Wars in Spain

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

τοῦ δʼ ἐπιόντος ἔτους Νωβελίωνι μὲν ἐπὶ τὴν στρατηγίαν ἀφικνεῖται διάδοχος Κλαύδιος Μάρκελλος, ἄγων πεζοὺς ὀκτακισχιλίους καὶ ἱππέας πεντακοσίους· λοχώντων δὲ καὶ τόνδε τῶν πολεμίων διῆλθε πεφυλαγμένως, καὶ σύμπαντι τῷ στρατῷ παρὰ τὴν Ὄκιλιν ἐστρατοπέδευσεν. ἐπιτυχὴς δὲ τὰ πολέμια ὢν τὴν πόλιν αὐτίκα παρεστήσατο, καὶ συγγνώμην ἔδωκεν, ὅμηρά τινα καὶ ἀργυρίου τάλαντα τριάκοντα λαβών. Νεργόβριγες δὲ αὐτοῦ περὶ τῆσδε τῆς μετριοπαθείας πυθόμενοι, πέμψαντες ἠρώτων τί ἂν πράξαντες εἰρήνης ἐπιτύχοιεν. ὡς δὲ αὐτοὺς ἐκέλευεν ἑκατὸν ἱππέας δοῦναι συστρατεύσοντας, οἱ μὲν ὑπισχνοῦντο δώσειν, κατὰ δʼ ἄλλο μέρος τοῖς οὐραγοῦσιν ἐπετίθεντο καὶ τῶν σκευοφόρων τι περιέσπων. εἶτʼ ἀφίκοντο τοὺς ἑκατὸν ἱππέας ἄγοντες ὡς δὴ κατὰ τὸ συγκείμενον, περί τε τῶν ἐπὶ τῆς οὐραγίας γενομένων ἔλεγον τινὰς ἀγνοοῦντας τὰ ὡμολογημένα ἁμαρτεῖν. ὁ δὲ τοὺς μὲν ἑκατὸν ἱππέας ἔδησε, τοὺς δʼ ἵππους αὐτῶν ἀποδόμενος καὶ τὸ πεδίον καταδραμὼν τὴν λείαν διεῖλε τῷ στρατῷ, καὶ τῇ πόλει παρεστρατοπέδευσεν. Νεργόβριγες δέ, προσαγομένων αὐτοῖς μηχανημάτων ἅμα μαὶ χωμάτων, κήρυκα πέμψαντες λυκῆν ἀντὶ κηρυκείου περικείμενον, ᾔτουν συγγνώμην. ὁ δὲ οὐκ ἔφη δώσειν, εἰ μὴ πάντες Ἀρουακοὶ καὶ Βελλοὶ καὶ Τίτθοι δεηθεῖεν ὁμοῦ. ὧν τὰ μὲν ἔθνη πυθόμενα προθύμως ἐπρεσβεύετο, καὶ τὸν Μάρκελλον ἠξίουν, ποινὴν αὐτοῖς ἐπιθέντα μετρίαν, ἐς τὰς Γράκχου συνθήκας ἀναγαγεῖν· ἀντέλεγον δʼ αὐτοῖς ἐπιχώριοί τινες ὑπʼ ἐκείνων πεπολεμημένοι.

καὶ ὁ Μάρκελλος ἐξ ἑκατέρων πρέσβεις ἐς Ῥώμην ἔπεμπεν ἀντιλέξοντας ἀλλήλοις, ἰδίᾳ δʼ ἐπέστελλε τῇ βουλῇ προτρέπων ἐς τὰς διαλύσεις· ἐβούλετο γὰρ ἐφʼ ἑαυτοῦ τὸν πόλεμον ἐκλυθῆναι, δόξαν οἱ χρηστὴν καὶ ἀπὸ τοῦδε νομίζων ἔσεσθαι. τῶν δὲ πρέσβεων οἱ μὲν ἐκ τῆς φιλίας ἐς τὴν πόλιν ἐσελθόντες ἐξενίζοντο, οἱ δὲ ἐκ τῶν πολεμίων, ὡς ἔθος ἐστίν, ἔξω τειχῶν ἐστάθμευον. ἀποδοκιμάζουσα δʼ ἡ βουλὴ τὴν εἰρήνην, καὶ χαλεπῶς φέρουσα ὅτι μή, καθάπερ αὐτοὺς ἠξίου Νωβελίων ὁ πρὸ Μαρκέλλου, Ῥωμαίοις αὑτοὺς ἐπετετρόφεσαν, Μάρκελλον αὐτοῖς ἐξοίσειν ἔφη τὰ δόξαντα. καὶ στρατιὰν εὐθὺς ἐκλήρουν ἐς Ἰβηρίαν τότε πρῶτον ἀντὶ καταλέξεως· πολλῶν γὰρ αἰτιωμένων τοὺς ὑπάτους ἀδίκους ποιεῖσθαι τὰς καταγραφὰς καί τινας ἐς τὰς κουφοτέρας στρατείας καταλέγειν, ἔδοξεν ἀπὸ κλήρου τότε συναγαγεῖν. ὧν ἐστρατήγει Λικίνιος Λεύκολλος ὕπατος, πρεσβευτῇ χρώμενος Κορνηλίῳ Σκιπίωνι τῷ Καρχηδόνα μετʼ οὐ πολὺ ἑλόντι, καὶ Νομαντίαν ὕστερον.

ὁ μὲν δὴ Λεύκολλος ὥδευεν, ὁ δὲ Μάρκελλος τόν τε πόλεμον προεῖπε τοῖς Κελτίβηρσι, καὶ τὰ ὅμηρα αἰτοῦσιν ἀπέδωκεν. τὸν δʼ ἐν Ῥώμῃ τοὺς λόγους διαθέμενον ὑπὲρ τῶν Κελτιβήρων ἰδίᾳ πρὸς αὑτὸν ἀνακαλέσας ἐπὶ πολὺ διέτριβεν· ὑπὲρ ὅτου δὴ καὶ ὑπωπτεύετο μὲν καὶ τότε, μᾶλλον δʼ ἐπιστώθη τοῖς ὕστερον γενομένοις, ὅτι αὐτοὺς ἀνέπειθεν ἑαυτῷ τὰ κατὰ σφᾶς ἐπιτρέψαι, ἐπειγόμενος ἄρα πρὸ τοῦ Λευκόλλου τὸν πόλεμον καταλυθῆναι. μετὰ γὰρ τὴν συνουσίαν Νεργόβριγα μὲν Ἀρουακῶν πεντακισχίλιοι κατέλαβον, Μάρκελλος δʼ ἐπὶ Νομαντίαν ἐχώρει, καὶ πέντε σταδίους ἀποσχὼν παρεστρατοπέδευεν αὐτοῖς καὶ συνεδίωκεν ἐς τὴν πόλιν, ἕως ὁ τῶν Νομαντίνων στρατηγὸς Λιτέννων ὑποστὰς ἐβόα βούλεσθαι Μαρκέλλῳ συνελθεῖν ἐς λόγους, καὶ συνελθὼν ἔφη Βελλοὺς καὶ Τίτθους καὶ Ἀρουακοὺς ἑαυτοὺς ἐπιτρέπειν Μαρκέλλῳ. ὁ δὲ ἄσμενος ἀκούσας ὅμηρά τε καὶ χρήματα πάντας ᾔτησε, καὶ λαβὼν ἀφῆκεν ἐλευθέρους. ὁ μὲν δὴ πόλεμος ὁ Βελλῶν τε καὶ Τίτθων καὶ Ἀρουακῶν ἔληγεν οὕτω πρὸ Λευκόλλου.

ὁ δὲ Λεύκολλος δόξης τε ἐπιθυμῶν, καὶ ἐκ πενίας χρῄζων χρηματισμοῦ, ἐς Οὐακκαίους. ἕτερον γένος Κελτιβήρων, ἐνέβαλεν, οἳ γείτονες τῶν Ἀρουακῶν εἰσίν, οὔτε τινὸς αὐτῷ ψηφίσματος γεγονότος, οὔτε Οὐακκαίων Ῥωμαίοις πεπολεμηκότων, οὐδὲ ἐς αὐτόν τι Λεύκολλον ἁμαρτόντων. περάσας δὲ τὸν ποταμὸν τὸν καλούμενον Τάγον, ἀφίκετο πρὸς Καύκαν πόλιν καὶ παρεστρατοπέδευσεν. οἱ δʼ ἐπύθοντο μὲν αὐτοῦ τίνος ἥκοι δεόμενος ἢ τί πολέμου χρῄζων, φήσαντος δὲ ὅτι Καρπητανοῖς ὑπὸ Οὐακκαίων ἀδικουμένοις βοηθοίη, τότε μὲν ἀνεχώρουν ἐς τὴν πόλιν, ξυλευομένῳ δὲ αὐτῷ καὶ χορτολογοῦντι ἐπέκειντο. καὶ κτείνουσι πολλούς, καὶ τοὺς λοιποὺς διώκουσιν ἐς τὸ στρατόπεδον. γενομένης δὲ καὶ παρατάξεως, οἱ Καυκαῖοι ψιλοῖς ἐοικότες ἐκράτουν ἐπὶ πολὺ τοῦ Λευκόλλου, μέχρι σφῶν τὰ ἀκόντια πάντα ἐξαναλώθη· καὶ τότε ἔφευγον οὐκ ὄντες μενεμάχοι, περί τε τὰς πύλας αὐτῶν ὠθουμένων ἀνῃρέθησαν ἀμφὶ τοὺς τρισχιλίους.

τῆς δʼ ἐπιούσης οἱ πρεσβύτατοι, στεφανωσάμενοί τε καὶ φέροντες ἱκετηρίας, τὸν Λεύκολλον αὖθις ἠρώτων τί ποιοῦντες ἂν εἶεν φίλοι. ὁ δὲ αὐτοὺς ὅμηρά τε ᾔτει καὶ ἀργυρίου τάλαντα ἑκατόν, καὶ τοὺς ἱππέας αὐτῶν ἐκέλευέν οἱ συστρατεύειν. ὡς δὲ πάντα ἔλαβεν, ἠξίου φρουρὰν ἐς τὴν πόλιν ἐσαγαγεῖν. δεξαμένων δὲ καὶ τοῦτο τῶν Καυκαίων, ἐσήγαγε δισχιλίους ἀριστίνδην ἐξειλεγμένους, οἷς ἐσελθοῦσιν εἴρητο γίγνεσθαι περὶ τὰ τείχη. καταλαβόντων δὲ αὐτὰ τῶν δισχιλίων, ἐσήγαγε τὴν ἄλλην στρατιὰν ὁ Λεύκολλος, καὶ τῇ σάλπιγγι ὑπεσήμαινε κτείνειν Καυκαίους ἅπαντας ἡβηδόν. οἱ μὲν δὴ πίστεις τε καὶ θεοὺς ὁρκίους ἐπικαλούμενοι, καὶ Ῥωμαίους ἐς ἀπιστίαν λοιδοροῦντες, διεφθείροντο ὠμῶς, ἐκ δισμυρίων ἀνδρῶν κατὰ πύλας ἀποκρήμνους διαφυγόντων ὀλίγων· ὁ δὲ Λεύκολλος τὴν πόλιν διήρπαζε, καὶ δόξης Ῥωμαίους ἐνεπίμπλη κακῆς. οἱ δʼ ἄλλοι βάρβαροι συνέθεον ἐκ τῶν πεδίων, οἱ μὲν ἐς τὰ ἀπόκρημνα, οἱ δὲ ἐς τὰς ὀχυρωτέρας πόλεις, συμφέροντες ἃ δύναιντο καὶ ἐμπιπράντες ὅσα λείποιεν, τοῦ μηδὲν ἔτι Λεύκολλον εὑρεῖν.

ὁ δὲ πολλὴν γῆν ἔρημον ὁδεύσας, ἔς τινα πόλιν Ἰντερκατίαν ἀφίκετο, ἔνθα πεζοὶ μὲν ὑπὲρ δισμυρίους συνεπεφεύγεσαν, ἱππεῖς δὲ δισχίλιοι. καὶ αὐτοὺς ὁ Λεύκολλος ἐς συνθήκας ὑπʼ ἀνοίας προυκαλεῖτο· οἱ δʼ ἐπʼ ὀνείδει τὰ Καυκαίων αὐτῷ προύφερον, καὶ ἐπυνθάνοντο εἰ ἐπὶ τὰς ἐκείνων πίστεις αὐτοὺς καλοίη. ὁ δʼ, οἷον ἅπαντες οἱ ἁμαρτόντες, ἀνθʼ ἑαυτοῦ τοῖς ὀνειδίζουσι χαλεπαίνων, ἔκειρεν αὐτῶν τὰ πεδία, καὶ περικαθίσας κύκλῳ τὴν πόλιν χώματα ἤγειρε πολλά, καὶ συνεχῶς ἐξέτασσε προκαλούμενος ἐς μάχην. οἱ δʼ οὔτω μὲν ἀντεξέτασσον, ἀλλʼ ἦσαν ἀκροβολισμοὶ μόνοι, θαμινὰ δέ τις τῶν βαρβάρων ἐξίππευεν ἐς τὸ μεταίχμιον, κεκοσμημένος ὅπλοις περιφανῶς, καὶ προυκαλεῖτο Ῥωμαίων ἐς μονομαχίαν τὸν ἐθέλοντα, οὐδενὸς δʼ ὑπακούοντος ἐπιτωθάσας καὶ τῷ σχήματι κατορχησάμενος ἀπεχώρει. γιγνομένου δὲ τούτου πολλάκις, ὁ Σκιπίων ἔτι νέος ὢν ὑπερήλγησέ τε καὶ προπηδήσας ὑπέστη τὸ μονομάχιον, εὐτυχῶς δʼ ἐκράτησεν ἀνδρὸς μεγάλου μικρὸς ὤν.