Library

Apollodorus

Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921.

παρεγένοντο δὲ εἰς Σπάρτην ἐπὶ τὸν Ἑλένης γάμον οἱ βασιλεύοντες Ἑλλάδος. ἦσαν δὲ οἱ μνηστευόμενοι οἵδε· Ὀδυσσεὺς Λαέρτου, Διομήδης Τυδέως, Ἀντίλοχος Νέστορος, Ἀγαπήνωρ Ἀγκαίου, Σθένελος Καπανέως, Ἀμφίμαχος Κτεάτου, Θάλπιος Εὐρύτου, Μέγης Φυλέως, Ἀμφίλοχος Ἀμφιαράου, Μενεσθεὺς Πετεώ, Σχεδίος καὶ Ἐπίστροφος Ἰφίτου, Πολύξενος Ἀγασθένους, Πηνέλεως Ἱππαλκίμου, Λήιτος Ἀλέκτορος, Αἴας Ὀιλέως, Ἀσκάλαφος καὶ Ἰάλμενος Ἄρεος, Ἐλεφήνωρ Χαλκώδοντος, Εὔμηλος Ἀδμήτου, Πολυποίτης Πειρίθου, Λεοντεὺς Κορώνου, Ποδαλείριος καὶ Μαχάων Ἀσκληπιοῦ, Φιλοκτήτης Ποίαντος, Εὐρύπυλος Εὐαίμονος, Πρωτεσίλαος Ιφίκλου, Μενέλαος Ἀτρέως, Αἴας καὶ Τεῦκρος Τελαμῶνος,

28
Πάτροκλος Μενοιτίου.

τούτων ὁρῶν τὸ πλῆθος Τυνδάρεως ἐδεδοίκει μὴ προκριθέντος ἑνὸς στασιάσωσιν οἱ λοιποί. ὑποσχομένου δὲ Ὀδυσσέως, ἐὰν συλλάβηται πρὸς τὸν Πηνελόπης αὐτῷ γάμον, ὑποθήσεσθαι τρόπον τινὰ διʼ οὗ μηδεμία γενήσεται στάσις, ὡς ὑπέσχετο αὐτῷ συλλήψεσθαι ὁ Τυνδάρεως, πάντας εἶπεν ἐξορκίσαι τοὺς μνηστῆρας βοηθήσειν, ἐὰν ὁ προκριθεὶς νυμφίος ὑπὸ ἄλλου τινὸς ἀδικῆται περὶ τὸν γάμον. ἀκούσας δὲ τοῦτο Τυνδάρεως τοὺς μνηστῆρας ἐξορκίζει, καὶ Μενέλαον μὲν αὐτὸς αἱρεῖται νυμφίον, Ὀδυσσεῖ δὲ παρὰ Ἰκαρίου μνηστεύεται Πηνελόπην.