Wars in Spain
Appianus of Alexandria
Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
πόλιν δʼ ἑτέραν τῆς Κολένδης πλησίον ᾤκουν μιγάδες Κελτιβήρων, οὓς Μᾶρκος Μάριος συμμαχήσαντας αὐτῷ κατὰ Λυσιτανῶν, τῆς βουλῆς ἐπιτρεπούσης, ᾠκίκει πρὸ πέντε ἐνιαυτῶν. ἐλῄστευον δʼ ἐξ ἀπορίας οὗτοι· καὶ κρίνας αὐτοὺς ὁ Δείδιος ἀνελεῖν, συνθεμένων αὐτῷ τῶν δέκα πρέσβεων ἔτι παρόντων, ἔφη τοῖς ἐπιφανέσιν αὐτῶν ἐθέλειν τὴν Κολενδέων χώραν αὐτοῖς προσορίσαι πενομένοις. ἀσπαζομένους δὲ ὁρῶν ἐκέλευε, τῷ δήμῳ ταῦτα μετενεγκόντας, ἥκειν μετὰ γυναικῶν καὶ παίδων τὴν χώραν μεριουμένους. ἐπεὶ δʼ ἀφίκοντο, προσέταξε τοὺς στρατιώτας ἐκ τοῦ χάρακος ἐξελθεῖν καὶ τοὺς ἐνεδρευομένους ἔσω παρελθεῖν ὡς ἀπογραψόμενος αὐτῶν ἔνδον τὸ πλῆθος, ἐν μέρει μὲν ἀνδρῶν ἐν μέρει δὲ παίδων καὶ γυναικῶν, ἵνα ἐπιγνοίη πόσην χώραν αὐτοῖς δέοι διελεῖν. ὡς δὲ παρῆλθον ἐς τὴν τάφρον καὶ τὸ χαράκωμα, περιστήσας αὐτοῖς τὸν στρατὸν ὁ Δείδιος ἔκτεινε πάντας. καὶ ἐπὶ τοῖσδε Δείδιος μὲν καὶ ἐθριάμβευσε, πάλιν δὲ τῶν Κελτιβήρων ἀποστάντων Φλάκκος ἐπιπεμφθεὶς ἔκτεινε δισμυρίους. ἐν δὲ Βελγήδῃ πόλει ὁ μὲν δῆμος ἐς ἀπόστασιν ὁρμῶν τὴν βουλὴν ὀκνοῦσαν ἐνέπρησεν αὐτῷ βουλευτηρίῳ, ὁ δὲ Φλάκκος ἐπελθὼν ἔκτεινε τοὺς αἰτίους.