Fragmenta
Aelian
Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.
ἀνὴρ λίχνον ὄμμα καὶ ἀσελγὲς πιαίνων κακῇ ἑστιάσει, τὰ τῆς Φερρεφάττης ὄργια ἐδίψησε θεάσασθαι, ἀτέλεστος ὤν.
μυστηρίων τελουμένων τοῖν θεοῖν, ἀτέλεστος μὲν ἄνθρωπος ἀνόσιος δὲ οὐκ ἐβουλήθη μυηθῆναι κατὰ τοὺς νόμους, ἀλλὰ δοῦναι πολυπραγμοσύνης δυστυχοῦς ἀρρωστήματι χάριν. καὶ ἐπί τινος ἀνελθὼν λίθου ἑώρα τὰ γινόμενα. ἐκ γάρ τοι τοῦ λίθου κατώλισθε, καὶ βιαίᾳ τῇ πληγῇ περιπεσὼν ἀπέθανεν.
οὐ γάρ τί που παραπλήσιον ἢ μυστηρίων ἱστορίαν ἢ τὴν Περσεφόνην ἐθελῆσαι ἁρπάσαι αὐτήν.
ὅτι Βάττος ὁ Κυρήνην κτίσας τῆς Θεσμοφόρου τὰ μυστήρια ἐγλίχετο μαθεῖν, καὶ προσῆγε βίαν λίχνοις ὀφθαλμοῖς χαριζόμενος.
καὶ τὰ μὲν πρῶτα αἱ ἱέρειαι ἐπειρῶντο αὐτὸν πραΰνειν καὶ ἀντέχειν τῆς ὁρμῆς. βιαίως δὲ καὶ ἀτέγκτως διακειμένου, τῶν μὲν ἀπορρήτων καὶ ἃ μὴ ἰδεῖν λῷον ἦν, τούτων οὐκ ἐκοινώνουν οἱ· τῶν δὲ πρώτων καὶ ἐξ ὧν οὔτε τοῖς θεασαμένοις οὔτε τοῖς δείξασιν ἔμελλέ τι ἀπαντήσεσθαι δεινόν, παρεῖχόν οἱ βλέπειν ταῦτα.
μετὰ τῆς ἱερᾶς στολῆς ὅλαι τελούμεναι μυστικῶς σφάκτριαι καταλειφθεῖσαι. καὶ αἴρουσαι τὰ ξίφη γυμνὰ καὶ αὗται, καταπλέας ἔχουσαι τοῦ αἵματος τὰς χεῖρας καὶ τὰ πρόσωπα μέντοι (ἦσαν δὲ ἐκ τῶν ἱερείων χρισάμεναι), ἀθρόαι ὑφ’ ἑνὶ συνθήματι ἐπὶ τὸν Βάττον ᾖξαν, ἵνα αὐτὸν ἀφέλωνται τοῦ ἔτι εἶναι ἄνδρα.