Epitome

Apollodorus

Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921

ὅτι Πέλοψ σφαγεὶς ἐν τῷ τῶν θεῶν ἐράνῳ καὶ καθεψηθεὶς ὡραιότερος ἐν τῇ ἀναζωώσει γέγονε, καὶ κάλλει διενεγκὼν Ποσειδῶνος ἐρώμενος γίνεται, ὃς αὐτῷ δίδωσιν ἅρμα ὑπόπτερον· τοῦτο καὶ διὰ θαλάσσης τρέχον τοὺς ἄξονας οὐχ ὑγραίνετο.

τοῦ δὲ βασιλεύοντος Πίσης Οἰνομάου θυγατέρα ἔχοντος Ἱπποδάμειαν, καὶ εἴτε αὐτῆς

158
ἐρῶντος, ὥς τινες λέγουσιν, εἴτε χρησμὸν ἔχοντος τελευτῆσαι ὑπὸ τοῦ γήμαντος αὐτήν, οὐδεὶς αὐτὴν ἐλάμβανεν εἰς γυναῖκα· ὁ μὲν γὰρ πατὴρ οὐκ ἔπειθεν αὑτῷ συνελθεῖν, οἱ δὲ μνηστευόμενοι
160
ἀνῃροῦντο ὑπʼ αὐτοῦ.

ἔχων γὰρ ὅπλα τε καὶ ἵππους παρὰ Ἄρεος ἆθλον ἐτίθει τοῖς μνηστῆρσι τὸν γάμον, καὶ τὸν μνηστευόμενον ἔδει ἀναλαβόντα τὴν Ἱπποδάμειαν εἰς τὸ οἰκεῖον ἅρμα φεύγειν ἄχρι τοῦ Κορινθίων ἰσθμοῦ, τὸν δὲ Οἰνόμαον εὐθέως διώκειν καθωπλισμένον καὶ καταλαβόντα κτείνειν· τὸν δὲ μὴ καταληφθέντα ἔχειν γυναῖκα τὴν Ἱπποδάμειαν. καὶ τοῦτον τὸν τρόπον πολλοὺς μνηστευομένους ἀπέκτεινεν, ὡς δέ τινες λέγουσι δώδεκα· τὰς δὲ κεφαλὰς τῶν μνηστήρων ἐκτεμὼν τῇ οἰκίᾳ προσεπαττάλευε.

παραγίνεται τοίνυν καὶ Πέλοψ ἐπὶ τὴν μνηστείαν· οὗ τὸ κάλλος ἰδοῦσα ἡ Ἱπποδάμεια ἔρωτα ἔσχεν αὐτοῦ, καὶ πείθει Μυρτίλον τὸν Ἑρμοῦ παῖδα συλλαβέσθαι αὐτῷ· ἦν δὲ Μυρτίλος παρας βάτης εἴτουν ἡνίοχος Οἰνομάου.

Μυρτίλος οὖν ἐρῶν αὐτῆς καὶ βουλόμενος αὐτῇ χαρίσασθαι, ταῖς χοινικίσι τῶν τροχῶν τοὺς ἥλους οὐκ ἐμβαλὼν ἐποίησε τὸν Οἰνόμαον ἐν τῷ τρέχειν ἡττηθῆναι καὶ ταῖς ἡνίαις συμπλακέντα συρόμενον ἀποθανεῖν, κατὰ δέ τινας ἀναιρεθῆναι ὑπὸ τοῦ Πέλοπος·

162
ὃ ἐν τῷ ἀποθνήσκειν κατηράσατο τῷ Μυρτίλῳ γνοὺς τὴν ἐπιβουλήν, ἵνα ὑπὸ Πέλοπος ἀπόληται.

λαβὼν οὖν Πέλοψ τὴν Ἱπποδάμειαν καὶ διερχόμενος ἐν τόπῳ τινί, τὸν Μυρτίλον ἔχων μεθʼ ἑαυτοῦ, μικρὸν ἀναχωρεῖ κομίσων ὕδωρ διψώσῃ τῇ γυναικί· Μυρτίλος δὲ ἐν τούτῳ βιάζειν αὐτὴν ἐπεχείρει. μαθὼν δὲ τοῦτο παρʼ αὐτῆς ὁ Πέλοψ ῥίπτει τὸν Μυρτίλον περὶ Γεραιστὸν ἀκρωτήριον εἰς τὸ ἀπʼ ἐκείνου κληθὲν Μυρτῷον πέλαγος· ὁ δὲ ῥιπτούμενος ἀρὰς ἔθετο κατὰ τοῦ Πέλοπος γένους.

παραγενόμενος δὲ Πέλοψ ἐπʼ ὠκεανὸν καὶ ἁγνισθεὶς ὑπὸ Ἡφαίστου, ἐπανελθὼν εἰς Πῖσαν τῆς Ἤλιδος τὴν Οἰνομάου βασιλείαν λαμβάνει, χειρωσάμενος τὴν πρότερον Ἀπίαν καὶ Πελασγιῶτιν λεγομένην, ἣν ἀφʼ ἑαυτοῦ Πελοπόννησον ἐκάλεσεν.