Fragmenta

Aelian

Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.

ὃ δὲ τὴν κατασκευὴν τοῦ νεὼ πρεσβυτέραν τῆς ἑαυτοῦ ῥᾳστωνεύσεως ποιησάμενος, στέφανον ἐψηφίσατο ἡ βουλὴ δάφνης αὐτῷ.

ὥσπερ οὖν οὐχ ὑπὲρ τῶν ἐσχάτων σαλεύουσα, ἀλλ’ ἐφειμένη δρᾶν ὅ τι καὶ θέλει.

πολλὰ δὴ καθ’ ἑαυτὸν σαλεύσας ἀνέρριψεν ἐκ τῶν παρόντων εὐτυχῆ κύβον.

τοὺς δὲ ἄλλους ἐπ’ ὀψίας τῆς ἀκμῆς σαλεύσας, καὶ μέντοι καὶ τῷ ἀπολέσθαι ὁμοῦ εἶναι.

τοιοῦτον ἀναζωγραφῶ, ὡς εἰκὸς κοὐκ ἀπὸ τρόπου τὸν παραβλῶπα καὶ φιλοκερδῆ καὶ κερδαλέον, βραδίστατον πρὸς τὰ κρείττονα, λιχνωδέστατον δὲ πρὸς πανωλεθρίαν τῶν ἐντυγχανόντων ἐκβεβακχευμένον ὅτι μάλιστα. ἀλλ’ ἐξώλης καὶ προώλης προπηλακισθεὶς ἐς κόρακας ᾤχετο, κατάλληλα τἀπίχειρα τῆς βδελυρίας ὁ ἀποτρόπαιος καὶ οἷον ἀποφρὰς ἀποισάμενος, ὃς ἀνάρσια δικάζων ἀδίκως πολλοὺς κατεδίκαζεν, ὄπιν οὐ δεδοικώς, οὐκ ἀλέγων Ἀδράστειαν, οὐδὲ Νέμεσιν ἐμπαζόμενος. ἀλλὰ ταῦτα τεκμήρια ἐναργῆ τῆς Ταρταρώδους καὶ Τανταλείου αὐτοῦ τιμωρίας. ὃς κακὰ πόλλ’ ἔρδεσκεν, ὃς κακὰ πόλλ’ ἀποτίσεται.

βουλῇ κρείττονι καὶ ἀνθρωπίνῃ γνώμῃ οὐδαμῶς συμβλητῇ τρόπον τινὰ τοῦ Ἀλφειοῦ ἀποθανόντος.

ταῦτά τοι καὶ τεθνεῶτα ἔθαψεν αὐτὸν ὁ βασιλεὺς ταφῇ θαυμαστῇ.

τεθνεώτων δὲ πολλῶν καὶ σαλευόντων ὑπὲρ τοῦ ζῆν ἐπὶ λεπταῖς ταῖς ἐλπίσι.

Πυθικὸν ἦν προμάντευμα ἐν τόνοις ἑξαμέτροις, οὕτω προλέγον τὴν τελευτήν,

Αἰακιδη προφύλαξο μολεῖν Ἀχερούσιον ὕδωρ,
Πανδοσίην θ’, ὅθι τοι θάνατος πεπρωμένος ἐστί. καὶ συνάψας μάχην Βρεττίοις καὶ Λευκανοῖς ἐπί τινι ποταμῷ, τῆς γεφύρας ῥαγείσης, τῶν προσχώρων ἀκούσας τὸν ποταμὸν ἀποκαλούντων Ἀχεροντίδα, τὴν δὲ πλησίον πόλιν Πανδοσίαν, πρὸς ὃ εἶχε λόγιον συμβαλὼν τοὺς τόπους, καὶ γνοὺς ὅτι ἄρα τὸ χρεὼν ἐκπέπλησται, τότε δὴ τὸν εὐκλεᾶ πορεύεται θάνατον, καὶ ἐς μέσους τοὺς πολεμίους ὠθούμενος ἀφειδῶς, πολλὰ πρότερον δράσας, οὕτω πίπτει μαχόμενος. ἦν δὲ Ἀλέξανδρος ὁ Φιλίππου κηδεστής, Ὀλυμπιάδος ἀδελφός.

γυναίου ἀκολάστου καὶ τυραννικοῦ διαβολαῖς ὑπαγόμενος.

πάντων τῶν τοίχων κεκονιαμένων ἐς ὕψος ὑπερήφανον.

τῆς Δήμητρος οὐ δυνάμενον ὑπερθορεῖν τὰς θύρας, θορόντα δὲ ἰέναι ἐπὶ τὸ μέγαρον.

ὃ δὲ τὸ φρόνημα μέγα, ὡς καὶ Ἀλέξανδρον ὑπεροίσων, ἐκέκτητο.

τὸ δὲ μειράκιον οὐδὲν ὑπιδόμενον. τίς δ’ ἂν ὑπώπτευε κρέας ὑπὸ ξένων καὶ πτωχῶν ἐπὶ κοινοῦ δεδομένον;

ὑποθήγων ἐς τὰ καλὰ ἔργα αὐτούς.

ὃ δὲ ἐπιπλάστῳ μωρία διέδρα τοῦ τυράννου τὸν φονικόν τε καὶ ὑπόπτην ἐκεῖνον τρόπον.

σιγᾶν δὲ χρή, μὴ λοξοῖς ἡμᾶς ὄμμασιν ἰδὼν ὁ φθόνος τραχεῖ βάλῃ λίθῳ, κατὰ Πίνδαρον.

φθόνος, νόσημα ψυχῆς ἀνθρωπικὸν καὶ ἐσθίον ψυχήν, ἣν ἂν καταλάβῃ, ὥσπερ ἰὸς τὸν σίδηρον. καὶ ὁ ἔρως ταὐτόν ἐστιν. οἷς ἐκεῖνός ἔχθιστον καλεῖ τὸ θεῖον, περιτρέπων τὸ συμφυὲς ἀρρώστημα ἐς αὐτοὺς τοὺς ἐκφύσαντας αὐτό.

προήροσε γὰρ τὸν τόπον ὑποψαμμότερόν πως ὄντα, ἵνα ἐν τῇ συνόδῳ σφῶν κονιορτὸς πάμπολυς ἀρθῇ.

ἀνέμου ἐπιπνεύσαντος οἵου σφοδροτάτου, καὶ ἐξάραντος τὴν ἄμμον.

οἳ δὲ λεόντειον ἐβρυχῶντο φονῶντες.