Fragmenta

Aelian

Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.

ὁ Ἀπόλλων φησὶ πρὸς Λοκροὺς μὴ ἂν αὐτοῖς τὸ δεινὸν λωφῆσαι, εἰ μὴ πέμποιεν ἀνὰ πᾶν ἔτος δύο παρθένους ἐς τὴν Ἴλιον τῇ Ἀθηνᾷ, Κασάνδρας ποινήν, ἕως ἂν ἱλεώσητε τὴν θεόν.

καὶ αἵ γε πεμφθεῖσαι κατεγήρασαν ἐν τῇ Τροίᾳ, τῶν διαδόχων μὴ ἀφικνουμένων.

αἱ δὲ γυναῖκες ἔτικτον ἔμπηρα καὶ τέρατα· οἳ δὲ τῶν τετολμημένων σφίσι λήθην καταχέαντες ἧκον ἐς Δελφούς.

οὔκουν ἐδέχετο αὐτοὺς τὸ μαντεῖον, τοῦ θεοῦ μηνίοντος αὐτοῖς. καὶ λιπαρούντων μαθεῖν τὴν αἰτίαν τοῦ κότου, ὀψέ ποτε χρῆσαι.

καὶ τὸ ἐλλειφθὲν κατὰ τὰς παρθένους προφέρει αὐτοῖς.

οἳ δὲ (οὐδὲ γὰρ ἔσχον ἀνήνασθαι τὸ πρόσταγμα)

ἐπ’ Ἀντιγόνῳ τίθενται τὴν κρίσιν ὑπὲρ τοῦ τίνα χρὴ Λοκρικὴν πόλιν πέμπειν δασμόν.

ὁ δὲ βασιλεὺς Ἀντίγονος, ἐφεθέν οἱ δικάσαι προσέταξε κλήρῳ διακριθῆναι.

Πυθαγόρας Ἐφέσιος, καταλύσας δι’ ἐπιβουλῆς τὴν τῶν Βασιλιδῶν καλουμένην ἀρχήν, ἀνεφάνη τε τύραννος πικρότατος, καὶ τῷ μὲν δήμῳ καὶ τῇ πληθύι ἦν τε καὶ ἐδόκει κεχαρισμένος, ἅμα τὰ μὲν αὐτοὺς ἐπελπίζων ὑποσχέσεσιν, τὰ δὲ ὑποσπείρων αὐτοῖς ὀλίγα κέρδη· τούς γε μὴν ἐν ἀξιώσει τε καὶ δυνάμει περισυλῶν καὶ δημεύων φορητὸς οὐδαμὰ οὐδαμῆ ἦν. καὶ κολάσαι δὲ πικρότατα οὐκ ἂν ὤκνησε καὶ ἀφειδέστατα ἀποκτεῖναι οὐδὲν ἀδικοῦντας· ἐξελύττησε γὰρ ἐς ταῦτα ἔρως τε χρημάτων ἄμετρος· καὶ διαβολαῖς ταῖς ἐς τοὺς πλησίον ἐκριπισθῆναι κουφότατος ἦν. ἀπέχρησε μὲν οὖν καὶ ταῦτα ἂν κάκιστα ἀνθρώπων ἀπολέσαι αὐτόν· ἤδη δὲ καὶ τοῦ θείου κατεφρόνει. τῶν γοῦν προειρημένων οἷς ἐπέθετο παμπόλλους ἐν τοῖς νεῷς ἀπέκτεινε· ἑνὸς δὲ τὴν θυγατέρα καταφυγοῦσαν ἐς τὸ ἱερὸν ἀναστῆσαι μὲν αὐτὴν βιαίως οὐκ ἐτόλμησε, συνεχῆ δὲ φυλακὴν ἐπιστήσας ἐξετρύχωσεν ἄρα ἐς τοσοῦτον, ὡς βρόχῳ τὴν κόρην τὸν λιμὸν ἀποδρᾶναι. οὐκοῦν ἠκολούθησε δημοσία νόσος καὶ τροφῶν ἀπορία· καὶ σαλεύων ὁ Πυθαγόρας ὑπὲρ ἑαυτοῦ ἐς Δελφοὺς ἀπέστειλε, καὶ ᾔτει λύσιν τῶν κακῶν. ἣ

δὲ ἔφη νεὼν ἀναστῆσαι καὶ κηδεῦσαι τοὺς νεκρούς. ἦν δὲ πρὸ Κύρου τοῦ Πέρσου, ὥς φησι Βάτων.

θάψαντες δὲ τοὺς νεκροὺς εἰργάσαντο κοινὸν πολυάνδριον.