Fragmenta
Aelian
Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.
ἀπέστη τὸ ἔθνος τὸ Σύρων, καὶ Φοινίκων τοὺς γείτονας προσέλαβεν ἐς τὴν αὐτὴν ὁρμήν τε καὶ ὑπόστασιν.
καὶ τρὶς οὐχ ἅπαξ ἀπέχρησέν οἱ Τυρίοις εἰπεῖν ἀποστῆναι τῶν ἀμφὶ Δαρεῖον.
ὃ δὲ (οὐ γὰρ ἐλελήθει τὰ ἔνδον) ὑπερήδετο, καὶ τὴν
ἐλπίδα ὑπὲρ τῶν παρόντων ἐλάμβανεν ἐς τὸ κρεῖττον, καὶ ἔτι μᾶλλον τῇ πολιορκίᾳ διαρκῶς ἐνεκαρτέρει.ὡς δὲ ἐπεφοίτα ἡ τοῦ ὀνείρου ὄψις ἐς πάντας, χαλεπαίνουσιν ὁ δῆμος οἱ Τύριοι.
σχοινίον τε ἐφοίνιξαν μίλτῳ, καὶ ἔπαιον τὸ ἄγαλμα, Ἀλεξανδριστὴν καλοῦντες.
καὶ ταῦτα μὲν παρῴνησαν, βαρβάρως ἐνθουσιάσαντές τε ἅμα καὶ λυττήσαντες. ἔτισαν οὖν δίκας οὐ μεμπτάς· ἑάλω γὰρ αὐτοῖς ἡ πόλις.
ἡ γλῶττα ἡ ἀπαίδευτος καὶ ἀμαθὴς τῇ τε ἄλλῃ καὶ ταύτῃ ἐπίσπαστα παλαμᾶται, καὶ μέντοι καὶ ἐς τὸ ἀπόφημόν τε καὶ βλάσφημον κατολισθάνει.
ἀνὴρ Ἀρκάς, Εὐτελίδας τοὔνομα, ἀκολάστῳ τῇ γλώττῃ καὶ ἀκράτορι κακῶς πάντας ἀγορεύειν ἀρρώστημα ἔσχεν. ἐμίσει δὲ καὶ τοὺς εὖ πράττοντας καὶ οὐδὲν ἦν ἔς τινα ἔμβραχυ ἀγαθόν, ὃ μὴ ἐκείνου κατέτεινε τὴν ψυχήν.