Library

Apollodorus

Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921.

Ποσειδῶνος δὲ καὶ τὸν Ἐρεχθέα καὶ τὴν οἰκίαν αὐτοῦ καταλύσαντος, Κέκροψ ὁ πρεσβύτατος τῶν Ἐρεχθέως παίδων ἐβασίλευσεν, ὃς γήμας Μητιάδουσαν τὴν Εὐπαλάμου παῖδα ἐτέκνωσε Πανδίονα. οὗτος μετὰ Κέκροπα βασιλεύων ὑπὸ τῶν Μητίονος

112
υἱῶν κατὰ στάσιν ἐξεβλήθη, καὶ παραγενόμενος εἰς Μέγαρα πρὸς Πύλαν τὴν ἐκείνου θυγατέρα Πυλίαν γαμεῖ. αὖθις δὲ καὶ τῆς πόλεως βασιλεὺς καθίσταται· κτείνας γὰρ Πύλας τὸν τοῦ πατρὸς ἀδελφὸν Βίαντα τὴν βασιλείαν δίδωσι Πανδίονι, αὐτὸς δὲ εἰς Πελοπόννησον σὺν λαῷ παραγενόμενος κτίζει πόλιν Πύλον.

Πανδίονι δὲ ἐν Μεγάροις ὄντι παῖδες ἐγένοντο Αἰγεὺς Πάλλας Νῖσος Λύκος. ἔνιοι δὲ Αἰγέα Σκυρίου εἶναι λέγουσιν, ὑποβληθῆναι δὲ ὑπὸ Πανδίονος.

μετὰ δὲ τὴν Πανδίονος τελευτὴν οἱ παῖδες αὐτοῦ στρατεύσαντες ἐπʼ Ἀθήνας ἐξέβαλον τοὺς Μητιονίδας καὶ τὴν ἀρχὴν τετραχῇ διεῖλον· εἶχε δὲ τὸ πᾶν κράτος Αἰγεύς. γαμεῖ δὲ πρώτην μὲν Μήταν τὴν Ὁπλῆτος, δευτέραν δὲ Χαλκιόπην τὴν Ῥηξήνορος. ὡς δὲ οὐκ ἐγένετο παῖς αὐτῷ, δεδοικὼς τοὺς ἀδελφοὺς εἰς Πυθίαν

114
ἦλθε καὶ περὶ παίδων γονῆς ἐμαντεύετο. ὁ δὲ θεὸς ἔχρησεν αὐτῷ·
  1. ἀσκοῦ τὸν προύχοντα ποδάονα, φέρτατε λαῶν,
  2. μὴ λύσῃς, πρὶν ἐς ἄκρον Ἀθηναίων ἀφίκηαι.
ἀπορῶν δὲ τὸν χρησμὸν ἀνῄει πάλιν εἰς Ἀθήνας.