Epitome

Apollodorus

Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921

τοῦ δὲ χρησμοῦ τούτου γενομένου, πέμψας Ἀγαμέμνων πρὸς Κλυταιμνήστραν Ὀδυσσέα καὶ Ταλθύβιον Ἰφιγένειαν ᾔτει, λέγων ὑπεσχῆσθαι δώσειν αὐτὴν Ἀχιλλεῖ γυναῖκα μισθὸν τῆς στρατείας.πεμψάσης δὲ ἐκείνης Ἀγαμέμνων τῷ βωμῷ παραστήσας ἔμελλε σφάζειν,Ἄρτεμις δὲ αὐτὴν ἁρπάσασα

192
εἰς Ταύρους ἱέρειαν ἑαυτῆς κατέστησεν, ἔλαφον ἀντʼ αὐτῆς παραστήσασα τῷ βωμῷ·ὡς δὲ ἔνιοι λέγουσιν, ἀθάνατον αὐτὴν ἐποίησεν.

οἱ δὲ ἀναχθέντες ἐξ Αὐλίδος προσέσχον Τενέδῳ. ταύτης ἐβασίλευε Τένης ὁ Κύκνου καὶ Προκλείας, ὡς δέ τινες Ἀπόλλωνος· οὗτος ὑπὸ τοῦ πατρὸς φυγαδευθεὶς ἐνταῦθα κατῴκει.

Κύκνος γὰρ ἔχων ἐκ Προκλείας τῆς Λαομέδοντος παῖδα μὲν Τένην, θυγατέρα δὲ Ἡμιθέαν, ἐπέγημε τὴν Τραγάσου Φιλονόμην· ἥτις Τένου ἐρασθεῖσα καὶ μὴ πείθουσα καταψεύδεται πρὸς Κύκνον αὐτοῦ φθοράν, καὶ τούτου μάρτυρα παρεῖχεν αὐλητὴν Εὔμολπον ὄνομα.

Κύκνος δὲ πιστεύσας, ἐνθέμενος αὐτὸν μετὰ τῆς ἀδελφῆς εἰς λάρνακα μεθῆκεν εἰς τὸ

194
πέλαγος· προσσχούσης δὲ αὐτῆς Λευκόφρυι νήσῳ ἐκβὰς ὁ Τένης κατῴκησε ταύτην καὶ ἀπʼ αὐτοῦ Τένεδον ἐκάλεσε. Κύκνος δὲ ὕστερον ἐπιγνοὺς τὴν ἀλήθειαν τὸν μὲν αὐλητὴν κατέλευσε, τὴν δὲ γυναῖκα ζῶσαν εἰς γῆν κατέχωσε.

προσπλέοντας οὖν Τενέδῳ τοὺς Ἕλληνας ὁρῶν Τένης ἀπεῖργε βάλλων πέτρους, καὶ ὑπὸ Ἀχιλλέως ξίφει πληγεὶς κατὰ τὸ στῆθος θνήσκει, καίτοι Θέτιδος προειπούσης Ἀχιλλεῖ μὴ κτεῖναι Τένην· τεθνήξεσθαι γὰρ ὑπὸ Ἀπόλλωνος αὐτόν, ἐὰν κτείνῃ Τένην.

τελούντων δὲ αὐτῶν Ἀπόλλωνι θυσίαν, ἐκ τοῦ βωμοῦ προσελθὼν ὕδρος δάκνει Φιλοκτήτην· ἀθεραπεύτου δὲ τοῦ ἕλκους καὶ δυσώδους γενομένου τῆς τε ὀδμῆς οὐκ ἀνεχομένου τοῦ στρατοῦ, Ὀδυσσεὺς αὐτὸν εἰς Λῆμνον μεθʼ ὧν εἶχε τόξων Ἡρακλείων ἐκτίθησι κελεύσαντος Ἀγαμέμνονος. ὁ δὲ ἐκεῖ τὰ πτηνὰ τοξεύων ἐπὶ τῆς ἐρημίας τροφὴν εἶχεν.

196

ἀναχθέντες δὲ ἀπὸ τῆς Τενέδου προσέπλεον Τροίᾳ, καὶ πέμπουσιν Ὀδυσσέα καὶ Μενέλαον τὴν Ἑλένην καὶ τὰ χρήματα ἀπαιτοῦντας. συναθροισθείσης δὲ παρὰ τοῖς Τρωσὶν ἐκκλησίας, οὐ μόνον τὴν Ἑλένην οὐκ ἀπεδίδουν ἀλλὰ καὶ τούτους κτείνειν ἤθελον.