε γὰρ ἀποθανεῖν, καὶ τοὺς Μασσανάσσου παῖδας Ἰογόρθαν κατακαίνοντα Ῥωμαίοις πολέμιον γενέσθαι. οὐκ οὖν ἔτι εἶναι δίκαιον οὔτε τὸν πολέμιον ἔχειν δωρεὰν ἣν ἔδομεν φίλῳ, οὔτε σὲ δοκεῖν Ἰογόρθαν ἀφαιρεῖσθαι τὰ Ῥωμαίων. καὶ Μάλλιος μὲν τάδε περὶ τῆς γῆς ἔλεξεν.
ιδ. ιβ.ὅτι ὁ Βόκχος ἑτέρους ἔπεμψε πρέσβεις, οἳ Μαρίου μὲν ἔμελλον περὶ εἰρήνης δεήσεσθαι, Σύλλα δὲ ἵνα συμπράξειεν ἐς τὰς διαλύσεις. λῃστευθέντας δʼ ἐν ὁδῷ τοὺς πρέσβεις τούσδε ὁ Σύλλας ὑπεδέξατο, καὶ ξενίζει μέχρι Μάριον ἀπὸ Γαιτούλων ἐπανελθεῖν. παρῄνει δὲ Βόκχον διδάσκειν ὅτι χρὴ Σύλλᾳ πείθεσθαι περὶ ἁπάντων. ἐνδιδοὺς οὖν ἤδη πρὸς τὴν τοῦ Ἰογόρθα προδοσίαν ὁ Βόκχος, ἐς μὲν ὑπόκρισιν ἐπʼ ἄλλον στρατὸν περιέπεμπεν ἐς Αἰθίοπας τοὺς γείτονας, οἳ ἐπὶ ἑσπέραν ἀπὸ τῶν ἑώων Αἰθιόπων διήκουσιν ἐς τὸ Μαυρούσιον ὄρος ὃ καλοῦσιν Ἄτλαντα, Μάριον δʼ ἠξίου Σύλλαν οἱ πέμψαι συνελθεῖν ἐς λόγους. καὶ Μάριος μὲν ἔπεμπε τὸν Σύλλαν, Ἄψαρα δὲ Ἰογόρθα φίλον, ἐν Βόκχου καταλελειμμένον ἐφορᾶν τὰ γιγνόμενα, αὐτός τε Βόκχος καὶ Μαγδάλσης φίλος Βόκχου, καί τις ἐξελεύθερος ἀνδρὸς Καρχηδονίου, Κορνήλιος, ἐνήδρευσαν ὧδε.