Fragmenta
Aelian
Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.
Ὁ Σωκράτης ἐπεὶ τὸ κωνεῖον ἔμελλε πίεσθαι, τῶν ἀμφὶ τὸν Κρίτωνα ἐρομένων αὐτὸν τίνα τρόπον ταφῆναι ἐθέλει, ὅπως ἂν ὑμῖν’ ἀπεκρίνατο ᾖ ῥᾷστον.
Σωκράτης ὁ γενναῖος ᾐτιᾶτο τῶν πατέρων ἐκείνους, ὅσοι μὴ παιδεύσαντες αὐτῶν τοὺς υἱεῖς εἶτα ἀπορούμενοι ἡγον ἐπὶ τὰς ἀρχὰς τοὺς νεανίσκους, καὶ
ἔκριναν αὐτοὺς ἀχαριστίας, ὅτι οὐ τρέφονται ὑπ’ αὐτῶν. ἔφη γὰρ ἀδύνατα ἀξιοῦν τοὺς πατέρας· μὴ γὰρ οἵους τε εἶναι τοὺς μὴ μαθόντας τὰ δίκαια ποιεῖν αὐτά.πολὺς δὲ καὶ ἀσελγὴς τίκτεται ἐκεῖθι ἄνεμος· γένεσις δὲ αὐτῷ αὐλῶνες βαθεῖς καὶ φάραγγες, δι’ ὧν ὠθούμενος ἐκπίπτει λαμπρότατος.
αἳ δεξάμεναι παρὰ Πύρρου τὰ δῶρα ἔφασαν ἡ δὼς αὐταῖς πρέπειν καὶ ἀξία εἶναι τοῦ πέμψαντος Πύρρου· ἀνόσιον δὲ εἶναι αὐταῖς φορεῖν.
ἐπ’ ἐλευθερίᾳ τινὲς Ῥωμαίοις φιλωθέντες, εἶτα μέντοι τὴν πίστιν, ἥπερ οὖν δεσμός ἐστι φιλίας, οὐκ ἐτήρησαν.
οὐδεὶς οἰκέτης μνημονεύεται κάκῃ εἴξας προδοῦναι τὸν δεσπότην.
Ἐχρήσατο δὲ Αἰλιανὸς ἐν τῷ περὶ Προνοίας τῷ ἀβασάνιστος ἀντὶ τοῦ ἄνευ ὀδύνης.
τῶν ἐξ Ἐλευσῖνος ὀργεώνων εἷς.
χλούνης τε καὶ γύνανδρος ἀνήρ, εἰ δοίημεν αὐτὸν ἄνδρα εἶναι, διὰ τῶν Ἐπικούρου λόγων τὴν ψυχὴν ἐκνευρισθεὶς καὶ θῆλυς γενόμενος. ὁ πρὸς Στρατοκλέα Ἀθήνησι δᾳδουχήσας ὁ χλούνης τε καὶ γύννις, καταγοητευθεὶς καὶ οἷον ἐν δεσμῷ τινι ἀφύκτῳ πεδηθείς.
ἀνήρ τις ἦν (εἰ δοίημεν αὐτὸν ἄνδρα εἶναι) διὰ τῶν Ἐπικούρου λόγων τὴν ψυχὴν ἐκνευρισθεὶς καὶ θῆλυς γενόμενος, ὁ χλούνης τε καὶ γύννις, ὅσπερ ἐπιλαθόμενος ὤθησεν ἑαυτὸν εἰς τὸ μέγαρον φέρων, ἔνθα δήπου τῷ ἱεροφάντῃ μόνῳ παρελθεῖν θεμιτὸν ἦν.
καὶ δᾳδουχήσας Ἀθήνησιν. ὡς Ἀθηναίων φασὶν οἱ ταῦτα ἀκριβοῦντες δόκιμοι. εὔξαντο δὲ καὶ τῇ Βουλαίᾳ καὶ τῇ Κόρῃ διά τε τῶν ἱεροφαντῶν καὶ τοῦ δᾳδούχου σωτηρίαν αὐτοῖς. καὶ δᾳδουχήσας λαμπαδοφορήσας. ὁ πρὸ Στρατοκλέους Ἀθήνησι δᾳδουχήσας, ἐκ τῆς ἡδονῆς, ἣν ἐκεῖνος ὕμνει ὁ χλούνης τε καὶ γύννις.
κακὴν σοφίαν μετιών, καὶ τοὺς ἀθέους Ἐπικούρου λόγους καὶ γύννιδας ἐπασκῶν, κὰκ τῆς ἡδονῆς, ἣν ἐκεῖνος ὕμνει ὁ χλούνης τε καὶ γύννις.
ὅτι δὲ καὶ ἐντομίαν ὁ χλούνης δηλοῖ οὐ μόνον Αἰσχύλος δίδωσι χρῆσιν, ἀλλὰ καὶ Αἰλιανὸς μάλιστα ἐν τοῖς περὶ Προνοίας.
εἶτα μέντοι παρ’ οὐδὲν θέμενος τὰ σεμνὰ Εὐμολπιδῶν καὶ Κηρύκων καὶ τῶν ἄλλων γενῶν ἱερῶν τε
ὄντων καὶ θεοφιλῶν, ἐπίρρητον δὲ καὶ θῆλυν σοφίαν προελόμενος.καὶ ὡς οὐ μέλει τῶν ἀνθρωπείων τῷ θεῷ δεῖξαι φλεγόμενος, ὠθεῖ ἑαυτὸν φέρων ἐς τὸ μέγαρον· ἔνθα δήπου τῷ μὲν ἱεροφάντῃ μόνῳ παρελθεῖν θεμιτὸν ἦν κατὰ τὸν τῆς τελετῆς νόμον, ἐκείνῳ δὲ οὐκ ἐξῆν. ἐπεὶ δὲ ἐτολμήθη οἱ τὸ τόλμημα, φρίκη τις αὐτὸν περιέρχεται, καὶ νοσεῖ νόσῳ μακροτάτῃ, καὶ τηκεδὼν αὐτὸν διεδέξατο· καὶ ὅσα ἐτόλμησε βοῶν καὶ λέγων καὶ ὅσα ἐστὶν ἀνθρώπων ἀσεβεστάτων ἐκτραγῳδῶν καὶ εὐχόμενος, τὴν ἐπίρρητόν τε καὶ κατάρατον ψυχὴν ἀπορρῆξαι διψῶντα, μόλις καὶ ὀψὲ τούτου τυχόντα.
οὗτος ἄπηρος ἦν τὸ σῶμα, καὶ μέντοι καὶ τὰς αἰσθήσεις πάσας ἀσινεῖς εὐμοιρίᾳ τινὶ διεσώσατο. ὁμολογοῦσι δήπου καὶ τοῦτο.
πολεμούντων Ἀθηναίων καὶ Ἀντιγόνου Πειραιοῖ διαιτώμενος ὁ φιλήμων ὄναρ ὁρᾷ κόρας ἐξιούσας ἐννέα τῆς οἰκίας αὐτοῦ. ἐδόκει δὲ ἐρέσθαι αὐτὰς τί βουλόμεναι καταλείπουσιν αὐτόν, αὐτῶν δὲ ᾤετο ἀκοῦσαι λεγουσῶν ἔξω θυρῶν ἰέναι· μὴ γὰρ εἶναι θεμιτὸν μεῖναι αὐτάς. καὶ τὸν μὲν ὄνειρον ἐνταῦθα παύσασθαι, αὐτὸς δὲ διυπνισθεὶς τῷ παιδὶ περιηγεῖται ἅ τε εἶδε καὶ ὅσα ἤκουσε καὶ ἅτινα εἶπεν. εἶτα μέντοι ἔγραψε τὰ λοιπὰ τοῦ δράματος, ὅπερ οὐν ἔτυχε διὰ τῆς παρούσης ἄγων φροντίδος, καὶ ἐπηλυγησάμενος ἡσυχῆ ἔκειτο, κᾆτα ὑπεξέσχε. καὶ οἵ γε ἔνδον ᾤοντο καθεύδειν αὐτόν· ἐπεὶ δὲ μακρὸν τοῦτο
ἦν, ἐκκαλύψαντες τεθνεῶτα ἐθεάσαντο. οὐκοῦν, ὦ Ἐπίκουρε, παρῆσαν δὴ καὶ φιλήμονι αἱ ἐννέα Μοῦσαι, καὶ ὅτε ἔμελλε τὴν ἐπινησθεῖσάν οἱ καὶ τελευταίαν ὁδὸν ἰέναι, ὤχοντο ἀπιοῦσαι. θεοῖς γὰρ οὐδαμῆ θεμιτὸν ὁρᾶν ἔτι νεκρούς, καὶ ἐὰν ὠσι πάνυ φίλοι,οὐδ’ ὄμμα χραίνειν θανασίμοισιν ἐκπνοαῖς.σὺ δὲ λέγεις αὐτοὺς μὴ ἡμῖν προσέχειν, ᾧ μῶρε.
γυνὴ τὴν ὥραν διαπρεπής, σώφρων τὸν τρόπον.
ὃ δὲ ὁρᾷ τὴν Μιλησίαν καὶ ἐρᾷ αὐτῆς, καὶ πέμπει πειρῶν πεντακισχιλίους καὶ μυρίους αὐτῇ χρυσοῦς, καὶ εἰ πλέον δέοιτο, ἔφατο δώσειν· ἣ δὲ οὐ προσεῖτο τὴν δόσιν, ἑταιρικὸν φάσκουσα εἶναι μίσθωμα τὸ ἑαυτὴν παραβαλεῖν ἀνδρὶ ἀγνῶτι καὶ ὥσπερ ὤνιον τὸ κάλλος ἀποδόσθαι.
διέρρει τοίνυν ὑπὲρ τῆς ἀνθρώπου κλέος σοβαρώτατον.
καὶ ἕδνα ᾔτει γενέσθαι, τὸ τοῦ Μενάνδρου, ἵνα τι καὶ παίσω, Τρικορυσία βασίλιννα καὶ αὕτη, δέσποινα εἶναι τοῦ Πόντου ἐθέλουσα.
Μιθριδάτης δὲ τὴν ἀποδημίαν Λευκόλλου ἑαυτῷ κατέγραψεν εὐερμίαν εἶναι.
ἣ δὲ ὡς ἐπύθετο ὡς ἐκ τῶν παρόντων αἵρεσιν ἑκάστῃ δόντος θανάτου ὡς ἔνι μάλιστα ἀλύπου τε καὶ κούφου, τὸ διάδημα, ὅπερ οὖν ἐπὶ τῆς κεφαλῆς
εἶχε σύμβολον δὴ καὶ μαρτύριον ἀρχῆς, περισπάσασα εἶτα μέντοι τῷ τραχήλῳ περιβάλλει πρὸς τὴν χρείαν τὴν παροῦσαν βρόχον ἀποφήνασα. τὸ δὲ ταραντινίδιον λεπτόν τε ὂν καὶ ἀσθενὲς ἐπεὶ μόνον ἐτάθη, κᾆτα ἀπορρήγνυται. ἣ δὲ περιαλγεῖ καί φησιν ὦ κατάπτυστόν τε καὶ ἐπίρρητον ῥάκος, οὐδὲ ἐς ταύτην μοι τὴν χρείαν ἐπιτήδειον ἐγένου. καὶ ῥίψασα αὐτὸ ξίφει ἑαυτὴν διεχρήσατο.κατά τι πυθόχρηστον ἧκε θεῶν κομίζων ἱερὰ ἐς τὴν μετοίκησιν σεμνὰ ἐφόδια.
παρ’ οὐδὲν τιθέμενος τὴν τοῦ ἱεροῦ γράμματος συμβουλήν, ὅπερ οὖν οἷα δήπου ψέλιον τῷ βασιλεῖ τῶν Αἰγυπτίων ἐκ τοῦ νόμου προσήρτητο, ἀναστέλλον τῶν ἀδικημάτων.
Eustathius in Il. α, p. 100. Ἡ δὲ χρῆσις τοῦ ἀθέρος παρὰ τῷ Αἰλιανῷ ἐν τῷ περὶ Προνοίας.