Library

Apollodorus

Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921.

Ἀλκυόνην δὲ Κῆυξ ἔγημεν

58
Ἑωσφόρου παῖς. οὗτοι δὲ διʼ ὑπερηφάνειαν ἀπώλοντο· ὁ μὲν γὰρ τὴν γυναῖκα ἔλεγεν Ἥραν, ἡ δὲ τὸν ἄνδρα Δία, Ζεὺς δὲ αὐτοὺς ἀπωρνέωσε, καὶ τὴν μὲν ἀλκυόνα ἐποίησε τὸν δὲ κήυκα.

Κανάκη δὲ ἐγέννησεν ἐκ Ποσειδῶνος Ὁπλέα καὶ Νιρέα καὶ Ἐπωπέα καὶ Ἀλωέα καὶ Τρίοπα. Ἀλωεὺς μὲν οὖν ἔγημεν Ἰφιμέδειαν τὴν Τρίοπος, ἥτις Ποσειδῶνος ἠράσθη, καὶ συνεχῶς φοιτῶσα ἐπὶ τὴν θάλασσαν, χερσὶν ἀρυομένη τὰ κύματα τοῖς κόλποις ἐνεφόρει. συνελθὼν δὲ αὐτῇ Ποσειδῶν δύο ἐγέννησε παῖδας, Ὦτον καὶ Ἐφιάλτην, τοὺς Ἀλωάδας λεγομένους. οὗτοι κατʼ ἐνιαυτὸν ηὔξανον πλάτος μὲν πηχυαῖον μῆκος δὲ ὀργυιαῖον· ἐννέα δὲ ἐτῶν γενόμενοι, καὶ τὸ μὲν πλάτος πηχῶν ἔχοντες ἐννέα τὸ δὲ μέγεθος ὀργυιῶν ἐννέα, πρὸς θεοὺς μάχεσθαι διενοοῦντο, καὶ τὴν μὲν Ὄσσαν ἐπὶ τὸν Ὄλυμπον ἔθεσαν, ἐπὶ δὲ τὴν Ὄσσαν θέντες τὸ Πήλιον διὰ τῶν ὀρῶν τούτων ἠπείλουν εἰς οὐρανὸν ἀναβήσεσθαι, καὶ τὴν μὲν θάλασσαν χώσαντες τοῖς ὄρεσι ποιήσειν ἔλεγον ἤπειρον, τὴν δὲ γῆν θάλασσαν, ἐμνῶντο δὲ Ἐφιάλτης μὲν Ἥραν Ὦτος δὲ Ἄρτεμιν. ἔδησαν δὲ καὶ Ἄρην.

60
τοῦτον μὲν οὖν Ἑρμῆς ἐξέκλεψεν, ἀνεῖλε δὲ τοὺς Ἀλωάδας ἐν Νάξῳ Ἄρτεμις διʼ ἀπάτης· ἀλλάξασα γὰρ τὴν ἰδέαν εἰς ἔλαφον διὰ μέσων αὐτῶν ἐπήδησεν, οἱ δὲ βουλόμενοι εὐστοχῆσαι τοῦ θηρίου ἐφʼ ἑαυτοὺς ἠκόντισαν.

Καλύκης δὲ καὶ Ἀεθλίου παῖς Ἐνδυμίων γίνεται, ὅστις ἐκ Θεσσαλίας Αἰολέας ἀγαγὼν Ἦλιν ᾤκισε. λέγουσι δὲ αὐτόν τινες ἐκ Διὸς γενέσθαι. τούτου κάλλει διενεγκόντος ἠράσθη Σελήνη, Ζεὺς δὲ αὐτῷ δίδωσιν ὃ βούλεται ἑλέσθαι· ὁ δὲ αἱρεῖται κοιμᾶσθαι διὰ παντὸς ἀθάνατος καὶ ἀγήρως μένων.

Ἐνδυμίωνος δὲ καὶ νηίδος νύμφης, ἢ ὥς τινες Ἰφιανάσσης, Αἰτωλός, ὃς ἀποκτείνας Ἆπιν τὸν Φορωνέως καὶ φυγὼν εἰς τὴν Κουρήτιδα χώραν, κτείνας τοὺς ὑποδεξαμένους Φθίας καὶ Ἀπόλλωνος υἱούς, Δῶρον καὶ Λαόδοκον καὶ Πολυποίτην, ἀφʼ ἑαυτοῦ τὴν χώραν Αἰτωλίαν ἐκάλεσεν.