Fragmenta
Aelian
Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.
Ἐχρήσατο δὲ Αἰλιανὸς ἐν τῷ περὶ Προνοίας τῷ ἀβασάνιστος ἀντὶ τοῦ ἄνευ ὀδύνης.
τῶν ἐξ Ἐλευσῖνος ὀργεώνων εἷς.
χλούνης τε καὶ γύνανδρος ἀνήρ, εἰ δοίημεν αὐτὸν ἄνδρα εἶναι, διὰ τῶν Ἐπικούρου λόγων τὴν ψυχὴν ἐκνευρισθεὶς καὶ θῆλυς γενόμενος. ὁ πρὸς Στρατοκλέα Ἀθήνησι δᾳδουχήσας ὁ χλούνης τε καὶ γύννις, καταγοητευθεὶς καὶ οἷον ἐν δεσμῷ τινι ἀφύκτῳ πεδηθείς.
ἀνήρ τις ἦν (εἰ δοίημεν αὐτὸν ἄνδρα εἶναι) διὰ τῶν Ἐπικούρου λόγων τὴν ψυχὴν ἐκνευρισθεὶς καὶ θῆλυς γενόμενος, ὁ χλούνης τε καὶ γύννις, ὅσπερ ἐπιλαθόμενος ὤθησεν ἑαυτὸν εἰς τὸ μέγαρον φέρων, ἔνθα δήπου τῷ ἱεροφάντῃ μόνῳ παρελθεῖν θεμιτὸν ἦν.
καὶ δᾳδουχήσας Ἀθήνησιν. ὡς Ἀθηναίων φασὶν οἱ ταῦτα ἀκριβοῦντες δόκιμοι. εὔξαντο δὲ καὶ τῇ Βουλαίᾳ καὶ τῇ Κόρῃ διά τε τῶν ἱεροφαντῶν καὶ τοῦ δᾳδούχου σωτηρίαν αὐτοῖς. καὶ δᾳδουχήσας λαμπαδοφορήσας. ὁ πρὸ Στρατοκλέους Ἀθήνησι δᾳδουχήσας, ἐκ τῆς ἡδονῆς, ἣν ἐκεῖνος ὕμνει ὁ χλούνης τε καὶ γύννις.
κακὴν σοφίαν μετιών, καὶ τοὺς ἀθέους Ἐπικούρου λόγους καὶ γύννιδας ἐπασκῶν, κὰκ τῆς ἡδονῆς, ἣν ἐκεῖνος ὕμνει ὁ χλούνης τε καὶ γύννις.
ὅτι δὲ καὶ ἐντομίαν ὁ χλούνης δηλοῖ οὐ μόνον Αἰσχύλος δίδωσι χρῆσιν, ἀλλὰ καὶ Αἰλιανὸς μάλιστα ἐν τοῖς περὶ Προνοίας.
εἶτα μέντοι παρ’ οὐδὲν θέμενος τὰ σεμνὰ Εὐμολπιδῶν καὶ Κηρύκων καὶ τῶν ἄλλων γενῶν ἱερῶν τε
ὄντων καὶ θεοφιλῶν, ἐπίρρητον δὲ καὶ θῆλυν σοφίαν προελόμενος.καὶ ὡς οὐ μέλει τῶν ἀνθρωπείων τῷ θεῷ δεῖξαι φλεγόμενος, ὠθεῖ ἑαυτὸν φέρων ἐς τὸ μέγαρον· ἔνθα δήπου τῷ μὲν ἱεροφάντῃ μόνῳ παρελθεῖν θεμιτὸν ἦν κατὰ τὸν τῆς τελετῆς νόμον, ἐκείνῳ δὲ οὐκ ἐξῆν. ἐπεὶ δὲ ἐτολμήθη οἱ τὸ τόλμημα, φρίκη τις αὐτὸν περιέρχεται, καὶ νοσεῖ νόσῳ μακροτάτῃ, καὶ τηκεδὼν αὐτὸν διεδέξατο· καὶ ὅσα ἐτόλμησε βοῶν καὶ λέγων καὶ ὅσα ἐστὶν ἀνθρώπων ἀσεβεστάτων ἐκτραγῳδῶν καὶ εὐχόμενος, τὴν ἐπίρρητόν τε καὶ κατάρατον ψυχὴν ἀπορρῆξαι διψῶντα, μόλις καὶ ὀψὲ τούτου τυχόντα.