Fragmenta
Aelian
Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.
οὗτος τὸ θεῖον παρ’ οὐδὲν ἐτίθετο. ἀδελφοὶ δὲ ἦσαν τρεῖς, οἳ μυρίοις ἀρρωστήμασι περιπλακέντες ἀπέθανον οἴκτιστα. ὅ γε μὴν Ἐπίκουρος ἔτι νέος ὢν αὐτὸς οὐ ῥᾳδίως ἀπὸ τῆς κλίνης οἷός τε ἦν κατιέναι, ἀμβλυώττων τε καὶ πρὸς τὴν τοῦ ἡλίου αἲγλην δειλὸς ὤν, καὶ τῷ φαιδροτάτῳ τε καὶ ἐναργεστάτῳ τῶν θεῶν ἀπεχθανόμενος· καὶ μέντοι καὶ τὴν τοῦ πυρὸς αὐγὴν ἀπεστρέφετο, αἷμά τε αὐτῷ διὰ τῶν πόρων ἀπεκρίνετο τῶν κάτω. τοσαύτη δὲ ἄρα ἡ σύντηξις ἡ τοῦ σώματος ἦν αὐτῷ, ὡς ἀδυνατεῖν καὶ τὴν τῶν ἱματίων φέρειν ἐπιβολήν. καὶ Μητρόδωρος δὲ καὶ Πολύαινος, ἄμφω τὼ ἑταίρω αὐτοῦ, κάκιστα ἀνθρώπων ἀπέθανον, καὶ μέντοι καὶ τῆς ἀθεΐας ἠνέγκαντο
μισθὸν οὐδαμὰ οὐδαμῆ μεμπτόν. οὕτω δὲ ἄρα ἦν ἡδονῆς ἥττων ὁ Ἐπίκουρος, ὥστε διὰ τῶν ἐσχάτων ἐν ταῖς διαθήκαις αὐτοῦ ἔγραψε τῷ μὲν πατρὶ καὶ τῇ μητρὶ καὶ τοῖς ἀδελφοῖς ἐναγίζειν ἅπαξ τοῦ ἔτους καὶ Μητροδώρῳ δὲ καὶ Πολυαίνῳ τοῖς προειρημένοις, ἑαυτῷ δὲ δὶς συσσιτεῖν, τῆς ἀσωτίας τὸ πλέον προτιμῶν καὶ ἐνταῦθα ὁ σοφός. καὶ τραπέζας λίθων πεποιῆσθαι καὶ ὡς ἀναθήματα ἐν τῷ τάφῳ προσέταξε τεθῆναι ὁ προτένθης τε καὶ ὀψοφάγος οὗτος. καὶ ταῦτα ἐπέσκηψεν οὐκ ὢν ἐν περιουσίᾳ. λυττῶν οὖν ταῖς ἐπιθυμίαις ἦν, ὥσπερ οὖν καὶ ἐκείνων σὺν αὐτῷ τεθνηξομένων. ἐξήλασαν δὲ τοὺς Ἐπικουρείους τῆς Ῥώμης δόγματι τῆς βουλῆς κοινῷ, καὶ Μεσσήνιοι δὲ ἐν Ἀρκαδίᾳ τοὺς ἐκ τῆς αὐτῆς οἱονεὶ φάτνης ἐδηδοκότας ἐξήλασαν, λυμεῶνας μὲν εἶναι τῶν νέων λέγοντες, κηλῖδα δὲ φιλοσοφίᾳ προσβάλλοντας διά τε μαλακίαν καὶ ἀθεότητα. καὶ προσέταξάν γε πρὸ τῶν τοῦ ἡλίου δυσμῶν ἔξω τῶν ὅρων τῆς Μεσσηνίας γῆς εἶναι αὐτούς, ἐκφρησθέντων δὲ τοὺς ἱερέας καθῆραι τὰ ἱερά. τούς γε μὴν τιμούχους (καλοῦσι δὲ ταύτῃ τοὺς ἄρχοντας Μεσσήνιοι) καὶ τὴν πόλιν καθῆραι πᾶσαν, οἷα δήπου λυμάτων τινῶν καὶ καθαρμάτων ἀπηλλαγμένην.ὁ τῶν τριῶν ἐκείνων τῶν ἐπιρρήτων εἷς.
ζῶν δὲ παρῄει ἐς οὐδὲν ἱερόν, ἤλαυνον γὰρ ὡς ἐπάρατον καὶ ἐπίρρητον.
ὅτι ἐν Κρήτῃ Λύκτιοι τῶν Ἐπικουρείων τινὰς ἐκεῖ παραβαλόντας ἐξήλασαν. καὶ νόμος ἐγράφη τῇ ἐπιχωρίῳ φωνῇ τοὺς τὴν θήλειαν σοφίαν καὶ ἀγεννῆ
καὶ αἰσχρὰν ἐπινοήσαντας καὶ μέντοι καὶ τοῖς θεοῖς πολεμίους ἐκκεκηρῦχθαι τῆς Λύκτου. ἐὰν δέ τις ἀφίκηται θρασυνόμενος, καὶ τὰ ἐκ τοῦ νόμου παρ’ οὐδὲν ποιήσηται, δεδέσθω ἐν κύφωνι πρὸς τῷ ἀρχείῳ ἡμερῶν εἴκοσιν, ἐπιρρεόμενος μέλιτι γυμνὸς καὶ γάλακτι, ἵνα ᾔ μελίτταις καὶ μυίαις δεῖπνον, καὶ ἀναλώσωσι χρόνῳ τῷ προειρημένῳ αὐτόν. τούτου γε μὴν διελθόντος ἐὰν ἔτι περιῇ, κατὰ κρημνοῦ ὠθείσθω, στολὴν γυναικείαν περιβληθείς.ὁ δὲ ἐσυκοφάντει τὸν θεὸν ὀλιγωρίας. ἐκ δὴ τούτων νόσοι καὶ τροφῶν ἀπορίαι τὴν Ἱμεραίων κατέσχον.
οἵ γε μὴν Ἱμεραῖοι τὸν φιλόδημον τιμῶνται πρὸς τῇ δημεύσει καὶ φυγῆς ζημίᾳ.