Punic Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

ἐπανιόντι δὲ τῷ Σκιπίωνι μετὰ τοῦ Φαμέου ὁ στρατὸς ἀπήντα, καὶ τὸν Σκιπίωνα ηὐφήμουν ὡς ἐπὶ θριάμβῳ. Μανίλιος δʼ ὑπερηδόμενός τε, καὶ οὐκέτι τὴν ἐπάνοδον αἰσχρὰν ἐπὶ τῷδε ἡγούμενος, οὐδʼ Ἀσδρούβαν ἕψεσθαι προσδοκῶν καταπεπληγμένον, ἀνεζεύγνυεν αὐτίκα διʼ ἔνδειαν, ἑπτακαιδεκάτην ἡμέραν ἀντὶ πεντεκαίδεκα ἔχων. τρισὶ δʼ ἄλλαις ἐχρῆν κακοπαθοῦντα ἐπανελθεῖν. ὁ οὖν Σκιπίων τόν τε Φαμέαν καὶ Γολόσσην καὶ τοὺς ὑφʼ ἑκατέρῳ λαβὼν ἱππέας, προσλαβὼν δέ τινας καὶ τῶν Ἰταλικῶν, ἐς πεδίον ἠπείχθη τὸ καλούμενον μέγα βάραθρον, καὶ πολλὴν ἐξ αὐτοῦ λείαν τε καὶ ἀγορὰν ἧκε φέρων τῷ στρατῷ περὶ νύκτα. Μανίλιος δὲ πυθόμενός οἱ διάδοχον ἐπιέναι Καλπούρνιον Πίσωνα, προέπεμπεν ἐς Ῥώμην Σκιπίωνα μετὰ Φαμέου· καὶ ὁ στρατὸς ἐπὶ τὴν ναῦν καταθέοντες ηὐφήμουν τὸν Σκιπίωνα, καὶ ηὔχοντο ὕπατον ἐς Λιβύην ἐπανελθεῖν ὡς μόνον αἱρήσοντα Καρχηδόνα. θεόληπτος γάρ τις αὐτοῖς ἥδε ἡ δόξα ἐνέπιπτε, Σκιπίωνα μόνον αἱρήσειν Καρχηδόνα· καὶ πολλοὶ ταῦτα τοῖς οἰκείοις ἐς Ῥώμην ἐπέστελλον. ἡ δὲ βουλὴ Σκιπίωνα μὲν ἐπῄνει, Φαμέαν δʼ ἐτίμησαν ἁλουργίδι καὶ ἐπιπορπήματι χρυσῷ καὶ ἵππῳ χρυσοφαλάρῳ καὶ πανοπλίᾳ καὶ ἀργυρίου δραχμαῖς μυρίαις, ἔδωκαν δὲ καὶ μνῶν ἑκατὸν ἀργύρωμα καὶ σκηνὴν καὶ κατασκευὴν ἐντελῆ. καὶ ἐπήλπισαν περὶ πλειόνων, εἰ τὰ λοιπὰ τοῦ πολέμου συνεκπονήσειεν αὑτοῖς. ὁ δʼ ὑποσχόμενος ἐς Λιβύην διέπλευσεν ἐς τὸ Ῥωμαιων στρατόπεδον.

ἧκε δὲ Καλπούρνιος Πίσων ὁ ὕπατος ἅμα ἦρι, καὶ σὺν αὐτῷ Λεύκιος Μαγκῖνος ἐπὶ τὴν ναυαρχίαν· οἳ Καρχηδονίοις μὲν οὐκ ἐπεχείρουν, οὐδὲ Ἀσδρούβᾳ, τὰς δὲ πόλεις ἐπιόντες Ἀσπίδος μὲν ἀπετύγχανον, ἐκ γῆς καὶ θαλάσσης ἀποπειράσαντες, ἑτέραν δʼ ἐγγὺς εἷλεν ὁ Πίσων, καὶ διήρπαζεν αἰτιωμένην ἐπὶ συνθήκαις αὐτῷ προσελθεῖν. ἀπὸ δὲ ταύτης ἐς Ἰππάγρετα μετῆλθεν, ἣ μεγάλη τε ἦν καὶ τείχεσι καὶ ἀκροπόλει καὶ λιμέσι καὶ νεωρίοις ὑπʼ Ἀγαθοκλέους τοῦ Σικελιωτῶν τυράννου κατεσκεύαστο καλῶς, μέση δʼ οὖσα Καρχηδόνος καὶ Ἰτύκης τὴν ἀγορὰν ἐλῄστευε τὴν Ῥωμαίοις διαπλέουσαν· ὅθεν καὶ πάνυ ἐπλούτουν. καὶ ὁ Καλπούρνιος ἀμύνασθαί τε αὐτοὺς ἐπενόει, καὶ τό γε κέρδος ἀφελέσθαι. ἀλλʼ ὁ μὲν τὸ θέρος ὅλον ἐφεδρεύων οὐκ ἤνυε, δὶς δʼ ἐκδραμόντες οἱ Ἱππαγρέτιοι, Καρχηδονίων αὐτοῖς συμμαχούντων, τὰς μηχανὰς αὐτοῦ κατέπρησαν. καὶ ὁ μὲν ἄπρακτος ἐς Ἰτύκην ἐπανελθὼν ἐχείμαζεν.

οἱ Καρχηδόνιοι δέ, ἐπειδή σφισι καὶ τὸ Ἀσδρούβα στρατόπεδον ἀπαθὲς ἦν, καὶ αὐτοὶ κρείττους ἐν τῇ μάχῃ ἐγεγένητο Πίσωνος ἀμφὶ τὰ Ἱππάγρετα, Βιθύας τε αὐτοῖς ὁ Νομὰς μετὰ ὀκτακοσίων ἱππέων ἀπὸ Γολόσσου προσεκεχωρήκει, καὶ Μικίψην καὶ Μαστανάβαν τοὺς Μασσανάσσου παῖδας ἑώρων ὑπισχνουμένους μὲν ἀεὶ Ῥωμαίοις ὅπλα καὶ χρήματα, βραδύνοντας δὲ καὶ περιορωμένους ἄρα τὸ μέλλον, ἐπῄρθησαν τοῖς φρονήμασι καὶ Λιβύην ἀδεῶς ἐπῄεσαν, κρατυνόμενοί τε τὴν χώραν καὶ πολλὰ ὑβριστικὰ ἐν ταῖς πόλεσι κατὰ Ῥωμαίων ἐκκλησιάζοντες. ἔς τε τὴν ἀνανδρίαν αὐτῶν προύφερον τὰ ἐς Νέφεριν αὐτοῖς δὶς γενόμενα, καὶ ὅσα ἔναγχος ἐς Ἱππάγρετα, καὶ τὸ αὐτῆς Καρχηδόνος ἀνόπλου τε οὔσης καὶ ἀφράκτου μὴ δεδυνῆσθαι κατασχεῖν. ἔπεμπον δὲ καὶ ἐς Μικίψην καὶ Μαστανάβαν καὶ ἐς τοὺς αὐτονόμους Μαυρουσίων, παρακαλοῦντες ὁμοῦ, καὶ διδάσκοντες ὅτι καὶ σφίσι μεθʼ αὑτοὺς ἐπιχειρήσουσι Ῥωμαῖοι. ἔστελλον δὲ καὶ ἐς Μακεδονίαν ἄλλους πρὸς τὸν νομιζόμενον υἱὸν εἶναι Περσέως, πολεμοῦντα Ῥωμαίοις, καὶ ἀνέπειθον ἔχεσθαι τοῦ πολέμου καρτερῶς ὡς οὐκ ἐλλειψόντων αὐτῷ χρημάτων καὶ νεῶν ἀπὸ Καρχηδόνος. ὅλως τε μικρὸν οὐδὲν ἔτι ἐφρόνουν ὁπλισάμενοι, ἀλλὰ θυμῷ καὶ τόλμῃ καὶ παρασκευῇ κατὰ μικρὸν ηὔξοντο. ἐπῇρτο δʼ ἐν μέρει καὶ Ἀσδρούβας ὁ κατὰ τὴν χώραν στρατηγὸς τῷ δὶς κρατῆσαι Μανιλίου· τήν τε τῆς πόλεως στρατηγίαν προσλαβεῖν ἐπειγόμενος, Ἀσδρούβαν τὸν ἄρχοντα αὐτῆς, ἀδελφιδοῦν ὄντα Γολόσσου, διέβαλλε τῇ βουλῇ τὰ Καρχηδονίων Γολόσσῃ προδιδόναι. καὶ τοῦ λόγου προτεθέντος ἐς μέσον, ὁ μὲν ἠπορεῖτο ὡς ἐπʼ ἀδοκήτῳ, οἱ δὲ τύπτοντες αὐτὸν τοῖς ὑποβάθροις κατέβαλον.

ἐς δὲ Ῥώμην ἐξαγγελλομενης τῆς τε Πίσωνος ἀπραξίας καὶ Καρχηδονίων παρασκευῆς, ὁ δῆμος ἤχθετο καὶ ἐδεδοίκει αὐξομένου πολέμου μεγάλου τε καὶ ἀδιαλλάκτου καὶ γείτονος· οὐ γάρ τινα διάλυσιν προσεδόκων, ἄπιστα πρότεροι κελεύσαντες. τῶν δʼ οὐ πρὸ πολλοῦ Σκιπίωνος ἔργων, ἐν Λιβύῃ χιλιαρχοῦντος ἔτι, μεμνημένοι, καὶ παραβάλλοντες αὐτὰ τοῖς παροῦσι, τῶν τε ἐπεσταλμένων σφίσιν ὑπὸ τῶν ἐκ στρατοπέδου φίλων καὶ οἰκείων ἀναφέροντες, ὥρμηντο ὕπατον ἐς Καρχηδόνα πέμπειν Σκιπίωνα. ἐνειστήκει δʼ ἀρχαιρέσια, καὶ ὁ Σκιπίων (οὐ γάρ πω διʼ ἡλικίαν αὐτῷ συνεχώρουν ὑπατεύειν οἱ νόμοι) ἀγορανομίαν μετῄει, καὶ ὁ δῆμος αὐτὸν ὕπατον ᾑρεῖτο. παρανόμου δʼ ὄντος καὶ τῶν ὑπάτων προφερόντων αὐτοῖς τὸν νόμον, ἐλιπάρουν καὶ ἐνέκειντο, καὶ ἐκεκράγεσαν ἐκ τῶν Τυλλίου καὶ Ῥωμύλου νόμων τὸν δῆμον εἶναι κύριον τῶν ἀρχαιρεσιῶν, καὶ τῶν περὶ αὐτῶν νόμων ἀκυροῦν ἢ κυροῦν ὃν ἐθέλοιεν. τέλος δὲ τῶν δημάρχων τις ἔφη τοὺς ὑπάτους ἀφαιρήσεσθαι τὴν χειροτονίαν, εἰ μὴ σύνθοιντο τῷ δήμῳ. καὶ ἡ βουλὴ τοῖς δημάρχοις ἐπείθετο λῦσαι τὸν νόμον τόνδε καὶ μετὰ ἔτος ἓν αὖθις ἀναγράψαι, οἷόν τι καὶ Λακεδαιμόνιοι, λύοντες ἐν χρείᾳ τὴν ἀτιμίαν τῶν ἁλόντων περὶ Πύλον, ἔφασαν· κοιμάσθων οἱ νόμοι τήμερον. οὕτω μὲν ὁ Σκιπίων ἀγορανομίαν μετιὼν ᾕρητο ὕπατος, καὶ αὐτὸν ὁ σύναρχος Δροῦσος περὶ Λιβύης πρὸς αὑτὸν ἐκέλευε διακληροῦσθαι, μέχρι τις τῶν δημάρχων ἐσηγήσατο τῆσδε τῆς στρατηγίας τὴν κρίσιν τοῦ δήμου γενέσθαι· καὶ ὁ δῆμος εἵλετο τὸν Σκιπίωνα. ἐδόθη δʼ αὐτῷ στρατὸς ἐκ μὲν καταλόγου, ὅσος ἦν ἀντὶ τῶν ἀπολωλότων, ἐθελοντὰς δʼ ἄγειν ὅσους πείσειε παρὰ τῶν συμμάχων, καὶ ἐς βασιλέας καὶ πόλεις, ὅσας δοκιμάσειε, πέμπειν, τὸν Ῥωμαίων δῆμον ταῖς ἐπιστολαῖς ἐπιγράφοντα. καὶ ἔστιν οὓς ἔλαβεν οὕτω παρά τε πόλεων καὶ βασιλέων.