Wars in Spain

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

τὴν δὲ γῆν τήνδε εὐδαίμονα οὖσαν καὶ μεγάλων ἀγαθῶν γέμουσαν Καρχηδόνιοι πρὸ Ῥωμαίων ἤρξαντο πολυπραγμονεῖν, καὶ μέρος αὐτῆς τὸ μὲν εἶχον ἤδη, τὸ δʼ ἐπόρθουν, μέχρι Ῥωμαῖοι σφᾶς ἐκβαλόντες, ἃ μὲν εἶχον οἱ Καρχηδόνιοι τῆς Ἰβηρίας, ἔσχον αὐτίκα, τὰ δὲ λοιπὰ σὺν χρόνῳ πολλῷ καὶ πόνῳ λαμβανόμενά τε ὑπὸ σφῶν καὶ πολλάκις ἀφιστάμενα χειρωσάμενοι διεῖλον ἐς τρία, καὶ στρατηγοὺς ἐς αὐτὰ πέμπουσι τρεῖς. ὅπως δʼ εἷλον ἕκαστα, καὶ ὅπως Καρχηδονίοις τε περὶ αὐτῶν καὶ μετὰ Καρχηδονίους Ἴβηρσι καὶ Κελτίβηρσιν ἐπολέμησαν, δηλώσει τόδε τὸ βιβλίον, μοῖραν μὲν ἐς Καρχηδονίους τὴν πρώτην ἔχον· ὅτι δὲ καὶ τοῦτο περὶ Ἰβηρίας ἦν, ἀνάγκη μοι συνενεγκεῖν ἐς τὴν Ἰβηρικὴν συγγραφὴν ἐγένετο, ᾧ λόγῳ καὶ τὰ περὶ Σικελίας Ῥωμαίοις καὶ Καρχηδονίοις ἐς ἀλλήλους γενόμενα, ἀρξάμενα Ῥωμαίοις τῆς ἐς Σικελίαν παρόδου τε καὶ ἀρχῆς ἐς τὴν Σικελικὴν συνενήνεκται γραφήν.

πρὸς γὰρ δὴ Καρχηδονίους Ῥωμαίοις πρῶτος ἐγένετο πόλεμος ἔκδημος περὶ Σικελίας ἐν αὐτῇ Σικελίᾳ, καὶ δεύτερος ὅδε περὶ Ἰβηρίας ἐν Ἰβηρίᾳ, ἐν ᾧ καὶ ἐς τὴν ἀλλήλων μεγάλοις στρατοῖς διαπλέοντες οἱ μὲν τὴν Ἰταλίαν, οἱ δὲ τὴν Λιβύην ἐπόρθουν. ἤρξαντο δὲ αὐτοῦ μεθʼ ἑκατὸν καὶ τεσσαράκοντα ὀλυμπιάδας μάλιστα, ὅτε τὰς σπονδὰς ἔλυσαν αἳ ἐπὶ τῷ Σικελικῷ πολέμῳ σφίσιν ἦσαν γενόμεναι. ἔλυσαν δʼ ἐκ τοιᾶσδε προφάσεως.

Ἀμίλχαρ ὁ Βάρκας ἐπίκλησιν, ὅτε περ ἐν Σικελίᾳ Καρχηδονίων ἐστρατήγει, Κελτοῖς τότε μισθοφοροῦσίν οἱ καὶ Λιβύων τοῖς συμμαχοῦσι πολλὰς δωρεὰς ὑπέσχητο δώσειν, ἅς, ἐπειδὴ ἐπανῆλθεν ἐς Λιβύην, ἀπαιτούντων ἐκείνων ὁ Λιβυκὸς Καρχηδονίοις ἐξῆπτο πόλεμος, ἐν ᾧ πολλὰ μὲν πρὸς αὐτῶν Λιβύων ἔπαθον οἱ Καρχηδόνιοι, Σαρδόνα δὲ Ῥωμαίοις ἔδοσαν ποινὴν ὧν ἐς τοὺς ἐμπόρους αὐτῶν ἡμαρτήκεσαν ἐν τῷδε τῷ Λιβυκῷ πολέμῳ. ὑπαγόντων οὖν ἐπὶ τοῖσδε τὸν Βάρκαν τῶν ἐχθρῶν ἐς κρίσιν ὡς αἴτιον τῇ πατρίδι τοσῶνδε συμφορῶν γενόμενον, θεραπεύσας ὁ Βάρκας τοὺς πολιτευομένους, ὧν ἦν δημοκοπικώτατος Ἀσδρούβας ὁ τὴν αὐτοῦ Βάρκα θυγατέρα ἔχων, τάς τε δίκας διεκρούετο, καὶ Νομάδων τινὸς κινήματος γενομένου στρατηγὸς ἔπραξεν ἐπʼ αὐτοὺς αἱρεθῆναι μετʼ Ἄννωνος τοῦ μεγάλου λεγομένου, ἔτι τὰς εὐθύνας τῆς προτέρας στρατηγίας ὀφείλων.

παυομένου δὲ τοῦ πολέμου, καὶ Ἄννωνος ἐπὶ διαβολαῖς ἐς Καρχηδόνα μεταπέμπτου γενομένου, μόνος ὢν ἐπὶ στρατῷ, καὶ τὸν κηδεστὴν Ἀσδρούβαν ἔχων οἱ συνόντα, διῆλθεν ἐπὶ Γάδειρα, καὶ τὸν πορθμὸν ἐς Ἰβηρίαν περάσας ἐλεηλάτει τὰ Ἰβήρων οὐδὲν ἀδικούντων, ἀφορμὴν αὑτῷ ποιούμενος ἀποδημίας τε καὶ ἔργων καὶ δημοκοπίας (ὅσα γὰρ λάβοι διῄρει, καὶ τὰ μὲν ἐς τὸν στρατὸν ἀνάλισκεν, ἵνα προθυμότερον αὐτῷ συναδικοῖεν, τὰ δʼ ἐς αὐτὴν ἔπεμπε Καρχηδόνα, τὰ δὲ τοῖς ὑπὲρ αὐτοῦ πολιτευομένοις διεδίδου), μέχρι Ἰβήρων αὐτὸν οἵ τε βασιλεῖς συστάντες οἱ κατὰ μέρος, καὶ ὅσοι ἄλλοι δυνατοί, κτείνουσιν ὧδε. ξύλων ἁμάξας ἄγοντες, αἷς βοῦς ὑπέζευξαν, εἵποντο ταῖς ἁμάξαις ὡπλισμένοι. τοῖς δὲ Λίβυσιν ἰδοῦσιν εὐθὺς μὲν ἐνέπιπτε γέλως, οὐ συνιεῖσι τοῦ στρατηγήματος· ὡς δʼ ἐν χερσὶν ἐγένοντο, οἱ μὲν Ἴβηρες αὐταῖς βουσὶν ἐξῆψαν τὰς ἁμάξας καὶ ἐξώτρυναν ἐς τοὺς πολεμίους, τὸ δὲ πῦρ σκιδναμένων τῶν βοῶν πάντῃ φερόμενον ἐτάρασσε τοὺς Λίβυας. καὶ τῆς τάξεως διαλυθείσης, οἱ Ἴβηρες αὐτοῖς ἐπιδραμόντες αὐτόν τε τὸν Βάρκαν καὶ πολὺ πλῆθος ἀμυνομένων ἐπʼ αὐτῷ διέφθειραν.

οἱ δὲ Καρχηδόνιοι τοῖς κέρδεσιν ἤδη τοῖς ἐξ Ἰβηρίας ἀρσσκόμενοι, στρατιὰν ἄλλην ἔπεμπον ἐς Ἰβηρίαν, καὶ στρατηγὸν ἁπάντων ἀπέφηναν Ἀσδρούβαν τὸν τοῦ Βάρκα κηδεστήν, ὄντα ἐν Ἰβηρίᾳ. ὁ δὲ Ἀννίβαν τὸν οὐ πολὺ ὕστερον ἀοίδιμον ἐπὶ στρατηγίαις, παῖδά τε ὄντα τοῦ Βάρκα καὶ τῆς γυναικός οἱ γιγνόμενον ἀδελφὸν ἔχων ἐν Ἰβηρίᾳ, νέον ὄντα καὶ φιλοπόλεμον καὶ ἀρέσκοντα τῷ στρατῷ ὑποστράτηγον ἀπέφηνεν. καὶ τῆς τε Ἰβηρίας τὰ πολλὰ πειθοῖ προσήγετο, πιθανὸς ὢν ὁμιλῆσαι, ἔς τε τὰ βίας δεόμενα τῷ μειρακίῳ χρώμενος προῆλθεν ἀπὸ τῆς ἑσπερίου θαλάσσης ἐς τὸ μεσόγειον ἐπὶ Ἴβηρα ποταμόν, ὃς μέσην που μάλιστα τέμνων τὴν Ἰβηρίαν, καὶ τῆς Πυρήνης ἀφεστὼς ὁδὸν ἡμερῶν πέντε, ἐξίησιν ἐς τὸν βόρειον ὠκεανόν.

Ζακανθαῖοι δέ, ἄποικοι Ζακυνθίων, ἐν μέσῳ τῆς τε Πυρήνης καὶ τοῦ ποταμοῦ τοῦ Ἴβηρού ὄντες, καὶ ὅσοι ἄλλοι Ἕλληνες περί τε τὸ καλούμενον Ἐμπόριον καὶ εἴ πῃ τῆς Ἰβηρίας ᾤκουν ἀλλαχοῦ, δείσαντες ὑπὲρ σφῶν ἐπρέσβευον ἐς Ῥώμην. καὶ ἡ σύγκλητος οὐκ ἐθέλουσα τὰ Καρχηδονίων ἐπαίρεσθαι, πρέσβεις ἐς Καρχηδόνα ἔπεμπεν. καὶ συνέβησαν ἀμφότεροι ὅρον εἶναι Καρχηδονίοις τῆς ἀρχῆς τῆς ἐν Ἰβηρίᾳ τὸν Ἴβηρα ποταμόν, καὶ μήτε Ῥωμαίους τοῖς πέραν τοῦδε τοῦ ποταμοῦ πόλεμον ἐκφέρειν, Καρχηδονίων ὑπηκόοις οὖσι, μήτε Καρχηδονίους ἐπὶ πολέμῳ τὸν Ἴβηρα διαβαίνειν, Ζακανθαίους δὲ καὶ τοὺς ἄλλους ἐν Ἰβηρίᾳ Ἕλληνας αὐτονόμους καὶ ἐλευθέρους εἶναι. καὶ τάδε ταῖς συνθήκαις ταῖς Ῥωμαίων καὶ Καρχηδονίων προσεγράφη.