Epitome

Apollodorus

Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921

ὁ δὲ ἕνα μὲν αὐτῶν ἁρπάσας ἀναλίσκει, τοὺς δὲ λοιποὺς ἐδίωκε φεύγοντας κεκραγὼς καὶ συγκαλῶν τοὺς ἄλλους Λαιστρυγόνας. οἱ δὲ ἦλθον ἐπὶ τὴν θάλασσαν καὶ βάλλοντες πέτροις τὰ μὲν σκάφη κατέαξαν, αὐτοὺς δὲ ἐβίβρωσκον. Ὀδυσσεὺς δὲ κόψας τὸ πεῖσμα τῆς νεὼς ἀνήχθη, αἱ δὲ λοιπαὶ σὺν τοῖς πλέουσιν ἀπώλοντο.

μίαν δὲ ἔχων ναῦν Αἰαίῃ νήσῳ προσίσχει. ταύτην κατῴκει Κίρκη, θυγάτηρ Ἡλίου καὶ Πέρσης, Αἰήτου δὲ ἀδελφή, πάντων ἔμπειρος οὖσα φαρμάκων. διελὼν τοὺς ἑταίρους αὐτὸς μὲν κλήρῳ μένει παρὰ τῇ νηί, Εὐρύλοχος δὲ πορεύεται μεθʼ ἑταίρων εἰκοσιδύο τὸν ἀριθμὸν πρὸς Κίρκην.

καλούσης δὲ αὐτῆς χωρὶς Εὐρυλόχου πάντες εἰσίασιν. ἡ δʼ ἑκάστῳ κυκεῶνα πλήσασα τυροῦ καὶ μέλιτος καὶ ἀλφίτων καὶ οἴνου δίδωσι, μίξασα φαρμάκῳ. πιόντων δὲ αὐτῶν, ἐφαπτομένη ῥάβδῳ τὰς μορφὰς ἠλλοίου, καὶ τοὺς μὲν ἐποίει λύκους, τοὺς δὲ σῦς, τοὺς δὲ ὄνους, τοὺς δὲ λέοντας.

Εὐρύλοχος δὲ ἰδὼν ταῦτα Ὀδυσσεῖ ἀπαγγέλλει.

288
ὁ δὲ λαβὼν μῶλυ παρὰ Ἑρμοῦ πρὸς Κίρκην ἔρχεται, καὶ βαλὼν εἰς τὰ φάρμακα τὸ μῶλυ μόνος πιὼν οὐ φαρμάσσεται· σπασάμενος δὲ τὸ ξίφος ἤθελε Κίρκην ἀποκτεῖναι. ἡ δὲ τὴν ὀργὴν παύσασα τοὺς ἑταίρους ἀποκαθίστησι. καὶ λαβὼν ὅρκους Ὀδυσσεὺς παρʼ αὐτῆς μηδὲν ἀδικηθῆναι συνευνάζεται, καὶ γίνεται αὐτῷ παῖς Τηλέγονος.