Fragmenta
Aelian
Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.
Ὁ Σωκράτης ἐπεὶ τὸ κωνεῖον ἔμελλε πίεσθαι, τῶν ἀμφὶ τὸν Κρίτωνα ἐρομένων αὐτὸν τίνα τρόπον ταφῆναι ἐθέλει, ὅπως ἂν ὑμῖν’ ἀπεκρίνατο ᾖ ῥᾷστον.
Σωκράτης ὁ γενναῖος ᾐτιᾶτο τῶν πατέρων ἐκείνους, ὅσοι μὴ παιδεύσαντες αὐτῶν τοὺς υἱεῖς εἶτα ἀπορούμενοι ἡγον ἐπὶ τὰς ἀρχὰς τοὺς νεανίσκους, καὶ
ἔκριναν αὐτοὺς ἀχαριστίας, ὅτι οὐ τρέφονται ὑπ’ αὐτῶν. ἔφη γὰρ ἀδύνατα ἀξιοῦν τοὺς πατέρας· μὴ γὰρ οἵους τε εἶναι τοὺς μὴ μαθόντας τὰ δίκαια ποιεῖν αὐτά.