Library

Apollodorus

Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921.

Περιήρης δὲ Μεσσήνην κατασχὼν Γοργοφόνην τὴν Περσέως ἔγημεν, ἐξ ἧς Ἀφαρεὺς αὐτῷ καὶ Λεύκιππος καὶ Τυνδάρεως ἔτι τε Ἰκάριος παῖδες

80
ἐγένοντο. πολλοὶ δὲ τὸν Περιήρην λέγουσιν οὐκ Αἰόλου παῖδα ἀλλὰ Κυνόρτα τοῦ Ἀμύκλα· διόπερ τὰ περὶ τῶν Περιήρους ἐκγόνων ἐν τῷ Ἀτλαντικῷ γένει δηλώσομεν.

Μάγνης δὲ γαμεῖ νύμφην νηίδα, καὶ γίνονται αὐτῷ παῖδες Πολυδέκτης καὶ Δίκτυς· οὗτοι Σέριφον ᾤκισαν.

Σαλμωνεὺς δὲ τὸ μὲν πρῶτον περὶ Θεσσαλίαν κατῴκει, παραγενόμενος δὲ αὖθις εἰς Ἦλιν ἐκεῖ πόλιν ἔκτισεν. ὑβριστὴς δὲ ὢν καὶ τῷ Διὶ ἐξισοῦσθαι θέλων διὰ τὴν ἀσέβειαν ἐκολάσθη· ἔλεγε γὰρ ἑαυτὸν εἶναι Δία, καὶ τὰς ἐκείνου θυσίας ἀφελόμενος ἑαυτῷ προσέτασσε θύειν, καὶ βύρσας μὲν ἐξηραμμένας ἐξ ἅρματος μετὰ λεβήτων χαλκῶν σύρων ἔλεγε βροντᾶν, βάλλων δὲ εἰς οὐρανὸν αἰθομένας λαμπάδας ἔλεγεν ἀστράπτειν. Ζεὺς δὲ αὐτὸν κεραυνώσας τὴν κτισθεῖσαν ὑπʼ αὐτοῦ πόλιν καὶ τοὺς οἰκήτορας ἠφάνισε πάντας.

Τυρὼ δὲ ἡ Σαλμωνέως θυγάτηρ καὶ Ἀλκιδίκης παρὰ Κρηθεῖ τῷ Σαλμωνέως ἀδελφῷ τρεφομένη ἔρωτα ἴσχει Ἐνιπέως τοῦ ποταμοῦ, καὶ συνεχῶς ἐπὶ τὰ τούτου ῥεῖθρα φοιτῶσα τούτοις ἐπωδύρετο.

82
Ποσειδῶν δὲ εἰκασθεὶς Ἐνιπεῖ συγκατεκλίθη αὐτῇ· ἡ δὲ γεννήσασα κρύφα διδύμους παῖδας ἐκτίθησιν. ἐκκειμένων δὲ τῶν βρεφῶν, παριόντων ἱπποφορβῶν ἵππος μία προσαψαμένη τῇ χηλῇ θατέρου τῶν βρεφῶν πέλιόν τι τοῦ προσώπου μέρος ἐποίησεν. ὁ δὲ ἱπποφορβὸς ἀμφοτέρους τοὺς παῖδας ἀνελόμενος ἔθρεψε, καὶ τὸν μὲν πελιωθέντα Πελίαν ἐκάλεσε, τὸν δὲ ἕτερον Νηλέα. τελειωθέντες δὲ ἀνεγνώρισαν τὴν μητέρα, καὶ τὴν μητρυιὰν ἀπέκτειναν Σιδηρώ· κακουμένην γὰρ γνόντες ὑπʼ αὐτῆς τὴν μητέρα ὥρμησαν ἐπʼ αὐτήν, ἡ δὲ φθάσασα εἰς τὸ τῆς Ἥρας τέμενος κατέφυγε,
84
Πελίας δὲ ἐπʼ αὐτῶν τῶν βωμῶν αὐτὴν κατέσφαξε, καὶ καθόλου διετέλει τὴν Ἥραν ἀτιμάζων.

ἐστασίασαν δὲ ὕστερον πρὸς ἀλλήλους, καὶ Νηλεὺς μὲν ἐκπεσὼν ἧκεν εἰς Μεσσήνην καὶ Πύλον κτίζει, καὶ γαμεῖ Χλωρίδα τὴν Ἀμφίονος, ἐξ ἧς αὐτῷ γίνεται θυγάτηρ μὲν Πηρώ, ἄρρενες δὲ Ταῦρος Ἀστέριος Πυλάων Δηίμαχος Εὐρύβιος Ἐπίλαος Φράσιος Εὐρυμένης Εὐαγόρας Ἀλάστωρ Νέστωρ Περικλύμενος, ᾧ δὴ καὶ Ποσειδῶν δίδωσι μεταβάλλειν τὰς μορφάς, καὶ μαχόμενος ὅτε Ἡρακλῆς ἐξεπόρθει Πύλον, γινόμενος ὁτὲ μὲν λέων ὁτὲ δὲ ὄφις ὁτὲ δὲ μέλισσα, ὑφʼ Ἡρακλέους μετὰ τῶν ἄλλων Νηλέως παίδων ἀπέθανεν. ἐσώθη δὲ Νέστωρ μόνος, ἐπειδὴ παρὰ Γερηνίοις ἐτρέφετο· ὃς γήμας Ἀναξιβίαν τὴν Κρατιέως θυγατέρας μὲν Πεισιδίκην καὶ Πολυκάστην ἐγέννησε, παῖδας δὲ Περσέα Στράτιχον Ἄρητον Ἐχέφρονα Πεισίστρατον Ἀντίλοχον Θρασυμήδην.

Πελίας δὲ περὶ Θεσσαλίαν κατῴκει, καὶ γήμας Ἀναξιβίαν τὴν Βίαντος, ὡς δὲ ἔνιοι Φυλομάχην τὴν Ἀμφίονος, ἐγέννησε παῖδα μὲν Ἄκαστον, θυγατέρας δὲ Πεισιδίκην Πελόπειαν Ἱπποθόην Ἄλκηστιν.

Κρηθεὺς δὲ κτίσας Ἰωλκὸν γαμεῖ Τυρὼ τὴν

86
Σαλμωνέως, ἐξ ἧς αὐτῷ γίνονται παῖδες Αἴσων Ἀμυθάων Φέρης. Ἀμυθάων μὲν οὖν οἰκῶν Πύλον Εἰδομένην γαμεῖ τὴν Φέρητος, καὶ γίνονται παῖδες αὐτῷ Βίας καὶ Μελάμπους, ὃς ἐπὶ τῶν χωρίων διατελῶν, οὔσης πρὸ τῆς οἰκήσεως αὐτοῦ δρυὸς ἐν ᾗ φωλεὸς ὄφεων ὑπῆρχεν, ἀποκτεινάντων τῶν θεραπόντων τοὺς ὄφεις τὰ μὲν ἑρπετὰ ξύλα συμφορήσας ἔκαυσε, τοὺς δὲ τῶν ὄφεων νεοσσοὺς ἔθρεψεν. οἱ δὲ γενόμενοι τέλειοι παραστάντες αὐτῷ κοιμωμένῳ τῶν ὤμων ἐξ ἑκατέρου τὰς ἀκοὰς ταῖς γλώσσαις ἐξεκάθαιρον. ὁ δὲ ἀναστὰς καὶ γενόμενος περιδεὴς τῶν ὑπερπετομένων ὀρνέων τὰς φωνὰς συνίει, καὶ παρʼ ἐκείνων μανθάνων προύλεγε τοῖς ἀνθρώποις τὰ μέλλοντα. προσέλαβε δὲ καὶ τὴν διὰ τῶν ἱερῶν μαντικήν, περὶ δὲ τὸν Ἀλφειὸν συντυχὼν Ἀπόλλωνι τὸ λοιπὸν ἄριστος ἦν μάντις.

Βίας δὲ ἐμνηστεύετο Πηρὼ τὴν Νηλέως· ὁ δὲ πολλῶν αὐτῷ μνηστευομένων τὴν θυγατέρα

88
δώσειν ἔφη τῷ τὰς Φυλάκου βόας κομίσαντι αὐτῷ. αὗται δὲ ἦσαν ἐν Φυλάκῃ, καὶ κύων ἐφύλασσεν αὐτὰς οὗ οὔτε ἄνθρωπος οὔτε θηρίον πέλας ἐλθεῖν ἠδύνατο. ταύτας ἀδυνατῶν Βίας τὰς βόας κλέψαι παρεκάλει τὸν ἀδελφὸν συλλαβέσθαι. Μελάμπους δὲ ὑπέσχετο, καὶ προεῖπεν ὅτι φωραθήσεται κλέπτων καὶ δεθεὶς ἐνιαυτὸν οὕτω τὰς βόας λήψεται. μετὰ δὲ τὴν ὑπόσχεσιν εἰς Φυλάκην ἀπῄει καί, καθάπερ προεῖπε, φωραθεὶς ἐπὶ τῇ κλοπῇ δέσμιος ἐν οἰκήματι ἐφυλάσσετο. λειπομένου δὲ τοῦ ἐνιαυτοῦ βραχέος χρόνου, τῶν κατὰ τὸ κρυφαῖον τῆς στέγης σκωλήκων ἀκούει, τοῦ μὲν ἐρωτῶντος πόσον ἤδη μέρος τοῦ δοκοῦ διαβέβρωται, τῶν δὲ ἀποκρινομένων λοιπὸν ἐλάχιστον εἶναι. καὶ ταχέως ἐκέλευσεν αὑτὸν εἰς ἕτερον οἴκημα μεταγαγεῖν, γενομένου δὲ τούτου μετʼ οὐ πολὺ συνέπεσε τὸ οἴκημα. θαυμάσας δὲ Φύλακος, καὶ μαθὼν ὅτι ἐστὶ μάντις ἄριστος, λύσας παρεκάλεσεν εἰπεῖν ὅπως αὐτοῦ τῷ παιδὶ Ἰφίκλῳ παῖδες γένωνται. ὁ δὲ ὑπέσχετο ἐφʼ ᾧ τὰς βόας λήψεται. καὶ καταθύσας ταύρους δύο καὶ μελίσας τοὺς οἰωνοὺς προσεκαλέσατο· παραγενομένου δὲ αἰγυπιοῦ, παρὰ τούτου μανθάνει δὴ ὅτι Φύλακός ποτε κριοὺς τέμνων ἐπὶ τῶν αἰδοίων παρὰ τῷ Ἰφίκλῳ τὴν μάχαιραν ᾑμαγμένην ἔτι κατέθετο, δείσαντος δὲ τοῦ παιδὸς καὶ φυγόντος αὖθις κατὰ τῆς ἱερᾶς δρυὸς αὐτὴν ἔπηξε, καὶ ταύτην
90
ἀμφιτροχάσας ἐκάλυψεν ὁ φλοιός. ἔλεγεν οὖν, εὑρεθείσης τῆς μαχαίρας εἰ ξύων τὸν ἰὸν ἐπὶ ἡμέρας δέκα Ἰφίκλῳ δῷ πιεῖν, παῖδα γεννήσειν. ταῦτα μαθὼν παρʼ αἰγυπιοῦ Μελάμπους τὴν μὲν μάχαιραν εὗρε, τῷ δὲ Ἰφίκλῳ τὸν ἰὸν ξύσας ἐπὶ ἡμέρας δέκα δέδωκε πιεῖν, καὶ παῖς αὐτῷ Ποδάρκης ἐγένετο. τὰς δὲ βόας εἰς Πύλον ἤλασε, καὶ τῷ ἀδελφῷ τὴν Νηλέως θυγατέρα λαβὼν ἔδωκε. καὶ μέχρι μέν τινος ἐν Μεσσήνῃ κατῴκει, ὡς δὲ τὰς ἐν Ἄργει γυναῖκας ἐξέμηνε Διόνυσος, ἐπὶ μέρει τῆς βασιλείας ἰασάμενος αὐτὰς ἐκεῖ μετὰ Βίαντος κατῴκησε.